← 狄摩西尼

控诉阿里斯托克拉底

§158-163

卡里德穆斯再次叛变与投靠科提斯

演说者通过书信证据揭露卡里德穆斯在借停战条约脱险后,背弃对雅典的诺言,转而勾结科提斯围攻雅典据点,并开始叙述科提斯遇刺后卡里德穆斯独揽大局的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§158

ὡς δὲ τυγχάνει ταύτης τῆς ἀλόγου καὶ ἀπροσδοκήτου σωτηρίας ὁ Χαρίδημος, διαβὰς εἰς τὴν Χερρόνησον ἐφʼ αὑτοῦ διὰ τὰς σπονδάς, τοσούτου ἐδέησεν ἐπελθεῖν τῷ Κότυϊ, γεγραφὼς ὅτι οὐχ ὑπομενεῖ Κότυς αὐτὸν ἐπιόντα, ἢ τὴν Χερρόνησον ὅπως κομιεῖσθʼ ὑμεῖς συμπρᾶξαι, ὥστε1 πάλιν μισθώσας αὑτὸν τῷ Κότυϊ τὰ ὑπόλοιπα τῶν ὑμετέρων χωρίων Κριθώτην καὶ Ἐλαιοῦντʼ ἐπολιόρκει. καὶ ὅτι ταῦτα, καὶ ἡνίκʼ ἔτʼ ἦν ἐν τῇ Ἀσίᾳ καὶ τὴν ἐπιστολὴν ἔπεμπε πρὸς ὑμᾶς, ἐγνωκὼς ποιεῖν ἐφενάκιζεν ὑμᾶς, ἀπὸ τῆς διαβάσεως ἣν ἐποιήσατο γνώσεσθε· ἐκ γὰρ Ἀβύδου τῆς τὸν ἅπαντα χρόνον ὑμῖν ἐχθρᾶς καὶ ὅθεν ἦσαν οἱ Σηστὸν καταλαβόντες, εἰς Σηστὸν διέβαινεν, ἣν εἶχε Κότυς.

当卡里德穆斯获得了这难以置信且出人意料的拯救,借停战协定独自渡海前往赫尔松尼苏斯之后,他非但没有去进攻科提斯——尽管他曾信誓旦旦地写道科提斯绝抵挡不住他的进击——也根本没有协助诸位夺回赫尔松尼苏斯,反而再次受雇于科提斯,围攻诸位所残存的据点克里托特和埃莱乌斯。诸位只要看他渡海的路线,就会明白他甚至还在小亚细亚向诸位寄发那封信时,就早已打定主意要做出这些行径来欺骗诸位了;因为他是从阿比多斯——一个历来对你们怀有敌意、且是当初夺取塞斯托斯者的发难之地——渡海前往科提斯所控制的塞斯托斯的。

§159

καίτοι μὴ νομίζετε μήτʼ ἂν τοὺς Ἀβυδηνοὺς αὐτὸν ὑποδέχεσθαι μήτʼ ἂν τοὺς ἐν τῇ Σηστῷ, τῆς ἐπιστολῆς ὑμῖν ἐκείνης πεπεμμένης, εἰ μὴ συνῄδεσαν αὐτῷ φενακίζοντι τότε καὶ συνεξηπάτων αὐτοί, βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμʼ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν, διαβάντος δέ, ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν, αὑτοῖς ὑπάρξαι τὴν χρείαν.2 ὅτι τοίνυν οὕτω ταῦτʼ ἔχει, λέγε τὰς ἐπιστολάς, ἥν τʼ ἔπεμψεν ἐκεῖνος καὶ τὰς παρὰ τῶν ἀρχόντων τῶν ἐκ Χερρονήσου· γνώσεσθε γὰρ ἐκ τούτων ὅτι ταῦθʼ οὕτως ἔχει. λέγε. ΕΠΙΣΤΟΛΗ.

然而,请诸位切勿以为,在寄给诸位那封信时,若非阿比多斯人和塞斯托斯人早已知悉他当时的骗局并亲自参与合谋欺瞒,他们会接纳他;他们无非是希望由诸位来为这支军队的渡海提供安全保障,而一旦渡海成功——这正如阿尔塔巴佐斯给予通行豁免后实际发生的那样——军队的效劳便归他们自己所用。为了证明事实确系如此,请宣读信函,包括那个人寄来的信以及赫尔松尼苏斯行政官们寄来的信;因为诸位从这些信件中即可认清事实确系如此。请宣读。 [信函]

§160

ἐνθυμεῖσθʼ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. ἆρʼ οὖν οἴεσθʼ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς ἢ τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήν; λέγʼ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. καὶ θεωρεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δʼ ὑπισχνούμενος ποιήσειν. λέγε. ΕΠΙΣΤΟΛΗ.

请诸位细想他是从何处渡往何处:从阿比多斯渡往塞斯托斯。那么诸位以为,若非在他向诸位寄信时他们共同参与了欺瞒,阿比多斯人或塞斯托斯人会接纳他吗? 请把信函本身念给他们听。雅典人啊,请诸位细看他在信中对自己的吹捧夸大到了何种地步:有的声称自己已经完成,有的则许诺自己将要做到。请宣读。 [信函]

§161

καλά γʼ, οὐ γάρ; ὦ ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γʼ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτʼ ἔγραφʼ ἐξαπατῶν· ἐπειδὴ δʼ ἔτυχεν, λέγʼ οἷʼ ἐποίησεν. ΕΠΙΣΤΟΛΗ. οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρίʼ ὑποσχομένου διαβάντος3 φησὶν ὁ ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγʼ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας. ΕΠΙΣΤΟΛΗ. λέγʼ ἐξ ἑτέρας. ΕΠΙΣΤΟΛΗ.

雅典人啊,信上所写的是不是很美妙,如果属实的话岂不极值深深感激?然而事实是,当他自度无法获得停战条约时,他写下这些话进行欺骗;而一旦得手,请宣读他究竟做出了什么勾当。 [信函]由此可见,那位许诺夺回沦陷据点的人渡海之后,克里托特的行政官却声称,现存据点所面临的危险比以往任何时候都要严重。请指出并从另一封信中宣读。 [信函]请从另一封信中宣读。 [信函]

§162

ὁρᾶθʼ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλʼ ἐφʼ ἡμᾶς μετʼ ἐκείνου ἐπορεύετο. ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δʼ ἄλλας ἔα· δῆλον γάρ που γέγονʼ ὡς πεφενάκικεν ὑμᾶς. λέγε. ΕΠΙΣΤΟΛΗ. ἐπίσχες. ἐνθυμεῖσθʼ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπʼ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δʼ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρʼ ἐκείνου ταὐτὰ πράττων. εὔνους γʼ, οὐ γάρ; ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδʼ ἐξαπατήσας.

诸位看到了吧,四面八方的事实都在作证:他渡海之后并非前去攻打科提斯,而是与科提斯合伙向我们进逼。那么,请再为我宣读这最后一封信,其余的就搁下吧;因为他如何欺骗了诸位,想必已十分清楚了。请宣读。 [信函]停。请诸位牢记:他一方面写道要归还赫尔松尼苏斯,另一方面却把自己出卖给诸位的敌人,企图夺走残余的据点;一方面写道当亚历山大派使节前去见他时他断然拒见,另一方面却被证实与那个亚历山大派出的海盗们通力协作。看啊,他对诸位该是多么赤胆忠心,决计不会寄送半句谎言或施展任何欺骗吧!

§163

οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθʼ, οὕτω σαφῶς δῆλον ὄν, ὡς οὐδὲν πιστόν ἐσθʼ ὧν ἐκεῖνός φησιν τῇ πόλει προσέχειν,4 ἀλλʼ ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἔσται φανερώτερον. τὸν μὲν γὰρ Κότυν, εὖ ποιῶν, ὄντα γʼ ἐχθρὸν ὑμῖν καὶ πονηρὸν ἀποκτίννυσιν ὁ Πύθων, ὁ δὲ Κερσοβλέπτης ὁ νυνὶ βασιλεύων μειρακύλλιον ἦν καὶ πάντες οἱ τοῦ Κότυος παῖδες, τῶν δὲ πραγμάτων κύριος διὰ τὴν παρουσίαν καὶ τὸ δύναμιν ἔχειν ὁ Χαρίδημος ἐγεγόνει, ἧκε δὲ Κηφισόδοτος στρατηγῶν, πρὸς ὃν αὐτὸς ἔπεμψε τὴν ἐπιστολὴν ἐκείνην, καὶ αἱ τριήρεις, αἵ, ὅτʼ ἦν ἄδηλα τὰ τῆς σωτηρίας αὐτῷ, καὶ μὴ συγχωροῦντος Ἀρταβάζου σῴζειν ἔμελλον αὐτόν.

尽管情况已如此清楚,但若从这些事实中还不足以彻底表明那人声称对城邦效忠的言辞没有半点可信,那么从随后的事态中就将看得更加明白。因为当皮通行此义举、刺杀了作为诸位大敌与恶徒的科提斯之后,现今的国王凯尔索布莱普特斯以及科提斯所有的儿子都还只是年幼的孩子,而卡里德穆斯凭借在场以及手握兵权成为了大局的主宰;这时,卡里德穆斯亲自向其寄送那封信的将领克菲索多托斯赶到了,那些在卡里德穆斯生路未卜之际哪怕阿尔塔巴佐斯不答应也本打算前去救他的三列桨战船,也都抵达了。

语法注4 条
  1. 158τοσούτου ἐδέησεν ἐπελθεῖν τῷ Κότυϊ... ὥστε

    成语结构 τοσούτου ἐδέησεν + 不定词 + ὥστε 从句,表示强烈的对比否定(“他非但没有……反而……”)。连接词 ἤ 并列了两个本该发生却完全落空的不定词短语 ἐπελθεῖν 和 συμπρᾶξαι,随后由 ὥστε 引出实际相反的后果。

  2. 159βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμʼ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν, διαβάντος δέ, ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν, αὑτοῖς ὑπάρξαι τὴν χρείαν

    由分词 βουλόμενοι 统辖的复合句,包含由 μέν...δέ 对比的两个不定词从句。前半句中 παρέχειν 的主语是不定词的宾格 ὑμᾶς,宾语是 τὴν ἀσφάλειαν,冠词属格 τοῦ διαβῆναι τὸ στράτευμα 表涉及范围;后半句 ὑπάρξαι 的主语是 τὴν χρείαν,由属格独立结构 διαβάντος 修饰,括号插入句 ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν 则补充说明军队成功渡海的事实前提。

  3. 161οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρίʼ ὑποσχομένου διαβάντος

    属格独立结构 τοῦ... ὑποσχομένου διαβάντος,逻辑主语为卡里德穆斯。分词 ὑποσχομένου 带有将来不定词 κομιεῖσθαι(“承诺夺回沦陷据点者”),不定过去时分词 διαβάντος 表时间(“在渡海之后”),构成主句执政官报告的背景条件。

  4. 163οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθʼ, οὕτω σαφῶς δῆλον ὄν, ὡς οὐδὲν πιστόν ἐσθʼ ὧν ἐκεῖνός φησιν τῇ πόλει προσέχειν

    核心骨架为 οὐ... πω δῆλόν ἐσθʼ... ἀλλʼ... ἔσται φανερώτερον,其中嵌入了让步分词短语 οὕτω σαφῶς δῆλον ὄν(“尽管已经如此显而易见”)。在 ὡς 从句内部,ὧν... προσέχειν 发生了关系代词向先行词属格的引伸(相当于 τούτων ἃ ἐκεῖνός φησιν, τῇ πόλει προσέχειν),其中 τῇ πόλει προσέχειν(省去 τὸν νοῦν,意为“效忠于城邦”)补充说明 ἃ ἐκεῖνός φησιν 的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:158-163