- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:151-157
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过宣读文件证实卡里德穆斯是未能攻克安菲波利斯的首要罪魁,随后揭露他在小亚细亚背信夺城遭围困后,企图通过致信雅典诱骗战船以求脱困的始末。
ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως,1 ἀντὶ τούτων ὡς ὀφείλουσʼ ἡ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ ἃ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τό τε ψήφισμʼ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί· ὄψεσθε γὰρ οὐ λόγους οὐδʼ αἰτίαν, ἀλλʼ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε. ΨΗΦΙΣΜΑ ΕΠΙΣΤΟΛΑΙ.
然而,对于他免遭处死一事,他本该对你们感恩戴德——因为若受此下场,亦是他罪有应得——可城邦反倒像欠了他似的,作为对这些行径的回报,赐予了他冠冕、公民权以及诸位所熟知的一切。为了证明我所言非虚,请为我宣读关于人质的法令、伊菲克拉特斯的信函、梯摩特乌斯的信函,以及接下来的这份证词;因为你们将会看到,我所说的一切绝非空谈或诬告,而是确凿的事实。请宣读。 [法令。信函。]
ὅτι μὲν τοίνυν καὶ τὸ πρῶτον, οὗ πολεμεῖν ὑμῖν ᾤετο, ἐκεῖσʼ ἐμίσθωσεν αὑτὸν πολλαχόσʼ ἄλλοσε μισθῶσαι παρόν, καὶ μετὰ ταῦτα, ὡς οὐδὲν ἐκεῖ κακὸν εἶχε ποιεῖν ὑμᾶς, ἔπλει δεῦρο πάλιν οὗ τἀναντίʼ ἔμελλε πράξειν τῇ πόλει, καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν πάντων οὗτος αἰτιώτατός ἐστιν, ἀκηκόατʼ ἐκ τῆς ἐπιστολῆς καὶ τῆς μαρτυρίας. καὶ τὰ μὲν πρῶτα τοιαῦτʼ ἐστὶν τῶν ἔργων τῶν Χαριδήμου, μετὰ ταῦτα δʼ ἄλλα θεάσασθε.
因此,诸位已从信函和证词中听闻:起初,在完全可以受雇于其他许多地方的情况下,他偏偏把自己出卖到自认为能同你们作战的地方;随后,由于在当地无法对你们造成任何危害,他又折返航行到此地,意图在此对城邦采取敌对行动;对于未能攻克安菲波利斯一事,此人正是所有人中罪责最深重者。卡里德穆斯早先的所作所为便是如此;接下来,请诸位再看他随后的其他行径。
χρόνου γὰρ διελθόντος καὶ τοῦ πολέμου πρὸς Κότυν ὄντος ἤδη, πέμπει πρὸς ὑμᾶς ἐπιστολήν (μᾶλλον δʼ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς Κηφισόδοτον· οὕτω σφόδρʼ ὑπʼ αὐτοῦ γε οὐδʼ ἂν ἐξαπατηθῆναι τὴν πόλιν ἡγεῖτο, συνειδὼς ἃ πεποίηκεν) ἐν ᾗ Χερρόνησον ὑπέσχετο τῇ πόλει κομιεῖσθαι, πάντα τούτοις τἀναντίʼ ἐγνωκὼς ποιεῖν. δεῖ δʼ ὑμᾶς τὸ πρᾶγμʼ οἷον ἦν τὸ περὶ τὴν ἐπιστολὴν ἀκοῦσαι (καὶ γάρ ἐστι βραχύ) καὶ θεωρῆσαι τὸν τρόπον τἀνθρώπου, ὡς ὑμῖν ἀπʼ ἀρχῆς κέχρηται.
因为过了一段时间,针对科提斯的战争已经打响之际,他给你们送来了一封信(更确切地说,不是给你们,而是给克菲索多托斯的;因为他深知自己的所作所为,自度城邦无论如何绝不可能被他本人所蒙骗)。他在信中向城邦许诺夺回赫尔松尼苏斯,内心里却早已决意做出与此截然相反的事来。然而,你们必须听一听围绕这封信的事件究竟是怎么一回事(其实经过很短),并看清这个人的品性,以及他自始至终是如何对待你们的。
ἐκεῖνος ὡς ἀπόμισθος γίγνεται παρὰ τοῦ Τιμοθέου τότε, ἀπʼ Ἀμφιπόλεως ἀναχωρῶν, διαβὰς εἰς τὴν Ἀσίαν, διὰ τὴν σύλληψιν τὴν Ἀρταβάζῳ συμβᾶσαν τόθʼ ὑπʼ Αὐτοφραδάτου μισθοῖ τὸ στράτευμα καὶ αὑτὸν τοῖς Ἀρταβάζου κηδεσταῖς, λαβὼν δὲ πίστεις καὶ δούς, ὀλιγωρήσας τῶν ὅρκων καὶ παραβὰς αὐτούς, ἀφυλάκτων ὄντων ὡς ἂν πρὸς φίλον τῶν ἐν τῇ χώρᾳ, καταλαμβάνει Σκῆψιν καὶ Κεβρῆνα καὶ Ἴλιον αὐτῶν.
当时他被梯摩特乌斯解雇,从安菲波利斯撤离,渡海前往小亚细亚;由于当时阿尔塔巴佐斯被奥托弗拉达特斯拘捕,他便把自己和军队出卖给阿尔塔巴佐斯的姻兄们。在同他们互换信誓之后,他却无视誓言,背信弃义,趁当地居民待他如友、毫无防备之机,夺取了他们的斯凯普西斯、凯布伦和伊利翁。
ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμʼ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ ὁ τυχὼν ἄνθρωπος.2 οὐδʼ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδʼ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμεινʼ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γʼ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν ὁ Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχʼ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δʼ οὐδʼ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει.
在控制了这些据点之后,他却陷入了一种不仅自称将领之人绝不至沦落、甚至连普通人都不至陷入的窘境。因为他在海边没有半点据点以供为士兵筹集粮饷,城塞内又全无存粮,他既然决意行不义之事,本该抢掠一番后远走高飞,却偏偏固守城内。及至阿尔塔巴佐斯被奥托弗拉达特斯释放、集结军队赶到时,阿尔塔巴佐斯可以从上弗里吉亚、吕底亚以及效忠于他的帕夫拉戈尼亚获得补给,而卡里德穆斯所面临的除被围困外别无他途。
αἰσθόμενος δʼ οὗ ἦν κακοῦ καὶ λογισμὸν λαβὼν ὅτι ληφθήσεται, κἂν μηδενὶ τῶν ἄλλων, τῷ γε λιμῷ, εἶδεν, εἴτε δή τινος εἰπόντος εἴτʼ αὐτὸς συνείς, ὅτι σωτηρία μόνη γένοιτʼ ἂν αὐτῷ ἥπερ ἅπαντας ἀνθρώπους σῴζει. ἔστι δʼ αὕτη τίς; ἡ ὑμετέρα, ὦ ἄνδρες Ἀθηναῖοι, εἴτε χρὴ φιλανθρωπίαν λέγειν εἴθʼ ὅ τι δήποτε. γνοὺς δὲ τοῦτο πέμπει τὴν ἐπιστολὴν ὑμῖν, ἧς ἄξιόν ἐστιν ἀκοῦσαι, βουλόμενος διὰ τῆς ὑποσχέσεως τοῦ κομιεῖσθαι Χερρόνησον ὑμῖν, καὶ διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι,3 τριήρων εὐπορήσας παρʼ ὑμῶν ἀσφαλῶς ἐκ τῆς Ἀσίας ἀποδρᾶναι.
当他察觉到自己身陷何等险境,并意识到即便没有其他原因、仅凭饥荒也必被擒获时,不知是有人指点还是他自悟所致,他看清了能挽救自己的唯有一条生路,而那正是拯救所有人的生路。那究竟是什么呢?雅典人啊,正是你们的——无论该称之为博爱还是别的什么。领悟到这一点后,他便向你们送来了那封极值一听的信函;他企图通过向你们许诺夺回赫尔松尼苏斯,并利用克菲索多托斯因与科提斯和伊菲克拉特斯为敌而看似乐见此事的局面,从你们这里获得三列桨战船,从而安全逃离小亚细亚。
τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμʼ ἐπʼ αὐτοφώρῳ; ὁ Μέμνων καὶ ὁ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δʼ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ ʼθέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν.
紧接着发生了什么,以至于这件事被当场捉了个现行?阿尔塔巴佐斯的姻兄门农和门托尔这两个年轻人,因与阿尔塔巴佐斯的联姻而骤享非分之福,一心想立即在和平中统治该地、坐享尊荣,而不愿交战或涉险,于是便劝说阿尔塔巴佐斯放弃惩处卡里德穆斯,改以立约停战将其遣送出境。他们晓以利害:即便阿尔塔巴佐斯不情愿,你们也会渡海将其接运走,而他是无法加以阻拦的。
- 151ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως
关系代词 ὧν 受后方短语 χάριν ἔχειν(因某事对某人感恩)支配,作表示原因的属格,并与后文的 ἀντὶ τούτων 形成照应。分词短语 τοῦτο παθόντʼ ἂν 相当于与过去事实相反的虚拟结果(“即使落得如此下场亦属罪有应得”),与 οὐκ ἀπολωλότα(“未曾丧命”)形成强烈对比。
- 155οὐχ ὅτι στρατηγὸς ἂν τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ ὁ τυχὼν ἄνθρωπος
成语结构 οὐχ ὅτι ... ἀλλʼ οὐδέ 意为“不仅不……甚至连……也不”,在此承接先行词 πρᾶγμα 并省略了共用的谓语动作(即 ἔπαθεν)。整体表达递进式否定:“不仅自称将领之人绝不会遭遇,甚至连普通人都不至于陷入”。
- 156διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι
在带冠词的不定式短语 διὰ τοῦ ... δοκεῖν 中,宾格 τὸν Κηφισόδοτον 充当 δοκεῖν 的逻辑主语,而 δοκεῖν 进一步支配补充不定式 βούλεσθαι。分词短语 ἐχθρὸν ὄντα 表示原因,整体构成嵌套结构:“利用克菲索多托斯因与科提斯和伊菲克拉特斯为敌而看似乐见此事这一点”。
