- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:164-169
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述了在科提斯骤逝的大好局面下,卡里德穆斯反而在佩林托斯突击雅典军队,并在阿洛佩孔内苏斯支援海盗、胁迫克菲索多托斯将领签订屈辱条约的罪行。进而揭发了他将忠于雅典的米尔托居特斯父子引渡给宿敌卡尔迪亚人残忍处死的背叛行径。
τί δὴ προσῆκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ὡς ἀληθῶς ἁπλοῦν καὶ φίλον, παρόντος μὲν στρατηγοῦ οὐχ ὧν ἐκεῖνος ἔφησεν ἂν αὑτῷ φθονεῖν οὐδενός, ἀλλʼ ὃν αὐτὸς ἑαυτοῦ φίλον προείλετο τῶν παρʼ ὑμῖν, καὶ πρὸς ὃν τὴν ἐπιστολὴν ἐπεπόμφει, τετελευτηκότος δὲ Κότυος, κύριον δʼ ὄντα τῶν πραγμάτων; οὐκ ἀποδοῦναι μὲν τὴν χώραν εὐθέως ὑμῖν, κοινῇ δὲ μεθʼ ὑμῶν καθιστάναι τὸν βασιλέα τῆς Θρᾴκης, δηλῶσαι δʼ ὡς εἶχεν εὐνοϊκῶς ὑμῖν, καιροῦ τοιούτου λαβόμενον;
雅典人啊,当在场的将领并非任何他可能声称嫉妒他的人,而恰恰是他自己在诸位当中挑选为友人、且曾寄去那封信的将领,加之科提斯已死,他自己已成为大局的主宰时,一个真正诚实而友善的人究竟应当做什么呢?难道不是应当立即把国土归还给诸位,与诸位共同确立色雷斯的国王,并趁此良机向诸位表明他是多么忠诚吗?
ἔγωγʼ ἂν φαίην. ἆρʼ οὖν ἐποίησέ τι τούτων; πολλοῦ γε δεῖ. ἀλλὰ τὸν μὲν ἅπαντα χρόνον μῆνας ἑπτὰ διήγαγεν ἡμᾶς πολεμῶν, ἐκ προφανοῦς ἐχθρὸς ὢν καὶ οὐδὲ λόγον φιλάνθρωπον διδούς. καὶ κατʼ ἀρχὰς μὲν ἡμῶν δέκα ναυσὶ μόναις εἰς Πέρινθον ὁρμισαμένων, ἀκηκοότων ὅτι πλησίον ἐστὶν ἐκεῖνος, ὅπως συμμείξαιμεν αὐτῷ καὶ περὶ τούτων εἰς λόγους ἔλθοιμεν, ἀριστοποιουμένους φυλάξας τοὺς στρατιώτας ἐπεχείρησε μὲν ἡμῶν τὰ σκάφη λαβεῖν, πολλοὺς δʼ ἀπέκτεινε τῶν ναυτῶν, κατήραξε δʼ εἰς τὴν θάλατταν ἅπαντας, ἱππέας ἔχων καὶ ψιλούς τινας.
依我看正是应当如此。那么,他做了这当中的任何一件吗?差得远呢!相反,在整整七个月的时间里,他一直公开与我们为敌并对我们作战,甚至连一句善意的话都不肯讲。起初,我们仅率十艘船停泊在佩林托斯,因为听说他在附近,以便与他会合就这些事宜进行谈判;他却趁士兵们正在吃早饭的当口,企图夺取我们的船只,杀害了许多水手,并率领骑兵和部分轻装兵将所有人逼下海去。
μετὰ ταῦτα δὲ πλευσάντων ἡμῶν—οὐκ ἐπὶ τῆς Θρᾴκης τόπον οὐδένʼ οὐδὲ χωρίον· οὐδὲ γὰρ τοῦτό γʼ ἂν εἴποι τις νὴ Δίʼ, ἀμυνόμενος γὰρ ὑπὲρ τοῦ μὴ παθεῖν ἐποίει τι κακόν· οὐκ ἔστι τοῦτο· οὐ γὰρ ἤλθομεν οὐδαμοῖ τῆς Θρᾴκης, ἀλλʼ ἐπʼ Ἀλωπεκόννησον, ἣ Χερρονήσου μέν ἐστι καὶ ἦν ὑμετέρα, ἀκρωτήριον δʼ ἀνέχον πρὸς τὴν Ἴμβρον ἀπωτάτω τῆς Θρᾴκης, λῃστῶν δʼ ἦν μεστὴ καὶ καταποντιστῶν— ἐνταῦθα δʼ ἐλθόντων ἡμῶν καὶ πολιορκούντων τούτους, πορευθεὶς διὰ Χερρονήσου πάσης τῆς ὑμετέρας ἡμῖν μὲν προσέβαλλεν, ἐβοήθει δὲ τοῖς λῃσταῖς καὶ καταποντισταῖς. καὶ πρότερον προσκαθήμενος τὸν ὑμέτερον στρατηγὸν ἔπεισε καὶ ἠνάγκασε μὴ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν πράττειν, ἢ αὐτὸς ἐπείσθη ὧν ὡμολογήκει καὶ ὑπέσχητό τι πρᾶξαι,1 καὶ γράφει δὴ τὰς συνθήκας ταύτας τὰς πρὸς Κηφισόδοτον, ἐφʼ αἷς ὑμεῖς οὕτως ἠγανακτήσατε καὶ χαλεπῶς ἠνέγκατε, ὥστʼ ἀπεχειροτονήσατε μὲν τὸν στρατηγόν, πέντε ταλάντοις δʼ ἐζημιώσατε, τρεῖς δὲ μόναι ψῆφοι διήνεγκαν τὸ μὴ θανάτου τιμῆσαι.2
此后,当我们航行时——并非驶向色雷斯的任何地点或要塞(因为谁也无法说出这样的话:“以宙斯的名义,他是为了自卫免遭伤害才做出敌对之举的”;绝非如此,因为我们未曾涉足色雷斯的任何角落,而是前往阿洛佩孔内苏斯,该地属于赫尔松尼苏斯,曾是诸位的领地,是一个朝向因布罗斯岛伸出、距色雷斯最远的海岬,且当时到处充斥着海盗与水匪)——当我们前往该地并围攻这伙贼匪时,他却穿过属于诸位的整个赫尔松尼苏斯,向我们发起进攻,去救援那些海盗与水匪。而且,在他自己被说服履行他所赞同并承诺之事中的任何一件以前,他就围逼诸位的将领,软硬兼施地迫使他无法为诸位的最大利益行事;他起草了与克菲索多托斯的那份条约,诸位对该条约如此愤慨和难以容忍,以至于诸位罢免了那位将领,处以五塔兰同的罚金,而判处死刑的动议仅仅差了三票。
καίτοι πηλίκην τινὰ χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην ἀλογίαν, ὅταν τις ἴδῃ διὰ τὰς αὐτὰς πράξεις τὸν μὲν ὡς ἀδικοῦντα κολασθέντα πικρῶς οὕτως, τὸν δʼ ὡς εὐεργέτην ἔτι καὶ νῦν τιμώμενον; ὅτι τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τῶν μὲν τῷ στρατηγῷ συμβάντων δήπου μάρτυρες ὑμεῖς ἐστέ μοι· καὶ γὰρ ἐκρίνεθʼ ὑμεῖς καὶ ἀπεχειροτονεῖτε καὶ ὠργίζεσθε, καὶ πάντα ταῦτα σύνισθʼ ὑμεῖς· τῶν δʼ ἐν Περίνθῳ καὶ τῶν ἐν Ἀλωπεκοννήσῳ κάλει μοι τοὺς τριηράρχους μάρτυρας. ΜΑΡΤΥΡΕΣ.
然而,雅典人啊,当有人看到因为同一套行径,一人被视为罪人而遭到如此严厉的惩罚,另一人却作为恩人直到今日仍备受尊崇,这该被看作是何等巨大的荒谬啊!至于我说这些话是真实的,对于那位将领的遭遇,诸位自然是我的证人;因为是诸位审判了他、罢免了他并为之震怒,这一切诸位了然于心。至于在佩林托斯和阿洛佩孔内苏斯发生的事,请为我传唤三列桨战船船长们作证。
μετὰ ταῦτα τοίνυν, ἐπειδὴ Κηφισόδοτος μὲν ἀπηλλάγη τοῦ στρατηγεῖν, ὑμῖν δʼ οὐκ ἐδόκουν καλῶς ἔχειν οὐδὲ δικαίως αἱ πρὸς ἐκεῖνον γραφεῖσαι συνθῆκαι, τὸν μὲν Μιλτοκύθην, τὸν διὰ παντὸς εὔνουν ὑμῖν τοῦ χρόνου, λαβὼν προδοθένθʼ ὑπὸ τοῦ Σμικυθίωνος ὁ χρηστὸς οὗτος Χαρίδημος, οὐκ ὄντος νομίμου τοῖς Θρᾳξὶν ἀλλήλους ἀποκτιννύναι, γνοὺς ὅτι σωθήσεται πρὸς Κερσοβλέπτην ἂν ἀχθῇ,3 παραδίδωσι Καρδιανοῖς τοῖς ὑμετέροις ἐχθροῖς. κἀκεῖνοι λαβόντες καὶ αὐτὸν καὶ τὸν υἱόν, ἀναγαγόντες εἰς τὸ πέλαγος ἐν πλοίῳ, τὸν μὲν υἱὸν ἀπέσφαξαν, ἐκεῖνον δʼ ἐπιδόντα τὸν υἱὸν ἀποσφαττόμενον κατεπόντισαν.
[证人]在此之后,当克菲索多托斯被解除将领职务、而诸位认为与他签订的条约既不体面也不公平时,始终忠于诸位的米尔托居特斯遭到斯米居提翁的背叛,这位品行高洁的卡里德穆斯将他抓获后,明知色雷斯人的习俗是不准互相残杀,若将他带到凯尔索布莱普特斯面前他便能保全性命,于是竟将他引渡给诸位的宿敌卡尔迪亚人。而那些人将米尔托居特斯和他儿子一同带走,乘船出海到了公海之上,割断了儿子的喉咙,并在让他亲眼看着儿子被割喉之后,将他沉入大海溺毙。
- 167πρότερον προσκαθήμενος τὸν ὑμέτερον στρατηγὸν ἔπεισε καὶ ἠνάγκασε μὴ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν πράττειν, ἢ αὐτὸς ἐπείσθη ὧν ὡμολογήκει καὶ ὑπέσχητό τι πρᾶξαι
副词 πρότερον 与连词 ἤ 形成呼应,表示“在他自己被说服履行其赞同并许诺的事情之前,他就已经围逼将领并强迫他……”。后半句的 αὐτὸς ἐπείσθη 为被动态(被说服),ὧν 则发生了关系代词被省略的属格先行词同化的现象(即 τούτων ὧν ὡμολογήκει),作 τι πρᾶξαι 的宾语限制。
- 167τρεῖς δὲ μόναι ψῆφοι διήνεγκαν τὸ μὴ θανάτου τιμῆσαι
动词 διαφέρω 以票数(τρεῖς ψῆφοι)为主语,后接带有冗余否定词 μή 的冠词不定词(τὸ μὴ θανάτου τιμῆσαι)表示阻碍或结果,意为“仅仅三票之差阻止了判处死刑”(即距离判处死刑仅差三票)。
- 169γνοὺς ὅτι σωθήσεται πρὸς Κερσοβλέπτην ἂν ἀχθῇ
间接引语中的条件句。直接引语的未来可能条件句“σωθήσεται, ἐὰν πρὸς Κερσοβλέπτην ἀχθῇ”(ἐάν + 虚拟式,主句直陈式将来时)在从属于分词 γνούς 的 ὅτι 从句中保持了原有的语气和时态不变,ἄν + 虚拟式(ἀχθῇ)完整保留。
