← 狄摩西尼

控诉阿里斯托克拉底

§144-150

卡里德穆斯的背叛历程与背信恶行

演说者指出民众如何受到受贿演说家的蒙蔽,随后列举雇佣军首领卡里德穆斯的背叛恶行,详细陈述其如何通过私放人质阻碍雅典收复安菲波利斯、盗夺雅典舰船叛投敌国并屡次与雅典交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§144

βούλομαι τοίνυν ἤδη καὶ τὰ πεπραγμένʼ ἐξετάσαι τῷ Χαριδήμῳ1 διὰ βραχέων, καὶ δεῖξαι τὴν ὑπερβολὴν τῆς ἀναιδείας τῶν ἐπαινούντων αὐτόν. ἓν δʼ ὑμῖν ἐκεῖνʼ ὑπισχνοῦμαι, καί μου μηδεὶς ἀχθεσθῇ τῇ ὑποσχέσει· οὐ μόνον ὑμῖν ἐπιδείξω τῆς φυλακῆς οὐκ ἄξιον ἣν γέγραφʼ οὗτος, ἀλλὰ καὶ δίκην δόντʼ ἂν δικαίως τὴν μεγίστην,2 εἴπερ οἱ κακόνοι καὶ φενακίζοντες ὑμᾶς καὶ διὰ παντὸς ἐναντία πράττοντες κολάζοιντʼ ἂν δικαίως.

因此,我现在也想简要审查一下卡里德穆斯的所作所为,并揭露那些赞美他的人是何等肆无忌惮、厚颜无耻。我向你们许下一个诺言——请大家不要因我的这一承诺而感到不快——我不仅要向你们证明,他不配获得眼前此人所提议的这种护卫,而且还要证明,假若那些怀揣恶意、蒙骗你们并一贯采取敌对行动的人理应受到公正惩处,那么他本该名正言顺地承担极刑。

§145

ἴσως δέ τισιν λογιζομένοις ὑμῶν ὅτι πρῶτον μὲν πολίτης γέγονʼ ἅνθρωπος, εἶτα πάλιν χρυσοῖς στεφάνοις ὡς εὐεργέτης ἐστεφάνωται, θαυμάζειν ἐπελήλυθεν εἰ3 τὰ τηλικαῦθʼ οὕτως ἐξηπάτησθε ῥᾳδίως. εὖ τοίνυν ἴστʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε. καὶ διʼ ἅ γʼ εἰκότως τοῦτο πεπόνθατε, ἐγὼ πρὸς ὑμᾶς φράσω. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ γιγνώσκοντες ὀρθῶς ὑμεῖς οὐ διὰ τέλους αὐτοῖς χρῆσθε.

或许你们当中有些人一想到这个人首先获得了公民权,随后又作为恩人被授予金冠,便不免感到惊异:在如此重大的事情上,大家怎么会这般轻而易举地受骗上当?雅典人啊,请你们务必明白,你们确实被蒙蔽了。至于你们为何理所当然地遭遇了这一切,我将向你们说明。这是因为,雅典人啊,你们虽然在许多事情上认识得极为正确,却未能自始至终以此为准绳行事。

§146

οἷον τί λέγω; εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε, ἀλλʼ εἰ τοὺς ἐπὶ μισθῷ λέγειν καὶ γράφειν εἰωθότας εἴποι τις, εὖ οἶδʼ ὅτι συμφήσαιτʼ ἂν ἅπαντες. μέχρι μὲν δὴ τούτου καλῶς ἐγνώκατε, ἔπειτʼ οὐκέτʼ ὀρθῶς τὸ λοιπόν.

我这话是什么意思呢?假若有人问你们,城邦中所有阶层里你们认为哪一种人最坏,你们既不会说是农民,也不会说是商人,亦不会指矿工,更不会提及任何类似的群体;但如果有人说是那些惯于收受酬劳发表演说、起草提案的人,我深知你们所有人都会一致赞同。到此为止,你们的看法无疑是完全正确的;然而接下去,在余下的事情上,你们就不再明智了。

§147

οὓς γὰρ αὐτοὶ πονηροτάτους νομίζετε πάντων, τούτοις περὶ τοῦ ποῖόν τινʼ ἕκαστον χρὴ νομίζειν πεπιστεύκατε· οἱ δʼ ὃν ἂν αὑτοῖς λυσιτελῇ, καὶ χρηστὸν καὶ πονηρὸν εἶναί φασιν, οὐχ ὃν ἂν ᾖ δίκαιον καὶ ἀληθές. ὅπερ πεποιήκασι τὸν Χαρίδημον τοῦτον οἱ ῥήτορες πάντα τὸν χρόνον, ὡς καὶ ὑμεῖς ὁμολογήσετε, ἐπειδὰν ἀκούσητέ μου τὰ πεπραγμένʼ αὐτῷ.

因为被你们自己视为最为险恶的那些人,你们反而在评价每个人究竟应当被视为怎样的人这一问题上完全听信了他们;而他们宣称一个人是善是恶,全然取决于是否对他们自己有利,绝非出于何者合乎正义与真实。这正是那些演说家们历来在这位卡里德穆斯身上所做的事,当你们听完我叙述他的行径之后,你们自己也会承认这一点。

§148

ὅσα μὲν δὴ στρατιώτης ὢν ἐν σφενδονήτου καὶ ψιλοῦ μέρει τὸ ἀπʼ ἀρχῆς ἐναντίʼ ἐστράτευται τῇ πόλει, οὐ τίθημʼ ἐν ἀδικήματος μέρει, οὐδʼ ὅτι λῃστικόν ποτε πλοῖον ἔχων ἐλῄζετο τοὺς ὑμετέρους συμμάχους, ἀλλʼ ἐῶ ταῦτα. διὰ τί; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, αἱ ἀναγκαῖαι χρεῖαι τοὺς τοῦ τί πρακτέον ἢ μὴ λογισμοὺς ἀναιροῦσιν ἅπαντας, ὥστʼ οὐ πάνυ ταῦτʼ ἀκριβολογεῖσθαι δεῖ τὸν δικαίως ἐξετάζοντα. ἀλλʼ ὅθεν ἀρξάμενος ξεναγῶν ἤδη καί τινων ἄρχων στρατιωτῶν κακῶς ὑμᾶς ἐποίει, ταῦτʼ ἀκούσατέ μου.

诚然,他在最初身为普通士兵、作为投石手和轻装兵的一员而随军对抗本城邦的所有行径,我并不将其列入罪行之列;甚至他曾拥有一艘海盗船劫掠你们的同盟者,我也将这些置之度外。这是为什么?因为,雅典人啊,紧迫的生存匮乏会消除关于何者当为、何者不当为的一切权衡思量,因而一个公正审视之人绝不应在这类事情上过于苛求。但是,自他开始担任雇佣军统领并统率部众之时起,究竟是如何开始坑害你们的,请大家听我陈述。

§149

οὗτος ἓν μὲν ἁπάντων πρῶτον, μισθωθεὶς ὑπʼ Ἰφικράτους καὶ πλεῖν ἢ τρίʼ ἔτη μισθοφορήσας παρʼ ἐκείνῳ, ἐπειδὴ τὸν μὲν Ἰφικράτην ἀποστράτηγον ἐποιήσατε, Τιμόθεον δʼ ἐπʼ Ἀμφίπολιν καὶ Χερρόνησον ἐξεπέμψατε στρατηγόν, πρῶτον μὲν τοὺς Ἀμφιπολιτῶν ὁμήρους, οὓς παρʼ Ἁρπάλου λαβὼν Ἰφικράτης ἔδωκε φυλάττειν αὐτῷ, ψηφισαμένων ὑμῶν ὡς ὑμᾶς κομίσαι παρέδωκεν Ἀμφιπολίταις· καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν τοῦτʼ ἐμποδὼν κατέστη.4 δεύτερον δέ, μισθουμένου Τιμοθέου πάλιν αὐτὸν καὶ τὸ στράτευμα, τούτῳ μὲν οὐ μισθοῖ, πρὸς δὲ Κότυν πλέων ᾤχετʼ ἔχων τὰς ὑμετέρας τριακοντόρους, ὃν ἀκριβῶς ᾔδει τῶν ὄντων ἀνθρώπων ἐχθρόταθʼ ὑμῖν διακείμενον.

此人在所有事情中居首的第一桩罪状是:他受雇于伊菲克拉特斯,在那人手下领取军饷服役逾三年,而当你们解除了伊菲克拉特斯的将领之职、派遣梯摩特乌斯为将出兵安菲波利斯和赫尔松尼苏斯时,他首先便把安菲波利斯人的人质交还给了安菲波利斯人——这些人质原本是伊菲克拉特斯从哈耳帕罗斯手中接管并交由他看管的,尽管你们曾决议要将他们解押至你们这里;而这正是导致未能夺取安菲波利斯的一个障碍。其次,当梯摩特乌斯再度出资雇佣他及其军队时,他非但不肯受雇,反而强行带着属于你们的三十桨战船扬帆投奔了科提斯,尽管他心知肚明此人是普天下对你们怀有最深敌意之人。

§150

καὶ μετὰ ταῦτα, ἐπειδὴ τὸν πρὸς Ἀμφίπολιν πόλεμον πρότερον πολεμεῖν εἵλετο Τιμόθεος τοῦ πρὸς Χερρόνησον, καὶ οὐδὲν εἶχε ποιεῖν ὑμᾶς ἐκεῖ κακόν, μισθοῖ πάλιν αὑτὸν Ὀλυνθίοις τοῖς ὑμετέροις ἐχθροῖς καὶ τοῖς ἔχουσιν Ἀμφίπολιν κατʼ ἐκεῖνον τὸν χρόνον. καὶ πλέων ἐκεῖσε, ἐκ Καρδίας ἀναχθείς, ἵνα τἀναντία τῇ πόλει πολεμῇ, ὑπὸ τῶν ἡμετέρων τριήρων ἑάλω. διὰ τὸν παρόντα δὲ καιρὸν καὶ τὸ δεῖν ξένων ἐπὶ τὸν πόλεμον τὸν ἐπʼ Ἀμφίπολιν, ἀντὶ τοῦ δίκην δοῦναι ὅτι οὐκ ἀπεδεδώκει τοὺς ὁμήρους καὶ διότι πρὸς Κότυν ἐχθρὸν ὄνθʼ ὑμῖν ηὐτομόλησεν ἔχων τὰς τριακοντόρους, πίστεις δοὺς καὶ λαβὼν ἐστράτευσε μεθʼ ὑμῶν.

在此之后,当梯摩特乌斯决定先打针对安菲波利斯的战争、后打针对赫尔松尼苏斯的战争,致使他在当地无法对你们造成任何危害时,他又重新受雇于你们的敌人奥林图斯人以及当时占据安菲波利斯的人。随后,他从卡尔狄亚启航开往该地,企图同本城邦对抗作战,结果途中被我们的三列桨战船俘获。然而,由于当时的危局以及针对安菲波利斯的战事亟需雇佣军,他不仅未曾因没有交出人质以及带着三十桨船叛逃至你们的宿敌科提斯处而受到惩处,反倒相互立下誓约,随同你们一起出征作战了。

语法注4 条
  1. 144τῷ Χαριδήμῳ

    作为依赖于完成时被动分词 τὰ πεπραγμένα 的施事者与格(dative of agent)。虽然语法上亦可视为关系与格('就卡里德穆斯而言'),但在语境中更自然地理解为表示实行该系列行为的主体。

  2. 144δίκην δόντʼ ἂν δικαίως τὴν μεγίστην

    δόντʼ ἂν 为 δόντα ἄν 之省音形式。作为动词 ἐπιδείξω 之后的补充补足分词,与小词 ἄν 结合,在间接引语中代表非真实条件句或过去潜在的主句结果(相当于直陈式过去时+ἄν)。分词的逻辑主语为卡里德穆斯(宾格)。与后文 εἴπερ 引出的条件从句相呼应,表明其原本应当遭受极刑。

  3. 145θαυμάζειν ἐπελήλυθεν εἰ

    非人称结构,由与格(τισιν ὑμῶν)+ ἐπελήλυθεν + 不定词(θαυμάζειν)构成,意为“你们中某些人不禁感到诧异”。其后的 εἰ 引出依赖于 θαυμάζειν 的名词从句,表示惊讶或疑虑的内容(“竟如此轻信受骗”)。

  4. 149τοῦ μὴ λαβεῖν Ἀμφίπολιν τοῦτʼ ἐμποδὼν κατέστη

    τοῦ μὴ λαβεῖν 是带有否定词 μή 的属格冠词不定词,依附于表示阻碍的短语 ἐμποδὼν κατέστη(“成为阻碍”)。在表示妨碍、阻止的动词或短语后,属格不定词用于表达被阻碍的动作结果,即“成为未能夺取安菲波利斯的阻碍”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:144-150