- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:138-143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,为无法无天的雇佣军首领卡里德穆斯通过庇护法令严重损害城邦声誉,并通过历史上雇佣军首领菲利斯科斯沦为暴君及其遇刺的先例,警告强行在同盟中引渡义士将导致荒谬而可耻的后果。
ὅτι τοίνυν ἄνευ τοῦ τοῖς πράγμασι μὴ συμφέρειν1 τὸ ψήφισμα, οὐδὲ πρὸς δόξαν συμφέρει τῇ πόλει τοιοῦτον οὐδὲν ἐψηφισμένῃ φαίνεσθαι, καὶ τοῦτο δεῖ μαθεῖν ὑμᾶς. εἰ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πόλιν οἰκοῦντί τῳ καὶ νόμοις πολιτευομένῳ τὸ ψήφισμʼ ἐγέγραπτο, δεινὸν ὂν ἧττον ἂν ἦν αἰσχρόν· νῦν δὲ γέγραπται Χαριδήμῳ τῷ πόλιν μὲν οὐδʼ ἡντινοῦν οἰκοῦντι, Θρᾳκὶ δʼ ἀνθρώπῳ στρατηγοῦντι καὶ διὰ τῆς ἐκείνου βασιλείας πολλοὺς ἀδικοῦντι.
再者,你们还必须明白这一点:除了该法令在现实利害上毫无裨益之外,让城邦显得通过了这样一份决议,即使对于声誉也毫无益处。因为,雅典人啊,假若这份法令是为某个定居城邦、依循法律过公民生活的人所起草,虽属可怕,尚且不至如此可耻;然而如今,它却是为卡里德穆斯这样一个人起草的——他根本不住在任何城邦之中,而是身为一个色雷斯人的将领,凭借那人的王权祸害众多民众。
ἴστε γὰρ δήπου τοῦθʼ ὅτι πάντες οἱ ξεναγοῦντες οὗτοι πόλεις καταλαμβάνοντες Ἑλληνίδας ἄρχειν ζητοῦσιν, καὶ πάντων, ὅσοι περ νόμοις οἰκεῖν βούλονται τὴν αὑτῶν ὄντες ἐλεύθεροι, κοινοὶ περιέρχονται κατὰ πᾶσαν χώραν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐχθροί. ἆρʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἢ πρέπον ὑμῖν τοῦ μὲν εἵνεκα τῆς ἑαυτοῦ πλεονεξίας ἐπιβουλεύσοντος οἷς ἂν τύχῃ τοιαύτην φυλακὴν ἐψηφισμένους φαίνεσθαι, τοῖς δʼ ὑπὲρ τῆς ἑαυτῶν ἐλευθερίας ἀμυνουμένοις εἴργεσθαι τῆς ὑμετέρας συμμαχίας προειρηκέναι;
你们想必清楚这一点:所有这些雇佣军首领无不企图通过攻占希腊城邦来建立统治,说句老实话,对于所有身为自由人而愿在本国依循法律定居的人而言,他们流窜各地,实为共同的敌人。既然如此,雅典人啊,你们竟然为了一个仅因个人贪欲便会对所遇之人肆意阴谋不轨的家伙,显得通过决议予以这般护卫,却向那些为了捍卫自身自由而奋起抵抗的人宣告将其排斥在你们的同盟之外,这难道能称得上光彩或体面吗?
ἐγὼ μὲν οὐχ ὑπολαμβάνω τοῦτʼ οὔτε καλῶς ἔχειν οὔθʼ ὑμῶν ἀξίως. πῶς γὰρ οὐκ αἰσχρὸν Λακεδαιμονίοις μὲν ἐγκαλεῖν ὅτι τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἔγραψαν ἐξεῖναι δρᾶσαι πᾶν ὅ τι ἂν θέλῃ βασιλεύς, αὐτοὺς δʼ ἐκδοῦναι καὶ τοὺς τὴν Εὐρώπην οἰκοῦντας Κερσοβλέπτῃ καὶ πάντας ὅσων περ ἂν οἴηται κρείττων Χαρίδημος ἔσεσθαι; οὐ γὰρ ἄλλο τι ποιεῖ τὸ ψήφισμα τουτί, ὅτε τῷ μὲν ἐκείνου στρατηγῷ οὐ διῄρηται τί πρακτέον ἢ μή, πᾶσι δέ, ἄν τις ἀμύνηται, τοσοῦτος ἐπήρτηται φόβος.
我个人绝不认为这是正当的,也绝不认为这是配得上你们的。因为,谴责斯巴达人规定国王可以对居住在亚洲的希腊人任意妄为,而你们自己却将居住在欧洲的人、以及卡里德穆斯自认为能够压服的所有人拱手让给克索布勒普特斯,这岂非可耻至极?因为这份法令所造成的后果莫过于此:那位国王的将领在所行之事上完全不受何可为、何不可为的约束,而对其他所有人而言,一旦有人奋起自卫,便要面临如此巨大的威吓。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γεγονός τι πρᾶγμα φράσαι πρὸς ὑμᾶς βούλομαι, διʼ οὗ μᾶλλον ἔθʼ ὑμῖν γενήσεται δῆλον ὡς σφόδρα δεῖ λῦσαι τὸ ψήφισμα τουτί. ὑμεῖς ἐποιήσασθʼ ἔν τισι καιροῖς καὶ χρόνοις Ἀριοβαρζάνην πολίτην καὶ διʼ ἐκεῖνον Φιλίσκον, ὥσπερ νῦν διὰ Κερσοβλέπτην Χαρίδημον. ὢν δʼ ὅμοιος ἐκεῖνος τούτῳ τῇ προαιρέσει τοῦ βίου, διὰ τῆς Ἀριοβαρζάνου δυνάμεως πόλεις κατελάμβανεν Ἑλληνίδας, εἰς ἃς εἰσιὼν πολλὰ καὶ δείνʼ ἐποίει, παῖδας ἐλευθέρους ἀδικῶν καὶ γυναῖκας ὑβρίζων, καὶ πάντα ποιῶν ὅσʼ ἂν ἄνθρωπος ποιήσειεν ἄνευ νόμων καὶ τῶν ἐν πολιτείᾳ καλῶν τεθραμμένος εἰς ἐξουσίαν ἐλθών.
不仅如此,雅典人啊,我还想向你们陈述一件过去真实发生过的事,通过它,你们将更加清楚地看到废除这份法令究竟何其紧迫。你们曾几何时授予阿里奥巴尔赞涅斯公民权,并借由他将公民权授予了菲利斯科斯,正如如今借由克索布勒普特斯授予卡里德穆斯一样。那个人在人生的志向取向上与此人如出一辙,凭借阿里奥巴尔赞涅斯的势力攻占希腊城邦,进入城中作恶多端,侵害自由民子女,凌辱妇女,干尽了一个未曾受过法律与城邦崇高体制熏陶的人在攫取权力后所能干出的一切恶事。
ἐν δὴ Λαμψάκῳ τινὲς ἄνθρωποι γίγνονται δύο· Θερσαγόρας ὄνομʼ αὐτῶν θατέρῳ, τῷ δʼ Ἐξήκεστος· οἳ παραπλήσια τοῖς παρʼ ἡμῖν γνόντες περὶ τῶν τυράννων ἀποκτιννύασι τὸν Φιλίσκον δικαίως, τὴν αὑτῶν πατρίδʼ οἰόμενοι δεῖν ἐλευθεροῦν. εἰ δὴ τῶν τόθʼ ὑπὲρ Φιλίσκου λεγόντων, ὅτʼ ἐμισθοδότει μὲν τοῖς ἐν Περίνθῳ ξένοις, εἶχεν δʼ ὅλον τὸν Ἑλλήσποντον, μέγιστος δʼ ἦν τῶν ὑπάρχων, ἔγραψέ τις ὥσπερ οὗτος νυνί, ἐάν τις ἀποκτείνῃ Φιλίσκον, ἀγώγιμον αὐτὸν ἐκ τῶν συμμάχων εἶναι, πρὸς Διὸς θεάσασθʼ εἰς ὅσην αἰσχύνην ἂν ἡ πόλις ἡμῶν ἐληλύθει.
随后在拉姆普萨库斯出现了两个人,一人名叫瑟尔萨戈拉,另一人叫埃克塞克司托斯;他们对僭主的看法与我们这里的理念如出一辙,认为必须解放自己的祖国,因而名正言顺地诛杀了菲利斯科斯。假若当时在菲利斯科斯为佩林图斯的雇佣兵发放薪饷、占据整个赫勒斯滂且在诸总督中权势最盛之时,为他说话的人中也有人像如今这个提案者一样提议:若有人杀害菲利斯科斯,便当从同盟城邦中引渡此人——指着宙斯发誓,请你们看看,我们的城邦本会陷入何等巨大的耻辱之中!
ἧκε μὲν γὰρ ὁ Θερσαγόρας καὶ ὁ Ἐξήκεστος εἰς Λέσβον καὶ ᾤκουν ἐκεῖ· εἰ δʼ ἐφήπτετό τις τῶν Φιλίσκου φίλων ἢ παίδων, ἐξεδίδοντʼ ἂν ὑπὸ τοῦ ὑμετέρου ψηφίσματος. πῶς οὖν οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν ἦτε πεποιηκότες,2 ἄνδρες Ἀθηναῖοι, εἰ τοὺς μὲν παρʼ ὑμῖν τοιοῦτό τι πράξαντας χαλκοῦς ἱστάντες καὶ ταῖς μεγίσταις δωρειαῖς τιμῶντες ἐφαίνεσθε, τοὺς δʼ ἑτέρωθί που τὴν αὐτὴν τούτοις διάνοιαν ὑπὲρ τῆς αὑτῶν πατρίδος ἔχοντας ἐκδότους εἶναι κατεψηφισμένοι; τοῦτο τοίνυν ἐπʼ ἐκείνου μέν, εὖ ποιοῦν,3 οὐ συνέβη φενακισθεῖσιν ὑμῖν αἰσχύνην ὀφλεῖν· ἐπὶ τούτου δέ, ἂν ἐμοὶ πίθησθε, φυλάξεσθε. μὴ γὰρ ὡρισμένου μηδενός, ἀλλʼ ἁπλῶς ἄν τις ἀποκτείνῃ Χαρίδημον γεγραμμένου, τάχʼ ἄν, εἰ τύχοι, καὶ τοιοῦτό τι συμβαίη.
因为瑟尔萨戈拉和埃克塞克司托斯去了莱斯博斯并定居于彼;假若菲利斯科斯的友人或子嗣抓住了他们,根据你们的法令,他们就必须被引渡。雅典人啊,如果你们在自己本土对于行此壮举之人立铜像并授予最高恩赐以示尊崇,却对别处为了捍卫自己祖国而怀有同样胸襟的人决议予以引渡,你们所铸成的难道不是既可耻又骇人听闻的大错吗?在那件事上,幸亏你们并未受蒙蔽而蒙受耻辱;但在眼前这件事上,如果你们听从我的劝告,就应当预加防范。因为该法令并未限定任何条件,仅仅写着:‘若有人杀害卡里德穆斯’,倘若发生变故,完全可能导致类似的惨剧。
- 138ἄνευ τοῦ τοῖς πράγμασι μὴ συμφέρειν
介词 ἄνευ 搭配带冠词的不定式 τοῦ συμφέρειν,并带有否定词 μή,构成表示排除的副词性短语,意为“除了……不符合……之外”。与格 τοῖς πράγμασι 表示“实际事务/现实利益”。
- 143πῶς οὖν οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν ἦτε πεποιηκότες
短语 ἂν ἦτε πεποιηκότες 是与过去事实相反的迂回完成式结构(εἰμί 的未完成过去时 ἦτε + 完成分词 πεποιηκότες + ἄν),呼应后文由 εἰ 引出的条件分句(...ἐφαίνεσθε... κατεψηφισμένοι),强调该假设性行为的严重后果:“你们岂不是犯下了可耻而可怕的大错”。
- 143εὖ ποιοῦν
中性分词短语 εὖ ποιοῦν 的成语性插入用法,作副词解,意为“幸好”、“幸运的是”,在性、数、格上与主语 τοῦτο 保持一致。
