- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:130-137
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引伊菲克拉特斯当年全力相助科图斯却反遭背叛与驱逐的先例,论证通过法令保护卡里德穆斯是毫无意义且极其危险的,因为克索布勒普特斯同样会对其弃如敝履。
σκεψώμεθα δʼ οὑτωσί. ἴστε δήπου τοῦτʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι χαλκῆς εἰκόνος οὔσης παρʼ ὑμῖν Ἰφικράτει καὶ σιτήσεως ἐν πρυτανείῳ καὶ δωρειῶν καὶ τιμῶν ἄλλων, διʼ ἃς εὐδαίμων ἐκεῖνος ἦν, ὅμως ἐτόλμησεν ὑπὲρ τῶν Κότυος πραγμάτων ἐναντία τοῖς ὑμετέροις στρατηγοῖς ναυμαχεῖν, καὶ περὶ πλείονος ἐποιήσατο τὴν ἐκείνου σωτηρίαν ἢ τὰς ὑπαρχούσας ἑαυτῷ παρʼ ὑμῖν τιμάς· καὶ εἰ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν ὑμεῖς τῆς ἐκείνου προπετείας, οὐδὲν ἂν αὐτὸν ἐκώλυεν ἀθλιώτατον ἀνθρώπων ἁπάντων εἶναι.
让我们这样来思考吧。雅典人啊,你们想必知道这一点:尽管伊菲克拉特斯在你们这里拥有青铜塑像、在公宴厅享用膳食以及其他恩赐与荣耀,他也因此过着优渥的生活,但他仍然为了科图斯的事务,竟敢与你们的将军们进行海战,将那个人的安危置于自己在你们这里现有的荣誉之上;如果你们当时的愤怒没有比他的鲁莽更为克制,就没有任何事情能阻止他成为全人类中最悲惨的人。
ἀλλʼ ὅμως ὁ Κότυς, ὑπʼ ἐκείνου σωθεὶς καὶ λαβὼν ἔργῳ τῆς ἐκείνου φιλίας πεῖραν, ἐπειδὴ βεβαίως ἡγήσατο σῶς εἶναι, οὐχ ὅπως ἀποδώσει χάριν ἐσπούδασεν αὐτῷ καὶ πρὸς ὑμᾶς διʼ ἐκείνου τι φιλάνθρωπον ἔπραξεν, ἵνα συγγνώμης ἐπὶ τοῖς πεπραγμένοις τύχῃ, ἀλλὰ πᾶν τοὐναντίον1 ἠξίου μὲν αὐτὸν συμπολιορκεῖν τὰ λοιπὰ τῶν ὑμετέρων χωρίων, οὐκ ἐθέλοντος δʼ ἐκείνου, λαβὼν αὐτὸς τήν τε βαρβαρικὴν δύναμιν καὶ τὴν ὑπʼ ἐκείνου συνειλεγμένην, καὶ τὸν Χαρίδημον τοῦτον προσμισθωσάμενος, προσέβαλλε τοῖς ὑμετέροις χωρίοις, καὶ εἰς τοῦτο κατέστησε τὸν Ἰφικράτην ἀπορίας, ὥστʼ ἀπελθόντʼ εἰς Ἄντισσαν οἰκεῖν καὶ πάλιν εἰς Δρῦν, ἡγούμενον ὡς μὲν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἐλθεῖν, οὓς ὑστέρους ἐπεποίητο τοῦ Θρᾳκὸς καὶ τοῦ βαρβάρου, παρʼ ἐκείνῳ δʼ οὐκ ἀσφαλὲς εἶναι μένειν, ὃν οὕτως ὀλιγωροῦνθʼ ἑώρα τῆς ἑαυτοῦ σωτηρίας.
然而,科图斯被他拯救、且在实际行动中体验到了那人的友谊之后,一旦自认为地位稳固安全,不仅没有努力向他报恩,也没有为了使他因既往作为获得宽恕而通过他向你们做出任何示好之举,反而完全相反,竟然要求他共同围攻你们其余的要塞;当他拒绝时,科图斯亲自率领蛮族军队和那人所召集的军队,又雇佣了眼前这位卡里德穆斯,向你们的要塞发起进攻,使伊菲克拉特斯陷入如此困境,以致他不得不离去前往安提萨居住,继而又移居德律斯,因为他认为,既然曾将色雷斯人和蛮族置于你们之上,回到你们那里是不体面的,而留在那个人身边又是不安全的,因为他看到那个人竟然如此漠视〔伊菲克拉特斯〕自己的安全。
ἂν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Κερσοβλέπτης ἐκ τῆς τῷ Χαριδήμῳ νῦν ἀδείας κατασκευαζομένης αὐξηθεὶς ὀλιγωρῇ μὲν ἐκείνου, νεωτερίζῃ δέ τι καὶ κινῇ πρὸς ὑμᾶς, ἐξαρκεῖ τοῦθʼ ὑμῖν, ἐὰν Χαρίδημος ἐξαπατηθῇ, τὸν Θρᾷκʼ ἰσχυρὸν ἐφʼ ὑμᾶς αὐτοὺς κατεσκευακέναι; ἐγὼ μὲν οὐκ ἀξιῶ. καὶ γὰρ ἐκεῖνο νομίζω δίκαιον, εἰ μὲν αἰσθάνεται ταῦτα καὶ προορᾷ Χαρίδημος, εἶθʼ ὅπως τοιούτων ψηφισμάτων τεύξεται διαπράττεται, ὡς ἐπιβουλεύοντι μὴ ἐπιτρέπειν αὐτῷ, εἰ δὲ λέληθεν αὐτόν, ὅσῳ μᾶλλον εὔνουν τις αὐτὸν ὑπείληφεν εἶναι, τοσούτῳ μᾶλλον προϊδέσθαι2 καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ ἐκείνου. ἔστι γὰρ φίλων ἀγαθῶν οὐ τὰ τοιαῦτα χαρίζεσθαι τοῖς εὔνοις, ἐξ ὧν κἀκείνοις καὶ σφίσιν αὐτοῖς ἔσται τις βλάβη, ἀλλʼ ὃ μὲν ἂν μέλλῃ συνοίσειν ἀμφοῖν, συμπράττειν, ὃ δʼ ἂν αὐτὸς ἄμεινον ἐκείνου προορᾷ, πρὸς τὸ καλῶς ἔχον τίθεσθαι καὶ μὴ τὴν ἤδη χάριν τοῦ μετὰ ταῦτα χρόνου παντὸς περὶ πλείονος ἡγεῖσθαι.
那么,雅典人啊,如果克索布勒普特斯也因如今为卡里德穆斯谋划的免责特权而实力大增,进而漠视卡里德穆斯,甚至对你们图谋叛乱、制造动荡,如果卡里德穆斯受了欺骗,难道这就足以成为你们将那名色雷斯人培育成针对你们自身的强大势力的合理解释吗?我绝不这样认为。因为我认为这才是正当的:如果卡里德穆斯察觉并预见到了这些,却仍设法谋求此类法令,那么鉴于他在图谋不轨,就绝不能顺从于他;如果他未能察觉,那么越是有人认为他怀有善意,就越应当为了我们自身以及为了他而提前防备。因为真正的朋友不应拿会给对方和自己都带来损害的事物去讨好怀有善意之人,而应在对双方皆有利的事情上通力协作;在自己比对方预见得更为明智之处,应以追求良好结果为出发点,绝不可把眼前的讨好置于此后所有岁月之上。
οὐ τοίνυν οὐδʼ ἐκεῖνο λογιζόμενος δύναμαι κατιδεῖν, ὡς, εἰ καὶ βάρβαρος καὶ ἄπιστος ὁ Κερσοβλέπτης, ὅμως προνοηθείη γʼ ἂν μὴ τὰ τηλικαῦτʼ ἀδικῆσαι Χαρίδημον. ὅταν γὰρ πάλιν ἐξετάσω ἡλίκων Κότυς Ἰφικράτην ἀποστερήσειν μέλλων οὐδὲν ἐφρόντισεν, παντελῶς τούτῳ γʼ οὐδὲν ἂν ἡγοῦμαι μελῆσαι τῶν ἀπολουμένων Χαριδήμῳ.
再者,我经过思量也无法看到,即使克索布勒普特斯是个蛮族且背信弃义之人,他竟然还会顾忌不对卡里德穆斯造成如此巨大的伤害。因为当我重新审视科图斯当年企图剥夺伊菲克拉特斯如此巨大的权益却毫不在意时,我认为眼前这个人对卡里德穆斯将要失去的一切也绝不会有丝毫顾惜。
ὁ μέν γʼ ἐκεῖνον τιμάς, σίτησιν, εἰκόνας, πατρίδʼ ἣ ζηλωτὸν αὐτὸν ἐποίησεν, ὀλίγου δέω λέγειν πάνθʼ ὧν ἄνευ ζῆν οὐκ ἄξιον ἦν Ἰφικράτει, νομίζων ἀποστερήσειν οὐκ ἐπεστράφη·3 οὗτος δʼ ὡς ἀληθῶς τίνος ἂν καὶ λόγον σχοίη μὴ Χαρίδημον ἀποστερήσῃ; οὐδʼ ὁτιοῦν ἐστι γὰρ παρʼ ὑμῖν αὐτῷ, οὐ παῖδες, οὐκ εἰκών, οὐ συγγενεῖς, οὐκ ἄλλʼ οὐδέν.
因为前一位君主企图剥夺伊菲克拉特斯的荣誉、公宴膳食、塑像、以及让他受人羡慕的祖国——我几乎可以说是剥夺没有这些就根本不值得苟活的一切——却毫不动容;而眼前这个人究竟还会顾及什么,以免〔将其〕从卡里德穆斯那里夺走呢?因为卡里德穆斯在你们这里根本一无所有:没有儿女,没有塑像,没有亲属,没有任何其他东西。
καὶ μὴν εἰ μήτε φύσει πιστὸς ὁ Κερσοβλέπτης, ἔκ τε τῶν γεγενημένων πρότερον δικαίως ἄπιστος, μηδέν τε τοιοῦτον ὑπάρχει τοῖς πράγμασιν διʼ ὃ κἂν παρὰ γνώμην καὶ φύσιν προνοηθείη τι τοῦ Χαριδήμου, τίνος εἵνεχʼ ἁπλῶς καὶ κομιδῇ τετυφωμένως οὕτως, ἃ βούλεται διαπράξασθαι, συλλάβωμεν αὐτῷ, καὶ ταῦτʼ ἐφʼ ἡμῖν ὄντα; ἐγὼ μὲν οὐχ ὁρῶ.
既然克索布勒普特斯既非天生守信,由以往的事迹来看又理当不可信任,而且现实局势中也不存在任何能使他哪怕违背本心与天性也会顾及卡里德穆斯的因素,我们究竟为什么要如此轻率且完全昏聩地去协助他达成所愿,而且这本完全取决于我们自身?我反正是看不出来的。
- 131οὐχ ὅπως ἀποδώσει χάριν ἐσπούδασεν αὐτῷ καὶ πρὸς ὑμᾶς διʼ ἐκείνου τι φιλάνθρωπον ἔπραξεν, ἵνα συγγνώμης ἐπὶ τοῖς πεπραγμένοις τύχῃ, ἀλλὰ πᾶν τοὐναντίον
短语 οὐχ ὅπως 属于希腊语惯用句式,相当于拉丁语的 non modo non(“不仅不……”、“绝非……”),与后文的 ἀλλὰ πᾶν τοὐναντίον(“反而完全相反”)相呼应。它统摄动词 ἐσπούδασεν 与 ἔπραξεν,构成强烈的否定对比。
- 133καὶ γὰρ ἐκεῖνο νομίζω δίκαιον, εἰ μὲν αἰσθάνεται ταῦτα καὶ προορᾷ Χαρίδημος, εἶθʼ ὅπως τοιούτων ψηφισμάτων τεύξεται διαπράττεται, ὡς ἐπιβουλεύοντι μὴ ἐπιτρέπειν αὐτῷ, εἰ δὲ λέληθεν αὐτόν, ὅσῳ μᾶλλον εὔνουν τις αὐτὸν ὑπείληφεν εἶναι, τοσούτῳ μᾶλλον προϊδέσθαι
主句谓语 νομίζω 支配省略了不定词 [εἶναι] 的宾语补足语 δίκαιον,指示代词 ἐκεῖνο 先行指代(prolepsis)后面的两个不定词短语 μὴ ἐπιτρέπειν 与 προϊδέσθαι。紧接着两个平行的条件从句(εἰ μέν…… εἰ δέ……)分别对应两个结论:如果他明知故犯(εἰ μὲν αἰσθάνεται),便不可纵容他(μὴ ἐπιτρέπειν);如果他懵懂不觉(εἰ δὲ λέληθεν),则更应提前防备(προϊδέσθαι)。
- 136ὁ μέν γʼ ἐκεῖνον τιμάς, σίτησιν, εἰκόνας, πατρίδʼ ἣ ζηλωτὸν αὐτὸν ἐποίησεν, ὀλίγου δέω λέγειν πάνθʼ ὧν ἄνευ ζῆν οὐκ ἄξιον ἦν Ἰφικράτει, νομίζων ἀποστερήσειν οὐκ ἐπεστράφη
动词 ἀποστερέω(剥夺)支配双宾格:表示人的宾格(ἐκεῖνον,指伊菲克拉特斯)和表示事物的宾格(τιμάς, σίτησιν, εἰκόνας, πατρίδα…… πάνθʼ)。分词 νομίζων 与主句主语 ὁ μέν(指科图斯)一致,意为“打算剥夺他这些事物”。此外,ὀλίγου δέω λέγειν 是插入式惯用表达,意为“我几乎可以说”或“可以说是”。
