← 狄摩西尼

控诉阿里斯托克拉底

§123-129

授予雇佣军特权的危害与外邦人的不可信

演说者告诫称,授予雇佣军将领免责特权将开创危险先例,招致其他将领纷纷索取同等待遇,甚至使雅典沦为专制统治者的私人保镖。他援引皮同转投腓力的背信事例以及卡里德穆斯与克索布勒普特斯的危险姻亲纽带,论证唯利是图的异邦冒险家绝不可信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§123

οὐ τοίνυν ἔγωγʼ οὐδʼ ἐκεῖνʼ ἰδεῖν δύναμαι, ὡς οὐχὶ πάντες ἄνθρωποι τούτων ἀξιώσουσι τυχεῖν, ὅσοις πέρ ἐστι καὶ ἡτισοῦν εὐεργεσίας πρόφασις πρὸς ὑμᾶς, εἰ Χαριδήμῳ δώσετε, οἷον, εἰ βούλεσθε, Σίμων, Βιάνωρ, Ἀθηνόδωρος, ἄλλοι μυρίοι. εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες·1 εἰ δὲ τῷ μέν, τοῖς δʼ οὔ, δικαίως ἐγκαλοῦσιν οἱ μὴ τυχόντες.

再者,我也看不出,如果你们把这些特权授予卡里德穆斯,那么凡是对你们哪怕有一丝一毫恩惠名分的人,比如你们愿意想到的西蒙、比亚诺尔、雅典诺多罗斯以及其他无数人,怎么可能不要求获得这些优待。如果我们为所有人表决通过这些特权,看来我们将不知不觉地沦为雇工,充当保护他们每个人安全的卫士;但如果授予其中某一人而不授予其他人,未能获得的人便会理直气壮地谴责我们。

§124

φέρʼ, ἐὰν δὲ δὴ καὶ Μενέστρατος ἡμᾶς ὁ Ἐρετριεὺς ἀξιοῖ ταὐτὰ καὶ αὑτῷ ψηφίσασθαι, ἢ Φάυλλος ὁ Φωκεὺς ἤ τις ἄλλος δυνάστης (πολλοῖς δὲ δήπου διὰ καιρούς τινας πολλάκις φίλοι γιγνόμεθα), πότερον ψηφιούμεθα πᾶσιν ἢ οὔ; ψηφιούμεθα νὴ Δία. καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ τῶν Ἑλλήνων ἐπʼ ἐλευθερίᾳ προεστάναι φάσκοντες τοὺς ἰδίᾳ δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένους δορυφοροῦντες φανούμεθα;

且看,如果埃雷特里亚人梅内斯特拉托斯也要求我们为他表决通过同样的特权,或者福基斯人法乌卢斯以及任何其他统治者提出要求(想必因时势所趋,我们常常会与许多人结为盟友),我们究竟是为所有人表决通过,还是不通过呢?指着宙斯发誓,我们必定会表决通过。雅典人啊,当我们一边声称为了自由而统率全希腊人,一边却暴露出自己在充当那些凌驾于民众之上拥有私人武装势力之人的卫兵时,我们还能说出什么体面的话来?

§125

εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡς ἔγωγʼ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδʼ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθʼ ὡς ἀληθῶς ὅστις ἅπασιν ἀνθρώποις ἔσται φανερὸς ὑπὲρ τοῦ μή τι παθεῖν ταῦθʼ εὑρισκόμενος, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετʼ ἀδείας ἑτέρους κακῶς, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν ὁ Χαρίδημος οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸς ὑμᾶς οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθʼ εὑρισκομένων, ἐάσω· ἀλλʼ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶς ἐξετάζειν δοκῶ.

因为如果真要将此类特权授予某人(尽管我坚决主张不应授予),那么首先应当授予从未作恶之人,其次应当授予即使企图作恶也无能为力之人,最后应当授予确实在所有人眼中昭然若揭只是为了免遭侵害而寻求这一保障、而非为了免受惩处而肆意加害他人之人。至于卡里德穆斯既非对你们无可挑剔之人,亦非为了免遭侵害而寻求这一保障之人,我就暂且不提了;但他甚至在今后的岁月中也是完全不可信赖的,请听我道来,并评判我的审视是否公允。

§126

ἐγὼ νομίζω, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοι μὲν τῶν ἡμετέρων ἐθῶν καὶ νόμων ἐπιθυμηταὶ γενόμενοι πολῖται γενέσθαι ἐσπούδασαν, ἅμα τʼ αὐτοὺς ἂν τυγχάνειν τούτων καὶ παρʼ ἡμῖν οἰκεῖν καὶ μετέχειν ὧν ἐπεθύμησαν·2 ὅσους δὲ τούτων μὲν μηδενὸς μήτʼ ἐπιθυμία μήτε ζῆλος εἰσέρχεται, τὴν πλεονεξίαν δʼ ἀγαπῶσιν ἣν διὰ τοῦ δοκεῖν ὑφʼ ὑμῶν τιμᾶσθαι καρποῦνται, τούτους δʼ οἴομαι, μᾶλλον δʼ οἶδα σαφῶς, ὅταν ποτὲ μείζονος πλεονεξίας ἑτέρωθεν ἐλπίδʼ ἴδωσιν, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσαντας ἐκείνην θεραπεύσειν.

雅典人啊,我认为,凡是倾慕我们的风俗与法律并热切期望成为公民之人,他们自会在获得这些特权的同时定居于我们之中,共享他们所向往的一切;然而至于那些对这些事物既无向往亦无仿效之心、仅贪图因看似受到你们礼遇而攫取的暴利之人,我认为——更确切地说是深知——一旦他们从别处看到更大获利的希望,就会对你们毫不顾念而转去逢迎对方。

§127

οἷον, ἵνʼ εἰδῆτε καὶ ὑμεῖς πρὸς ὃ ταῦτʼ ἐγὼ βλέπων λέγω, Πύθων οὑτοσί, ὅτε μὲν Κότυν εὐθὺς ἀπεκτονὼς οὐκ ἀσφαλὲς ἡγεῖτʼ ἀπελθεῖν ὅποι τύχοι, ἦλθεν ὡς ὑμᾶς καὶ πολιτείαν ᾔτησεν καὶ πάντων ἐποιήσατο πρώτους ὑμᾶς, ἐπειδὴ δʼ οἴεται τὰ Φιλίππου πράγματα συμφέρειν αὑτῷ μᾶλλον, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσας τἀκείνου φρονεῖ. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ τούτοις τοῖς ἐπὶ τῇ τοῦ πλεονεκτεῖν προαιρέσει ζῶσιν οὐδὲν οὔτε βέβαιον οὔθʼ ὅσιον, ἀλλὰ δεῖ τούτων, ὅστις εὖ φρονεῖ, φυλαττόμενον περιεῖναι, μὴ προπιστεύσαντα κατηγορεῖν.3

举例来说,为了使你们也明了我是根据何事而言此番话的:眼前这位皮同,当年刚刚刺杀科图斯、自认无论逃往何处皆不安全时,便来到你们这里乞求公民权,将你们奉为首位;然而如今既然认为腓力的事业对他更为有利,他便对你们毫不顾念而一心倒向腓力。雅典人啊,在这些以图谋暴利为生存原则的人身上,绝无、绝无任何稳固或神圣可言;明智之人必须时刻防备他们以克敌制胜,绝不可在预先轻信之后再行指责。

§128

εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὐναντίον ἢ τἀληθὲς ὑπάρχει, θείημεν τὸν Χαρίδημον αὐτὸν καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι, καὶ μηδέποτʼ ἄλλην γνώμην ἢ ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει καλῶς ταῦτʼ αὐτῷ ψηφίσασθαι. εἰ μὲν γὰρ ἐπʼ ἄλλο τι ταύτην τὴν ἄδειαν ἐλάμβανε, τὴν ἐκ τοῦ ψηφίσματος, ἢ τὰ Κερσοβλέπτου πράγματα, ἧττον ἂν ἦν δεινόν· νῦν δέ, ὑπὲρ οὗ καταχρήσεται τῇ διὰ τοῦ ψηφίσματος πλεονεξίᾳ,4 οὐκ ἀξιόπιστον οὔθʼ ἡμῖν οὔτʼ ἐκείνῳ λογιζόμενος εὑρίσκω.

因此,雅典人啊,即使我们做出与事实完全相反的假设,设定卡里德穆斯本人过去对我们竭诚尽力,现在如此,将来亦复如是,并且永不会产生异心,为他表决通过这些特权也绝非合适之举。因为如果他从该法令中获得的免受追究特权是用于除克索布勒普特斯政务之外的任何其他事务,危害尚轻;但就目前而言,我盘算下来发现,他将为其滥用法令所赋予的非分特权之人,无论对我们还是对那个人〔卡里德穆斯〕而言,都是不可信任的。

§129

σκέψασθε δʼ ὡς δικαίως ἕκαστʼ ἐξετάζω, καὶ σφόδρα γʼ εἰκότως δεδιώς. ἐγὼ σκοπῶ Κότυν, ὅτι κηδεστὴς ἦν Ἰφικράτει τὸν αὐτὸν τρόπον ὅνπερ Χαριδήμῳ Κερσοβλέπτης, καὶ τὰ πεπραγμένʼ ὁρῶ πολλῷ μείζονα καὶ χάριτος πλείονος ἄξιʼ ὑπὲρ Κότυος Ἰφικράτει ἢ ὑπὲρ Κερσοβλέπτου Χαριδήμῳ.

请看我是何等公正地审视每一件事,且怀有多么合理的戒惧。我考察科图斯,看到他与伊菲克拉特斯结为姻亲,其方式正如克索布勒普特斯之于卡里德穆斯;而在我看来,伊菲克拉特斯为科图斯立下的功绩,远比卡里德穆斯为克索布勒普特斯所立下的要巨大得多,也更值得感激。

语法注4 条
  1. 123λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργον ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες

    动词 λήσομεν(λανθάνω 的将来时陈述语气)支配两个补充补充分词 ποιοῦντες 和 δορυφοροῦντες。此句型表示无意识中或不可避免的结果(“看来我们将不知不觉地做……”)。其中 δορυφοροῦντες 进一步说明了 ποιοῦντες 的具体行为方式(即“通过充当保镖来履行雇工的职能”)。

  2. 126ἅμα τʼ αὐτοὺς ἂν τυγχάνειν τούτων καὶ παρʼ ἡμῖν οἰκεῖν καὶ μετέχειν ὧν ἐπεθύμησαν

    由主动词 νομίζω 引出的间接引语中的“宾格+ἄν+不定词”结构,相当于直接引语中的潜势希求语气(ἂν τυγχάνοιεν 等)。语气小词 ἄν 直接修饰 τυγχάνειν,并延伸涵盖其后并列的不定词 οἰκεῖν 与 μετέχειν。

  3. 127δεῖ τούτων, ὅστις εὖ φρονεῖ, φυλαττόμενον περιεῖναι, μὴ προπιστεύσαντα κατηγορεῖν

    不定词 περιεῖναι 支配属格 τούτων(“胜过/凌驾于这些人之上”)。分词 φυλαττόμενον 表示方式或手段(“通过戒备防范”),与后文的 μὴ προπιστεύσαντα κατηγορεῖν(“而不是预先轻信而后予以指责”)构成鲜明对比。关系小句 ὅστις εὖ φρονεῖ(“凡明智之人”)作为逻辑主语插入其中。

  4. 128ὑπὲρ οὗ καταχρήσεται τῇ διὰ τοῦ ψηφίσματος πλεονεξίᾳ

    关系代词 οὗ 为阳性单数,指代具体的人而非抽象事物,即克索布勒普特斯(“他为了谋取其利益而滥用该法令特权的那个人”)。其省略的先行词(τοῦτον)作 εὑρίσκω 的宾语(οὐκ ἀξιόπιστον 为宾语补足语),而后文 οὔθʼ ἡμῖν οὔτʼ ἐκείνῳ 中的 ἐκείνῳ 则指卡里德穆斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:123-129