← 狄摩西尼

控诉阿里斯托克拉底

§115-122

依赖善意的危险与威慑的必要性

演说者指出,唯有使对方无力行不义的威慑才是真正的保证,而非指望对方的善意;并通过科图斯、忒萨利亚的亚历山大和腓力等往昔事例警告说,若对曾表现友善的领袖授予此类不可侵犯的法令,必将招致灾难性的后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§115

ἐγὼ δὴ δεῖν ὑμᾶς οἶμαι τοῦτον τὸν τρόπον βεβουλεῦσθαι, ὅπως, ἂν μὲν ἃ χρὴ περὶ ὑμῶν γιγνώσκῃ Κερσοβλέπτης, μηδὲν ὑφʼ ὑμῶν ἀδικήσεται, ἂν δʼ ἀλόγως ἀδικεῖν ἐπιχειρῇ, μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι.1 ἀναγνώσομαι δʼ ὑμῖν τὴν ἐπιστολὴν ἥν, ὅτʼ ἀφειστήκει Μιλτοκύθης, Κότυς ἔπεμψεν, καὶ ἣν πᾶσαν ἔχων τὴν ἀρχὴν πέμψας Τιμομάχῳ τὰ χωρίʼ ὑμῶν ἐξεῖλεν. ΕΠΙΣΤΟΛΑΙ. τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμʼ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖνʼ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵνʼ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δʼ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθʼ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτʼ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου.

我确实认为你们应当采取这样的谋划方式:只要克索布勒普特斯对你们抱有应有的敬意,他就不会遭受你们任何不公正的对待;但如果他无理地企图行不义之事,他也不至于强大到逃脱惩罚的地步。现在我要向你们宣读科图斯在米尔托屈特斯叛变时送来的信件,以及在他掌握全部政权后送给蒂莫马霍斯、从而夺取你们据点时的信件。 书信雅典人啊,看过了这个例证,如果你们听从我的劝告,并且深知那一事实——即腓力在围攻安菲波利斯时声称围攻是为了将它交给你们,然而一旦得手,却又进而夺走了波提狄亚——你们就必定希望拥有埃菲阿尔特斯之子菲洛克拉特斯当年对拉刻代蒙人所说的那种保证。

§117

καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην,2 εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γʼ ἀεὶ βουλήσονται εὖ εἰδέναι· ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆσθε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθʼ εἰδέναι τινʼ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην.

因为据说,当拉刻代蒙人试图耍花招、提议让他随意接受任何保证时,他回答说,他认为唯一可能的保证就是他们能证明:即便他们企图作恶,也无能为力;因为他们总是抱有作恶的企图,这是他深知的;因此只要他们尚有能力,就根本谈不上保证。如果你们以我为谋士,你们对待这个色雷斯人就应当坚守这种保证,而切莫去指望查明如果某人统治了全色雷斯、他对你们会抱有什么样的心思。

§118

ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτʼ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτʼ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατʼ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γʼ ἐχθρὸν ἡγεῖσθε.

此外,起草此类法令、授予某些人此类特权完全不是神志健全之人所为,这一点从许多事例中也极易看出。雅典人啊,想必你们所有人都与我一样清楚:你们当年曾将那位著名的科图斯接纳为公民,显然是因为那时认为他是怀有善意的。不仅如此,你们甚至还曾授予他金冠——如果你们当时认为他是敌人,是绝不会这样做的。

§119

ἀλλʼ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλʼ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθʼ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθʼ ὑμῖν οἰκείως ἔχειν ὁ Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερʼ ἐξέδοτʼ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, ἢ παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε;

然而,当他变得邪恶凶残、为诸神所憎恶,并对你们犯下大逆不道的罪行时,你们却将刺杀他的埃诺斯人皮同和赫拉克莱德斯作为恩人接纳为公民,并授予金冠。如果在当时科图斯看似与你们关系亲密之际,有人提议说“凡杀害科图斯者,当予以引渡”,那么你们究竟会将皮同及其兄弟引渡呢,还是会违反该法令而将他们接纳为公民并视作恩人加以褒奖?

§120

τί δʼ; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκʼ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δʼ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δʼ οἰκείως διέκειθʼ οὕτως ὥστε παρʼ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δʼ αὐτῷ καὶ πάντʼ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρʼ ἂν ὧν μετὰ ταῦθʼ ὕβρισεν3 καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρʼ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν;

又如:那位忒萨利亚的亚历山大,当他囚禁并羁押佩洛皮达斯、与底比斯人势不两立,却与你们关系亲密到向你们请求派遣将领,而你们也全力支援他、凡事皆唯亚历山大马首是瞻之时——指着宙斯发誓,如果当时有人提议说“凡杀害亚历山大者,当予以逮捕”,那么对于他此后所施加的种种暴行与侮辱,难道还有人能安然尝试向他讨还公道吗?

§121

τί δὲ τἄλλα λέγοι τις ἄν; ἀλλʼ ὁ μάλιστα δοκῶν νῦν ἡμῖν ἐχθρὸς εἶναι Φίλιππος οὑτοσί, εἰ τότε, ὅτʼ Ἀργαῖον κατάγοντας λαβὼν τῶν ἡμετέρων τινὰς πολιτῶν ἀφῆκε μὲν αὐτούς, ἀπέδωκε δὲ πάνθʼ ὅσʼ ἀπώλεσαν αὐτοῖς, πέμψας δὲ γράμματʼ ἐπηγγέλλεθʼ ἕτοιμος εἶναι συμμαχίαν ποιεῖσθαι καὶ τὴν πατρικὴν φιλίαν ἀνανεοῦσθαι, εἰ τότʼ ἠξίωσε τυχεῖν τούτων καί τις ἔγραψε τῶν ἀφεθέντων ὑπʼ αὐτοῦ, ἐάν τις ἀποκτείνῃ Φίλιππον, ἀγώγιμον εἶναι, καλήν γʼ ὕβριν ἦμεν ἂν ὑβρισμένοι.4

何须多举其他事例?单说眼前这位如今被视作我们死敌的腓力:当初他俘获了护送阿尔盖俄斯复辟的我们的一些公民,却将他们释放,归还了他们失去的一切财物,并遣使送信声称愿缔结盟约、重修世代通好之谊;如果在那时他要求获得这些特权,而由他释放的某个人起草法令称“凡杀害腓力者,当予以逮捕”,那我们所蒙受的该是何等奇耻大辱!

§122

ἆρά γʼ ὁρᾶτε καὶ καταμανθάνετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐφʼ ἑκάστου τούτων ἡλίκην ἂν ὠφληκότες ἦτε παράνοιαν, εἴ τι τοιοῦτον ἐτυγχάνετʼ ἐψηφισμένοι; ἔστι γὰρ οὐχ ὑγιαινόντων, οἶμαι, ἀνθρώπων, οὔθʼ ὅταν τινʼ ὑπειλήφωσι φίλον, οὕτω πιστεύειν ὥστε, ἂν ἀδικεῖν ἐπιχειρῇ, τὸ ἀμύνασθαι σφῶν αὐτῶν ἀφελέσθαι, οὔθʼ ὅταν ἐχθρόν τινʼ ἡγῶνται, οὕτως αὖ μισεῖν ὥστε, ἂν παυσάμενος βούληται φίλος εἶναι, τὸ ποιεῖν ἐξεῖναι ταῦτα κωλῦσαι· ἀλλʼ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι, χρὴ καὶ μισεῖν, μηδετέρου τὸν καιρὸν ὑπερβάλλοντας.

雅典人啊,你们是否看到并领会到了,在上述每一个案例中,倘若你们恰好通过了任何此类法令,你们将会蒙受多么巨大的癫狂之讥?因为我认为,凡不是疯癫之人,既不会在视某人为友时信任到连对方企图行不义时自卫的手段都从自身剥夺的地步,也不会在视某人为敌时仇恨到若对方罢手愿重归于好便阻断其可能的余地;我认为,爱与恨皆须以此为度,不可在任何一方逾越适度的分寸。

语法注4 条
  1. 115μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι

    比较级 μείζων 后接冠词属格不定式 τοῦ δίκην δοῦναι,构成了“比接受惩罚更强大”的用法,即表示“强大到逃脱惩罚”或“凌驾于受惩罚之上”。在 ὅπως 从句中,将来直陈式 ἔσται 用作与条件分句 ἂν δʼ ... ἐπιχειρῇ 相应的归结主句动词。

  2. 117πίστιν ἂν οἴεται γενέσθαι μόνην

    在间接引语中,小辞 ἄν 被置于思考动词 οἴεται 之前,但在句法上它依附于其后的不定式 γενέσθαι,构成与条件从句 εἰ δείξειαν 相呼应的潜在归结句(直接引语中相当于 πίστις ἂν γένοιτο μόνη, εἰ δείξειαν...)。在希腊语中,ἄν 常前置于句首附近的思考或发话动词之前。

  3. 120ὧν μετὰ ταῦθʼ ὕβρισεν

    关系代词 ὧν 属于先行词省略时的格吸引(attractio relativi)。它代表 τούτων ἅ,充当取决于 δίκην ... λαβεῖν 的原因属格,表示“针对他在那之后所犯下的暴行(τούτων ἃ μετὰ ταῦθʼ ὕβρισεν)向他讨还公道”。

  4. 121καλήν γʼ ὕβριν ἦμεν ἂν ὑβρισμένοι

    这是同族宾格短语 ὕβριν ὑβρίζειν(施加侮辱)的被动语态转化。受侮辱者(我们)成为被动句的主语,而同族宾格 ὕβριν 则予以保留。带有 ἄν 的过去反事实复合过去完成时(ἦμεν ἂν ὑβρισμένοι)与具有反讽意味的 καλήν 相结合,表达强烈的反讽:“我们本该蒙受何等可笑的奇耻大辱!”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:115-122