- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:107-114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了奥林托斯人因警惕腓力势力壮大而与雅典结盟的先例,并通过腓力和科图斯贪得无厌的扩张野心,驳斥了对方所谓“克索布勒普特斯出于经济利益绝不会与雅典为敌”的说辞。
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν, ὅτι νὴ Δίʼ εἰκότως ἐφενακίσθητε καὶ παρεκρούσθητε. εἰ γὰρ μηδὲν εἴχετε τῶν ἄλλων λογίσασθαι, μηδʼ ἐφʼ ὑμῶν αὐτῶν οἷοί τʼ ἦτε ταῦτα συνεῖναι, ἦν ἰδεῖν παράδειγμα Ὀλυνθίους τουτουσί, οἳ τί πεποιηκότος αὐτοῖς Φιλίππου πῶς αὐτῷ χρῶνται;1 ἐκεῖνος ἐκείνοις Ποτείδαιαν οὐχὶ τηνικαῦτʼ ἀπέδωκεν, ἡνίκʼ ἀποστερεῖν οὐκέθʼ οἷός τʼ ἦν, ὥσπερ ὑμῖν Κερσοβλέπτης Χερρόνησον· ἀλλὰ πρὸς ὑμᾶς πολεμῶν χρήματα πόλλʼ ἀναλώσας, ἑλὼν καὶ δυνηθεὶς ἂν αὐτὸς ἔχειν, εἴπερ ἐβουλήθη, παρέδωκεν καὶ οὐδʼ ἐπεχείρησεν ἄλλο ποιεῖν οὐδέν.
况且,他们甚至绝不能说,指着宙斯发誓,你们受骗上当也是事出有因。因为即使你们没有任何其他依据去考量,自己也无力洞察这些事,你们眼前也有这群奥林托斯人的榜样:腓力曾为他们做了什么,而他们又是如何对待他的!那个人将波提狄亚归还给他们,并不是在他再也无法据为己有之时(就像克索布勒普特斯把赫尔松尼苏斯交给你们那样);相反,他是在与你们作战、耗费巨资并亲自攻陷之后,本可以由自己保有(若他真想如此),却拱手相让,并且未曾企图采取任何其他行动。
ἀλλʼ ὅμως ἐκεῖνοι, τέως μὲν ἑώρων αὐτὸν τηλικοῦτον ἡλίκος ὢν πιστὸς ὑπῆρχεν, σύμμαχοί τʼ ἦσαν καὶ διʼ ἐκεῖνον ἡμῖν ἐπολέμουν, ἐπειδὴ δʼ εἶδον μείζω τῆς πρὸς αὑτοὺς πίστεως γιγνόμενον, τοσοῦτʼ ἀπέχουσι τοῦ ψηφίσασθαι, ἐάν τις ἀποκτείνῃ τινὰ τῶν ἐκείνῳ συγκατεσκευακότων τὴν ἀρχήν, ἐκ τῶν ἑαυτῶν συμμάχων ἀγώγιμον εἶναι, ὥσθʼ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστʼ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας,2 φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι. εἶτʼ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸν τοῦτʼ οὐχὶ ποιήσετε; ἀλλʼ αἰσχρὸν τοὺς τῷ περὶ πραγμάτων ἐπίστασθαι βουλεύσασθαι δοκοῦντας προέχειν ἧττον Ὀλυνθίων τὸ συμφέρον εἰδότας ὀφθῆναι.
然而,只要他们看到他的规模仍处于足以保持信义的程度,他们便一直是他的盟友,并为了他而与我们作战;可是当他们看到他的势力增长到超越了对他们讲信义的程度时,他们绝没有通过决议去规定凡杀害任何协助他确立霸业之人者便须从其盟友中引渡,反而将你们——他们知道全人类中最乐意杀死他的党羽和腓力本人者——结为朋友,并且声称还将与你们结为盟友。既然奥林托斯人都懂得预见未来,你们身为雅典人难道反倒不愿做同样的事吗?然而,那些在关于国务的决断力上被认为高人一等的人,若被看出在辨识何为有利方面反倒不如奥林托斯人,那是极具耻辱的。
ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τινʼ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτʼ Ἀριστόμαχος παρʼ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι· οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γʼ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθʼ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν· ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότʼ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια· ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν.3
我还听说,他将发表一种论调,就像先前阿里斯托马霍斯在你们面前演说时所主张的那样,称克索布勒普特斯绝无可能企图通过夺取赫尔松尼苏斯而与你们为敌;因为即使他拿下并占领该地,对他而言也毫无益处。因为如果不起战事,从那块土地上获得的岁入不超过三十塔兰同,若是起了战事,则连一塔兰同也没有;而从那时必定关闭的各商埠中获得的岁入却有二百多塔兰同;因此他们会声称自己感到惊异:在原本可以取得更多收入且保持友谊的情况下,他究竟图什么竟会选择获取蝇头小利并挑起战端呢?
ἐγὼ δʼ οὐκ ἀπορῶ μὲν εἰπεῖν πόλλʼ ἅ μοι δοκεῖ μᾶλλον ἄν τις ἰδὼν ἀπιστεῖν εἰκότως ἢ τούτοις πιστεύων ἐκεῖνον ἐᾶν μέγαν γίγνεσθαι· οὐ μὴν ἀλλʼ ὃ μάλιστα πρόχειρον ἔχω, τοῦτʼ ἐρῶ. ἴστε δήπου Φίλιππον, ἄνδρες Ἀθηναῖοι, τουτονὶ τὸν Μακεδόνα, ᾧ πολὺ δήπου μᾶλλον ἐλυσιτέλει τὰς ἐξ ἁπάσης Μακεδονίας προσόδους ἀδεῶς λαμβάνειν ἢ μετὰ κινδύνων τὰς ἐξ Ἀμφιπόλεως, καὶ χρῆσθαι φίλοις αἱρετώτερον ἦν αὐτῷ τοῖς πατρικοῖς ὑμῖν ἢ Θετταλοῖς, οἳ τὸν πατέρʼ αὐτοῦ ποτʼ ἐξέβαλον.
然而,对于许多在我看来任何人见到都会理所当然地予以怀疑、而不应轻信这些说辞而听凭他坐大的事实,我绝不乏列举之辞;不过,我愿讲出我最信手拈来的一个例证。雅典人啊,想必你们都知道那个马其顿人腓力,对他而言,安然无惧地收取全马其顿的岁入,显然远比冒着危险收取来自安菲波利斯的岁入更为有利;而与你们这群世交结为朋友,也远比与曾经驱逐过他父亲的忒萨利亚人结盟更值得选择。
ἄνευ γὰρ τούτου κἀκεῖνʼ ἔστιν ἰδεῖν· ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδένα προὐδώκατε πώποτε τῶν φίλων, Θετταλοὶ δʼ οὐδένα πώποθʼ ὅντινʼ οὔ. ἀλλʼ ὅμως οὕτως ἐχόντων τούτων μικρὰ λαμβάνειν καὶ τοὺς ἀπίστους φίλους καὶ τὸ κινδυνεύειν ἀντὶ τοῦ μετʼ ἀσφαλείας ζῆν ὁρᾶτε προῃρημένον αὐτόν.
因为除了这一点,还可以看到那一事实:雅典人啊,你们从未背叛过任何盟友,而忒萨利亚人则无一不背叛过。然而尽管如此,你们却看到他宁可获取微利、结交不可靠的朋友、冒着危险,也不愿安享和平。
τί δή ποτʼ αἴτιον; οὐ γὰρ δὴ λόγον γε τὸ πρᾶγμʼ οὑτωσὶ πρόχειρον ἔχει. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, δυοῖν ἀγαθοῖν ὄντοιν πᾶσιν ἀνθρώποις, τοῦ μὲν ἡγουμένου καὶ μεγίστου πάντων, τοῦ εὐτυχεῖν, τοῦ δʼ ἐλάττονος μὲν τούτου, τῶν δʼ ἄλλων μεγίστου, τοῦ καλῶς βουλεύεσθαι, οὐχ ἅμʼ ἡ κτῆσις παραγίγνεται τοῖς ἀνθρώποις, οὐδʼ ἔχει τῶν εὖ πραττόντων οὐδεὶς ὅρον οὐδὲ τελευτὴν τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας· διʼ ὅπερ πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες τὰ παρόντʼ ἀπώλεσαν.
究竟原因何在?因为这件事并没有表面上那么显而易见的常理。雅典人啊,这是因为人类虽有两大福分——其首要且最伟大者为幸运,其次一等但在其他所有事物中居首者为明智的谋划——但这二者并不会同时降临于人;凡处于顺境者,其贪求更多利益的欲望绝无界限与终点。正因如此,许多人常常因贪图更大的利益而丧失了既有的一切。
καὶ τί δεῖ Φίλιππον λέγειν ἤ τινʼ ἄλλον; ἀλλʼ ὁ πατὴρ αὐτὸς ὁ Κερσοβλέπτου Κότυς, ἡνίκα μὲν στασιάζοι πρός τινας, πρέσβεις πέμπων ἅπαντα ποιεῖν ἕτοιμος ἦν, καὶ τότʼ ᾐσθάνετο ὡς ἀλυσιτελὲς τὸ τῇ πόλει πολεμεῖν· ἐπειδὴ δʼ ὑφʼ αὑτῷ τὴν Θρᾴκην ἔχοι, κατελάμβανε τὰς πόλεις, ἠδίκει, μεθύων ἐπαρῴνει μάλιστα μὲν εἰς αὑτόν, εἶτα καὶ εἰς ἡμᾶς, τὴν χώραν ἐποιεῖθʼ ἑαυτοῦ, τὸ πρᾶγμʼ ἀμήχανον ἦν. τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷς οὐ χρὴ οὐ τὰ δυσχερέσταθʼ ἕκαστος εἴωθε λογίζεσθαι,4 ἀλλʼ ἃ κατορθώσας διαπράξεται.
何须多谈腓力或其他任何人呢?就连克索布勒普特斯的父亲科图斯本人,每当与他人发生内讧时,便会派遣使节,表示愿做一切妥协,彼时他也意识到与城邦作战是得不偿失的;但一旦他把色雷斯置于自己的统治之下,他就开始侵占各城邦、肆行不义,醉酒狂乱,首先是对他自己施暴,继而对我们施暴,将那片土地据为己有,以致局势不可收拾。因为凡为了谋求更多利益而对不应染指之事着手者,每个人往往不是去算计最不利的阻碍,而是去盘算一旦成功将会达成何等事业。
- 107τί πεποιηκότος αὐτοῖς Φιλίππου πῶς αὐτῷ χρῶνται
此句包含在同一个句子中叠加使用两个疑问词(τί 与 πῶς)的疑问词重叠句式。属格绝对结构 τί πεποιηκότος αὐτοῖς Φιλίππου(“腓力为他们做了什么/尽管腓力为他们做了什么”)嵌入到主问句 πῶς αὐτῷ χρῶνται(“他们又是如何对待他的”)之中,以极度凝练的修辞形式对比了腓力对他们的所作所为与他们对腓力的对待方式。
- 109οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστʼ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας
该句中分词 ἀποκτείναντας 带助词 ἄν,充当 ἴσασιν 的补充从属分词,在间接引语中表示潜势或虚拟语气(相当于希求法或直陈式过去时加 ἄν,“将最乐意杀死……”)。关系代词 οὕς 以 ὑμᾶς(后续主动词 πεποίηνται 的直接宾语)为先行词,在关系从句中充当 ἴσασιν 的宾语(即分词 ἀποκτείναντας 的逻辑主语)。
- 110ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν
在由 ὥστε 引导的结果从句中,主谓语 φήσουσιν 支配不定式 θαυμάζειν,而 θαυμάζειν 进一步引出间接疑问句 τί βουλόμενος ... ἂν ἕλοιτο(带有 ἄν 的潜势希求法,“他究竟图什么竟会选择……”)。其中 ἐξόν 是源自无人称动词 ἔξεστι 的绝对宾格,具有让步意味,意为“在原本可以获得更多并保持友谊的情况下”。
- 114τῶν γὰρ ὑπὲρ τοῦ πλεονεκτεῖν ἐπιχειρούντων οἷς οὐ χρὴ οὐ τὰ δυσχερέσταθʼ ἕκαστος εἴωθε λογίζεσθαι
此处语序倒置且结构凝缩。句首的分词短语 τῶν ... ἐπιχειρούντων 为部分属格,修饰主语 ἕκαστος。短语 οἷς οὐ χρὴ 包含了关系代词的引诱同化现象,原本应为 ἐπιχειρεῖν τούτοις ἃ οὐ χρή(“对不应染指之事着手”),先行词被省略且关系代词受动词支配同化为与格 οἷς。整句骨干为:“因为在那些为了谋求更多利益而对不应染指之事着手的人当中,每个人往往不是去算计最不利的困难……”。
