← 狄摩西尼

控诉安德罗提翁

§7-13

给未造战船的议事会授奖的非法性

控方驳斥了安德罗提翁借口以往先例的狡辩,论证未建战船的议事会绝无资格获得奖赏,并阐述了三列桨座战船对于雅典城邦存续与辉煌的决定性意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

σὺ δὴ μὴ λέγʼ ὡς γέγονεν τοῦτο πολλάκις, ἀλλʼ ὡς οὕτω προσήκει γίγνεσθαι. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγοις ἂν δικαίως,1 ἀλλὰ πολλῷ μᾶλλον ἁλίσκοιο· ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.

因此,你绝不要说这事曾多次发生,而应当证明如此行事实属应当。因为绝不能由于以往曾发生过不合法律之事而你加以仿效,你便因此理当获释;相反,你应当更严厉地被定罪。因为正如当初那些人中若有一人预先被定罪,你便不会起草这些提案一样;同样,如果你如今受到惩处,其他人便不会再起草此类提案。

§8

περὶ τοίνυν τοῦ νόμου τοῦ διαρρήδην οὐκ ἐῶντος ἐξεῖναι μὴ ποιησαμένῃ τῇ βουλῇ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἄξιόν ἐστιν ἀκοῦσαι τὴν ἀπολογίαν ἣν ποιήσεται, καὶ θεωρῆσαι τὴν ἀναίδειαν τοῦ τρόπου διʼ ὧν ἐγχειρεῖ λέγειν. ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρειάν, ἐὰν μὴ ποιήσηται τὰς τριήρεις· ὁμολογῶ. δοῦναι δέ γʼ οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον. ἐγὼ δʼ, εἰ μὲν ἔδωκʼ αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα· εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν ἐν ὅλῳ τῷ ψηφίσματι, ἀλλʼ ἕτερʼ ἄττα λέγω διʼ ἃ τὴν βουλὴν στεφανῶ, πῶς παρὰ τὸν νόμον εἴρηκα;

至于那条明确禁止未建造三列桨座战船的议事会请求奖赏的法律,听一听他将作出的辩解,并通过他试图陈述的说辞看清其为人有多么厚颜无耻,是十分值得的。他说:“法律不容许议事会在未建造战船的情况下请求奖赏,这我承认。但法律在任何地方,”他声称,“都未阻止民众授予奖赏。如果我在议事会请求时提议授予,那我确实违背了法律;但如果我在整个法令中根本未曾提及战船,而是述及其他因由为议事会授予冠冕,那我怎能说是违背了法律呢?”

§9

ἔστι δὴ πρὸς ταῦτʼ οὐ χαλεπὸν τὰ δίκαιʼ ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ὁ ταῦτʼ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως ἡ βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή· καίτοι τούς γε μὴ αἰτοῦντας μηδὲ λαβεῖν ἀξιοῦντας τὴν ἀρχὴν οὐδʼ ἐπερωτᾶν προσῆκεν.

针对这些言辞,你们绝不难提出正当的反驳:首先,议事会的主席团成员以及将此事付诸表决的会议主席,当时正在询问并提请举手表决,看何人认为议事会履职配得上奖赏,何人认为不配;然而,根本未作请求、也未自认有资格获得的人,一开始甚至连提出询问都不应当。

§10

πρὸς τοίνυν τούτοις ἔστιν ἃ Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτʼ οὐ παρʼ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλʼ αὐτοὶ παρόντες ἴστʼ ἐν τῷ δήμῳ γενόμενα. ὥσθʼ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθʼ ὑπολαμβάνετε· ὅτι δʼ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς ὁ νόμος, καὶ τοῦτʼ ἐπιδείξω.

除这些之外,在梅狄亚斯及其他某些人就某些事指控议事会时,议员们纷纷跳起,哀求不要剥夺他们的奖赏。这些事无须身为陪审员的你们从我这里获知,你们亲自到场,深知这些是在公民大会上发生过的事。因此,每当他声称议事会未曾请求时,你们便当以此作出回应;而至于法律甚至不容许民众向未建造战船者授予奖赏,我也将予以证明。

§11

διὰ ταῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔχει τὸν τρόπον ὁ νόμος, μὴ ἐξεῖναι τῇ βουλῇ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἵνα μηδὲ πεισθῆναι μηδʼ ἐξαπατηθῆναι γένοιτʼ ἐπὶ τῷ δήμῳ.2 οὐ γὰρ ᾤετο δεῖν ὁ τιθεὶς τὸν νόμον ἐπὶ τῇ τῶν λεγόντων δυνάμει τὸ πρᾶγμα καταστῆσαι, ἀλλʼ ὃ δίκαιον ἦν εὑρεῖν ἅμα καὶ συμφέρον τῷ δήμῳ, νόμῳ τετάχθαι. τὰς τριήρεις οὐ πεποίησαι; μὴ τοίνυν αἴτει τὴν δωρειάν. ὅπου δʼ αἰτεῖν οὐκ ἐᾷ, πῶς οὐ σφόδρα δοῦναί γε κωλύει;

雅典人诸位,法律之所以规定议事会未建造三列桨座战船便不得请求奖赏,正是为了使受人说服或蒙蔽不至于由民众自己做主。因为立法者认为,不应当将事情的决定权置于演说家的言辞力量之上,而应当将被发现既正当又对民众有益之事以法律加以规定。“你没有建造三列桨座战船吗?那么就不要请求奖赏。”既然法律不容许请求,又怎能说它没有极力阻止授予呢?

§12

ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο ἐξετάσαι, τί δήποτε, ἂν τἄλλα πάνθʼ ἡ βουλὴ καλῶς βουλεύσῃ καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, τὴν δωρειὰν οὐκ ἔξεστιν αἰτῆσαι. εὑρήσετε γὰρ τοῦτο τὸ ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. οἶμαι γὰρ ἂν μηδένʼ ἀντειπεῖν ὡς οὐχ, ὅσα πώποτε τῇ πόλει γέγονʼ ἢ νῦν ἔστʼ ἀγάθʼ ἢ θάτερα, ἵνα μηδὲν εἴπω φλαῦρον, ἐκ τῆς τῶν τριήρων τὰ μὲν κτήσεως, τὰ δʼ ἀπουσίας γέγονεν.

雅典人诸位,这也值得审视:究竟为何即便议事会在所有其他方面都治理妥善且无人能加以挑剔,但若未建造三列桨座战船,便不得请求奖赏?因为你们会发现,这是为了民众利益而确立的一道坚固屏障。因为我认为绝不会有人反驳说,城邦历来所取得的或如今所拥有的各项福祉,抑或相反的事物——为了免说不吉之言——不是前者因拥有战船、后者因缺乏战船而产生的。

§13

οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· ἃ δʼ οὖν πᾶσι μάλιστʼ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνʼ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλʼ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες,3 ἐφʼ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτʼ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερʼ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδʼ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.

例如,人们可以举出许多古代与近代的例子;但就人人耳熟能详之事而言,若诸位愿意,不妨看看那些建造了前门和帕特农神庙、并用蛮族战利品修饰了其他神庙的前人,我们所有人理所当然以此为豪;诸位想必耳闻知晓:他们当年弃城并被困在萨拉米斯,凭借拥有三列桨座战船,在海战中克敌制胜,保全了自己的所有财产和城邦,并为其余希腊人带来了诸多伟大的善果,这些善果的记忆甚至连岁月都无法磨灭。

语法注3 条
  1. 7οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγοις ἂν δικαίως

    此句构成混合条件句:条件从句使用直说式过去时(εἴ τι ... ἐπράχθη)并由连词δέ引出并列分句(σὺ δὲ τοῦτʼ ἐμιμήσω),以此假定过去的既成事实;而主句则使用带有ἄν的潜能祈愿式(ἀποφεύγοις ἄν / ἁλίσκοιο)来表达普遍的规范性推论或理所应当的判定。连词δέ用于连接条件从句内部具有对比性的后续分句。

  2. 11ἵνα μηδὲ πεισθῆναι μηδʼ ἐξαπατηθῆναι γένοιτʼ ἐπὶ τῷ δήμῳ

    介词短语 ἐπὶ τῷ δήμῳ 意为“由民众支配/取决于民众的裁量”,属 γίγνεσθαι ἐπί τινι(“落入某人的权力之下/受某人支配”)的习语搭配。不定式 πεισθῆναι 与 ἐξαπατηθῆναι 作实质性主语,整句结构表示“为了使听从劝诱或受蒙骗甚至不致取决于民众自己的意志”。

  3. 13οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνʼ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλʼ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες

    悬垂主格(或前置提述)构成的破格结构:句首的阳性复数主格分词短语(οἱ ... οἰκοδομήσαντες ἐκεῖνοι ... κοσμήσαντες)在语法上并不作主句谓语 ἴστε 的主语(后者主语为“诸位”),而是在逻辑上顺延为随后 ὅτι 从句内的主语(ἔσωσαν, κατέστησαν)。此结构在句首突出强调论题主体(先辈祖先),随后再叙述其具体功绩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:7-13