- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:14-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引救援优卑亚及历次战争的实例,阐明拥有三列桨座战船的生死存亡意义,驳斥了安德罗提翁以造船司库潜逃为由为奖赏开脱的辩解,并促请主审官严格执行法律。
εἶεν· ἀλλʼ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά. ἀλλʼ ἃ πάντες ἑοράκατε, ἴσθʼ ὅτι πρώην Εὐβοεῦσιν ἡμερῶν τριῶν ἐβοηθήσατε καὶ Θηβαίους ὑποσπόνδους ἀπεπέμψατε. ἆρʼ οὖν ταῦτʼ ἐπράξατʼ ἂν οὕτως ὀξέως, εἰ μὴ ναῦς εἴχετε καινὰς ἐν αἷς ἐβοηθήσατε; ἀλλʼ οὐκ ἂν ἐδύνασθε. ἄλλα πόλλʼ ἔχοι τις ἂν εἰπεῖν ἃ τῇ πόλει γέγονʼ ἐκ τοῦ ταύτας κατεσκευάσθαι καλῶς ἀγαθά.
好吧,那些都是久远的古代旧事。但是诸位全都亲眼目睹的事是,你们深知,前不久你们在三天之内援助了优卑亚人,并通过休战协定遣走了底比斯人。那么,如果你们没有用来驰援的新战船,你们能如此迅速地办成此事吗?你们绝不可能做到。关于由于这些战船装备精良而给城邦带来的其他诸多福祉,人们尽可列举许多。
εἶεν· ἐκ δὲ τοῦ κακῶς πόσα δεινά; τὰ μὲν πόλλʼ ἐάσω· ἀλλʼ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; τὸν τελευταῖον γὰρ ἴστε πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτʼ ἀποστεῖλαι δυνήσεσθαι, πῶς διέκειθʼ ἡ πόλις·1 ἴστʼ ὀρόβους ὄντας ὠνίους. ἐπειδὴ δʼ ἀπεστείλατε, εἰρήνης ἐτύχεθʼ ὁποίας τινὸς ἐβούλεσθε.
好吧,那么因装备不善而导致的灾难又有多少呢?多数我就略去不提了;但在德克莱亚战争期间(因为我要提醒诸位一件你们全都比我更清楚的古代旧事),城邦虽遭遇了诸多可怕的不幸,但直到他们的舰队覆灭之前,他们都未曾向战争屈服。而且何须谈论古代之事?因为你们知道,在同拉刻代蒙人的最后一场战争中,当人们认为你们无力派出战船时,城邦处于何等境地;你们知道野豌豆都拿出来售卖了。然而当你们派出战船后,你们便获得了所期望的那种和平。
ὥστε δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι, τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφʼ ἑκάτερα τῶν τριήρων,2 τοῦτον ὅρον τεθήκατε τῇ βουλῇ, πότερʼ αὐτὴν δεῖ λαβεῖν τὴν δωρειὰν ἢ οὔ. εἰ γὰρ πάντα τἄλλα διοικήσειε καλῶς, διʼ ὧν δὲ τό τʼ ἐξ ἀρχῆς ταῦτʼ ἐκτησάμεθα καὶ νῦν σῴζομεν, ταύτας μὴ ποιήσαιτο, τὰς τριήρεις λέγω, οὐδὲν ἐκείνων ὄφελος· τὴν γὰρ τῶν ὅλων σωτηρίαν πρῶτον ὑπάρχειν δεῖ παρεσκευασμένην τῷ δήμῳ. οὗτος τοίνυν εἰς τοῦτʼ ἐλήλυθε τοῦ νομίζειν αὑτῷ καὶ λέγειν καὶ γράφειν ἐξεῖναι πᾶν ὅ τι ἂν βούληται, ὥστε βεβουλευκυίας μὲν τἄλλʼ ὃν τρόπον ὑμεῖς ἀκούετε τῆς βουλῆς, οὐ πεποιημένης δὲ τὰς τριήρεις, γέγραφεν δοῦναι τὴν δωρειάν.
因此,雅典人诸位,既然三列桨座战船对吉凶两方面都具有如此巨大的决定性影响,你们理所当然地为议事会设立了这一准则,以决定它是否应当获得奖赏。因为即便议事会在所有其他事务上治理得当,但若未能建造这些战船——我指的是三列桨座战船——即我们当初赖以取得这些基业且如今赖以保全它们的手段,那么其他那些治理也是毫无益处的;因为整个城邦的安全必须首先为民众切实保障。然而此人竟然狂妄到自认可以任意妄言妄为、提出任何议案的地步,以至于尽管议事会在其他方面的履职正如你们所听到的那样,却未能建造战船,他竟提案予以奖赏。
καὶ ταῦθʼ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτʼ ἂν οὗτος ἔχοι λέγειν οὔθʼ ὑμεῖς πεισθείητε· ἀκούω δʼ αὐτὸν τοιοῦτον ἐρεῖν τινʼ ἐν ὑμῖν λόγον, ὡς οὐχ ἡ βουλὴ γέγονʼ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλʼ ὁ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πένθʼ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμʼ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν·3 τῶν κατορθουμένων γὰρ ἔγωγʼ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς· ἔπειτα δὲ κἀκεῖνʼ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς.
而要说这并不违背法律,他既无法说出口,你们也不会被说服。但我听说他将在你们面前陈述这样一番说辞:未能建造战船并非议事会的过错,而是造船资金的司库携两塔兰特半潜逃,此事纯属意外不幸。我首先对这一点本身感到惊异:他竟认为应当为遭遇不幸而为议事会加冠;因为我一向认为,此类荣誉是为成功的功业而设立的。其次,我还想向你们说明这一点。
οὔ φημι δίκαιον εἶναι περὶ ἀμφοῖν λέγειν, καὶ ὡς οὐ παρὰ τὸν νόμον ἡ δωρειὰ δέδοται, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις. εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ προσήκει, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτʼ οὐ πεποίηνται; εἰ δʼ οὐκ ἔξεστι, τί μᾶλλον, ἂν διὰ τὸν δεῖνʼ ἢ τὸν δεῖνʼ ἐπιδείξῃ μὴ πεποιημένας, ἐκείνῃ προσῆκε λαβεῖν;
我认为,同时就两点进行辩解是不正当的:既说奖赏的授予不违背法律,又说没有战船并非议事会之过。因为如果向未建造战船的议事会授予奖赏本就妥当,那何须说明究竟是因为谁而未能建造呢?而如果根本不容许授予,那么即便他证明是由于某某人的缘故未能建造,议事会又怎能因此便理当获得奖赏呢?
χωρὶς δὲ τούτων ἔμοιγε δοκοῦσιν αἵρεσιν ὑμῖν οἱ τοιοῦτοι λόγοι διδόναι, πότερʼ οἴεσθε δεῖν προφάσεις καὶ λόγους ἀκούειν τῶν ἀδικούντων ὑμᾶς ἢ ναῦς κεκτῆσθαι. εἰ μὲν γὰρ τούτου ταῦτʼ ἀποδέξεσθε, ἔσται δῆλον ἁπάσαις ταῖς βουλαῖς ὅτι δεῖ πρόφασιν πιθανὴν ἐξευρεῖν πρὸς ὑμᾶς, οὐχὶ τριήρεις ποιήσασθαι· ἐκ δὲ τούτου τὰ μὲν χρήματʼ ἀναλωθήσεται, ναῦς δʼ οὐχ ἕξεθʼ ὑμεῖς.
除此以外,在我看来,这类说辞向你们提出了一个抉择:你们究竟认为应当听取侵害你们之人提出的借口和言辞,还是应当拥有战船?因为如果你们接受了他的这些说辞,所有议事会都将明白,只需向你们编造出令人信服的借口即可,而无需建造战船;结果便是资金耗尽,而你们却不会有战船。
ἐὰν δʼ, ὡς ὁ νόμος λέγει καὶ δεῖ τοὺς ὀμωμοκότας, πικρῶς καὶ ἁπλῶς τὰς μὲν προφάσεις ἀνέλητε, φανῆτε δʼ ἀφῃρημένοι τὴν δωρειὰν ὅτι τὰς ναῦς οὐ πεποίηνται, πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, πεποιημένας ὑμῖν παραδώσουσι τὰς τριήρεις, πάντα τἄλλα παρʼ ὑμῖν ἑορακότες ἀσθενέστερα τοῦ νόμου γεγενημένα. ὅτι τοίνυν οὐδʼ αἴτιος ἄλλος οὐδεὶς ἀνθρώπων ἐστὶ τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, τοῦτο σαφῶς ὑμῖν ἐπιδείξω· ἀνελοῦσα γὰρ ἡ βουλὴ τὸν νόμον, τοῦτον ἐχειροτόνησεν αὐτή.
然而,如果你们依照法律的规定以及发过誓的人应当做的那样,严厉而坚决地排除这些借口,并表明正是因为他们未能建造战船而剥夺了奖赏,那么雅典人诸位,他们在看到在你们面前其他一切都比法律脆弱之后,所有人都会将建成的三列桨座战船交到你们手中。此外,未能建造战船绝非其他任何人的过错,我也将向你们清楚地证明:因为正是议事会废弃了法律,亲自选举了此人。
- 15τὸν τελευταῖον γὰρ ἴστε πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ... πῶς διέκειθʼ ἡ πόλις
先取结构(prolepsis)。间接疑问从句 πῶς διέκειθʼ ἡ πόλις 的逻辑主语/话题 τὸν τελευταῖον πρὸς Λακεδαιμονίους πόλεμον 被提前,作为主句动词 ἴστε 的直接宾语。整句含义为:“诸位知道,在同拉刻代蒙人的最后一场战争中,城邦处于何等境地”。
- 16τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφʼ ἑκάτερα τῶν τριήρων
由属格名词 τῶν τριήρων 与分词 ἐχουσῶν 构成的独立属格结构。分词的宾语 τηλικαύτην ῥοπήν(“如此巨大的决定性分量/倾斜力”)与介词短语 ἐφʼ ἑκάτερα(“对吉凶任一方向/无论祸福”)插入其间,形成了明显的语序分离(hyperbaton)。该结构在此充当原因状语。
- 17εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν
由前文 θαυμάζω 所引出的从句,体现了表示情感的动词后接条件连词 εἰ(相当于“对于……竟然”)的用法。它以条件从句的形式陈述已发生的事实(相当于 ὅτι 从句),从而突出演说者对此事的惊异与不可思议。
