← 狄摩西尼

控诉安德罗提翁

§1-6

控告动机与关于预案缺乏的反驳

控告人回顾了自己遭受安德罗提翁陷害的私怨,提醒陪审官提防被告的诡辩,并开始反驳被告关于议事会受赏缺乏预案这一核心指控的法律辩解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρʼ οἷός τʼ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτʼ εἶναι τῶν ἐμοὶ γεγενημένων διʼ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γʼ εἰς χρήματα καὶ τὸ παρʼ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη· ἐμὲ δʼ οὐδʼ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθʼ ὑπὸ τούτου παρʼ ὑμῖν ἐπιστεύθη.

审判官诸位,正如欧克特蒙遭受安德罗提翁的恶毒对待后,认为既应当援助城邦,又应当为自身复仇一样,如果我确实有此能力,我也将尝试去做这同样的事。事情的发展是,尽管欧克特蒙遭受了许多极其严重且违反一切法律的侮辱,但这些与因安德罗提翁而落在我身上的祸患相比,仍属微不足道。因为针对他的图谋,不过是图谋其财产并企图将他不正当地从你们当中驱逐出去;但针对我,若是此人在你们法庭上所罗织的罪名被采信,世上便绝不会有任何一个人接纳我。

§2

αἰτιασάμενος γάρ με, ἃ καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρʼ ὡς ἀπέκτονʼ ἐγὼ τὸν ἐμαυτοῦ,1 καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπʼ ἐμέ, ἀλλʼ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντʼ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν· ὃν εἰ συνέβη τόθʼ ἁλῶναι, τίς ἂν ἀθλιώτερʼ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν ἢ φίλος ἢ ξένος εἰς ταὐτό ποτʼ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δʼ ἂν εἴασε πόλις που παρʼ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτʼ ἀσέβημα δοκοῦντʼ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία.

因为他指控我——即使仅仅说出口,若非与他完全同类之人都会犹豫不决——声称我杀害了自己的生父;并且他捏造了一桩针对我叔父而非针对我的不敬之罪诉讼,以我做下了此事为由,指控叔父与我同聚一处乃是不敬,从而将叔父推上法庭。倘若当时叔父不幸被定罪,世上有谁遭受此人的祸害会比我更为悲惨?因为无论是朋友还是外邦宾客,又有谁会愿意与我同聚一处?又有什么城邦会容许一个被认为做下了这等不敬之罪的人居留于其境内?绝无任何一个城邦会如此。

§3

ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, ἅ μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι.

因此,我在你们面前力争,洗刷了这些罪名,而且并非以微弱优势,而是以使他们连五分之一的选票都未能获得的压倒性优势获胜。而对于此人,我将与你们一同,不仅在当下,而且在今后的一切岁月里,竭力进行反击。关于私怨,我虽仍有许多话可说,但暂且搁置;而关于你们如今将要投票裁决的事宜,以及此人在公共施政中使你们遭受了绝非微小损害的事宜——这些我认为欧克特蒙有所遗漏、而你们听取则更为有益的事情——我将尝试简短地加以陈述。

§4

ἐγὼ γὰρ εἰ μὲν ἑώρων τινʼ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν, οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν. νῦν δʼ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι, ἐξαπατᾶν δʼ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν τούτῳ. ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι, ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκʼ ἄξιον κολάσαι, προσέχετε τὸν νοῦν οἷς ἐρῶ, ἵνʼ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθʼ ὑπολαμβάνειν ἃ δεῖ.

因为就我而言,倘若我看到他就他在你们面前受审的罪状有任何直接单纯的辩护,我绝不会对此有所提及。但如今我确凿地知道,他无法讲出任何直接正当之辞,而是会通过对每一要点捏造并引入刁钻狡诈的论词,企图以此欺骗你们。因为雅典人诸位,他是一位雄辩的能工巧匠,毕生都倾注于此。因此,为了使你们不至于受蒙蔽而听信其言、做出违背誓言的投票,并放走这个你们因诸多缘由理应严惩的人,请专注听取我所说的话,以便在听取我的陈述之后,能够针对此人将要说出的每一句话,在心中形成恰当的反驳。

§5

ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος2 περὶ τοῦ ἀπροβουλεύτου. νόμος ἐστί, φησίν, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς, διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ. ταῦτʼ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος, ἔδοξεν. οὐδὲν δεῖ, φησί, προβουλεύματος ἐνταῦθα· κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἴομαι, νομίζω δὲ καὶ ὑμῖν συνδόξειν, περὶ τούτων δεῖν τὰ προβουλεύματʼ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι, ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου.

因为关于未经预案提出提案一事,存在着一条他自以为处理得很巧妙的论据。他说,有法律规定,如果议事会被认为履行职责配得上奖赏,民众当授予其奖赏。他说,会议主席对此提请表决,民众举手表决并通过了。他说,在此完全无需议事会预案,因为所发生的举措是合乎法律的。但我却持完全相反的看法,且相信诸位也会赞同:仅仅在法律所规定的事情上,才应当提出预案;因为对于未立法律之事,甚至一开始就不应当提出任何提案。

§6

φησὶ τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτʼ ἔχουσι παρʼ ὑμῶν δωρειάν, καὶ οὐδὲ μιᾷ γεγενῆσθαι προβούλευμα πώποτε. ἐγὼ δʼ οἴομαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς· οὐ μὴν ἀλλʼ εἰ τοῦτο τοιοῦτʼ ἐστὶν τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία, οὐχ ὅτι πολλάκις ἡμάρτηται δήπου πρότερον, διὰ τοῦτʼ ἐπεξαμαρτητέον ἐστὶ3 καὶ νῦν, ἀλλὰ τοὐναντίον ἀρκτέον, ὡς ὁ νόμος κελεύει, τὰ τοιαῦτα ποιεῖν ἀναγκάζειν ἀπὸ σοῦ πρώτου.

于是他又声称,历来从你们这里获得奖赏的所有议事会都是通过这种方式获得的,从来没有哪个议事会曾有过预案。但我认为他说的并非真话,更确切地说,我十分清楚并非如此。然而,即便这一情况确属完全属实,而法律却另有相反规定,也绝不能因为从前屡屡犯错,现在就必须继续犯错;相反,正如法律所要求的那样,必须首先从你开始,强制执行这些规定。

语法注3 条
  1. 2τὸν πατέρʼ ὡς ἀπέκτονʼ ἐγὼ τὸν ἐμαυτοῦ

    提前句法(prolepsis)。名词 τὸν πατέρα 从 ὡς 从属从句(ὡς ἀπέκτονα...)的宾语位置被提前,置于从句引导词 ὡς 之前,并在形式上附属于分词 αἰτιασάμενος。这种语序修辞性地突出了“弑父”这一指控的极端严重性。

  2. 5εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος

    倒装与关系从句结构。核心主干为 ἔστι λόγος εἷς(“有一个论据”)。先行词 λόγος 被置于关系从句的末尾,关系代词 ὃν 在受 οἴεται 支配的宾格加不定式结构中充当不定式短语 τεχνικῶς ἔχειν αὐτῷ(“对他而言构造巧妙”)的逻辑主语,其中 ἔχω 搭配副词 τεχνικῶς 表示“处于某种状态”。

  3. 6οὐχ ὅτι πολλάκις ἡμάρτηται δήπου πρότερον, διὰ τοῦτʼ ἐπεξαμαρτητέον ἐστὶ

    逻辑否定句式 οὐχ ὅτι ... διὰ τοῦτο(“并不因为……就理当因此……”)。ἐπεξαμαρτητέον 是动词 ἐπεξαμαρτάνω(错上加错、屡错屡犯)的无人称动词性形容词,表必要性或应当性,在此被前面的否定词 οὐχ 否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:1-6