- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:65-71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了对手在任官与征税期间专横欺压弱者却侵吞公款的虚伪行径,并指出其在熔毁重铸神庙金冠时故意排除官方监督以中饱私囊,因而罪当严惩。
ὅτι τοίνυν ὅλως οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτὸν πότερʼ αὐτῷ δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι1 τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίνʼ ὑφαιρουμένους.
况且,关于他根本完全不是为了诸位而执行这项征税的,我也将立刻向诸位证明得清清楚楚。因为如果有人问他,在他看来,是那些从事农耕、克勤克俭,却因抚养子女、家庭开销以及其他公共捐献而拖欠特别财产税的人,对城邦危害更大呢,还是那些偷窃并挥霍甘愿纳税者的钱财和盟邦资金的人危害更大?即便他厚颜无耻,想必也绝不敢胆大包天到这种地步,竟敢宣称不缴纳私有财产的人比侵吞公款的人罪过更大。
τίνος οὖν ἕνεκʼ, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ σὺ πολιτεύει,2 καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτʼ ἐξητάσθης κατήγορος οὐδʼ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλʼ ἐνταῦθʼ ἐφάνης κηδεμὼν ὤν, οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι;
那么,你这下劣的恶徒,自从你投身政治以来已有三十多年,在此期间有许多将军危害了城邦,也有许多演说家在这些陪审官面前受审,其中有的因其罪行被处死,有的则逃亡在外,而你既如此狂妄又长于辞令,为何从未见你作为指控者出现去指控其中任何一人,也从未见你为城邦所遭受的苦难而愤慨,偏偏在必须坑害众多公民的当口,你才跳出来充当保护人?
βούλεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τῶν μὲν "μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. τῶν μὲν" οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δʼ οὐδενὸς ἀξίους ἡγήσατο· διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν.
雅典的男士们,诸位希望我把其中的缘由告诉诸位吗?因为他们“分肥于某些人危害诸位所牟取的赃物,并从征收的款项中中饱私囊;出于贪得无厌的本性,他们从两头压榨城邦。因为向众多犯下微小过失之人树敌,绝不比向少数犯下弥天大罪之人树敌更为容易;明察广大众人的过失,想必也绝不比明察少数人的罪过更合乎民主。但我所说的原因乃是这个:他深知自己属于”那些为非作歹者的行列,同时又视诸位为草芥;因此他才以这种方式对待诸位。
εἰ γὰρ ἀνδραπόδων πόλις, ἀλλὰ μὴ τῶν ἄρχειν ἑτέρων ἀξιούντων ὡμολογεῖτʼ εἶναι, οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὕβρεις ἠνέσχεσθε τὰς τούτου, ἃς κατὰ τὴν ἀγορὰν ὕβριζεν ὁμοῦ μετοίκους, Ἀθηναίους· δῶν, ἀπάγων, βοῶν ἐν ταῖς ἐκκλησίαις ἐπὶ τοῦ βήματος· δούλους καὶ ἐκ δούλων καλῶν αὑτοῦ βελτίους καὶ ἐκ βελτιόνων· ἐρωτῶν εἰ μάτην τὸ δεσμωτήριον ᾠκοδομήθη. καταφαίην ἂν ἔγωγε, εἴ γʼ ὁ πατὴρ ὁ σὸς ᾤχετʼ αὐτόθεν αὐταῖς πέδαις ἐξορχησάμενος3 Διονυσίων τῇ πομπῇ. ἄλλα δʼ ὅσʼ ὕβρικεν οὐδʼ ἂν ἔχοι τις εἰπεῖν· τοσαῦτα τὸ πλῆθός ἐστιν. ὧν ἁθρόων ἄξιον λαβόντας δίκην τήμερον παράδειγμα ποιῆσαι τοῖς ἄλλοις, ἵνʼ ὦσιν μετριώτεροι.
因为如果这里被公认是一个奴隶的城邦,而不是一个自认为有资格统治他人的民族的城邦,雅典的男士们,诸位断不会容忍此人的肆意侮辱——他在市场上对在留外侨与雅典公民不加区分地肆意凌辱:捆绑他们,关押他们,在公民大会的讲坛上大呼小叫,把出身与品行皆优于自己的公民骂作奴隶和奴隶之子,还质问监狱难道是白造的不成。要我说,如果你的父亲在酒神节游行时果真戴着脚镣从那里面手舞足蹈地逃之夭夭,那监狱可不就是白造的吗!至于他施加的其他侮辱,多得任何人都数不胜数;对于所有这些累累罪行,诸位今天予以应有的惩处并杀一儆百,使其他人有所收敛,才是理所应当的。
ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δʼ ἔσθʼ ἃ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστʼ ἔνοχος.
“但是,凭宙斯起誓,他在参与国政的这些事情上虽是这般嘴脸,在其他事务上却有治理得当之处。”然而,他在其他一切事情上对待诸位的方式,竟至于使他在诸位所听闻的这些劣迹中反而显得最不该被痛恨了!诸位要我谈些什么呢?谈他如何修缮游行器具,如何拆毁金冠,还是谈他如何精巧地制作那些献酒杯?然而单凭这些勾当,即便他在城邦中碰巧没有犯下任何其他罪行,诸位也会看清他理应被处死三次,而不是仅仅一次;因为他已犯下了劫掠圣物罪、不敬神罪、盗窃罪以及所有最骇人听闻的重罪。
τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ὑμᾶς ἐφενάκιζεν παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων·4 ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.
至于他在演说中欺骗诸位的许多言辞,我就略过不提了;但他谎称金冠上的叶子正在脱落,由于年深日久而腐朽不堪,仿佛金冠是由紫罗兰或玫瑰、而非黄金制成的一样,借此说服诸位将其熔化。随后,在征收特别财产税时,他装模作样地表现得极其公正,明令公奴必须在场,而对这些税款,纳税人中的每一个本就会成为核账人;但在被他熔毁的金冠一事上,他却没有引入这同一项公正的规矩,反而由他自己一人包揽了演说家、金匠、司库与核账人。
καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς ἑαυτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ περὶ τῶν εἰσφορῶν φαίνει, οὐκ εὔδηλον διʼ ὃ τοῦτʼ ἐποίησας;5 ἐγὼ μὲν οἶμαι.
其实,如果你在为城邦所办的一切事情上,都一概要求城邦信任你,你作为窃贼的真面目倒还不至于如此昭然若揭;可是如今,你既然在特别财产税上规定了公正之理——即城邦不应信任你,而应信任城邦自己的公奴——那么在插手另一桩事务、动用其中有一些甚至不是在我们这一代奉献的神圣财物时,你却显然没有附加同财产税一样的防范措施,你为何这样做,难道不是一目了然吗?依我看确实昭然若揭。
- 65οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι
条件句的主句包含带有潜势希求语气的 οὐκ ἂν ... ἔλθοι,后接表示结果的 ὥστε + 不定式(φῆσαι)。词组 εἰς τοῦτο τόλμης 是中性宾格代词搭配部分属格,意为“达到如此胆大包天的地步”。
- 66ἀφʼ οὗ σὺ πολιτεύει
关系副词短语 ἀφʼ οὗ(等同于 ἐξ οὗ)承接前面的时间短语 ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντα,引出时间起点(“自……以来”)。其搭配现在时动词 πολιτεύει,表示从三十年前持续至今的从政活动。
- 68καταφαίην ἂν ἔγωγε, εἴ γʼ ὁ πατὴρ ὁ σὸς ᾤχετʼ αὐτόθεν αὐταῖς πέδαις ἐξορχησάμενος
混合条件句:归结从句使用潜势希求语气(καταφαίην ἄν,“我倒乐于赞同”),条件从句则使用未完成过去时直说语气(ᾤχετο),带有对既成事实进行讽刺性假设的语气。此外,αὐταῖς πέδαις 是表示伴随的与格惯用表达(“连同脚镣一起”)。
- 70ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων
关系代词 ὧν 指代先行词 ταῖς εἰσφοραῖς(“特别财产税”),作 ἀντιγραφεύς 的客观属格;τῶν εἰσενεγκόντων 则是受 ἕκαστος 支配的部分属格(“出资者中的每一人”)。动词搭配 ἔμελλεν ἔσεσθαι 表示制度上的安排或既定意图(“理应成为 / 注定担任”)。
- 71νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθʼ ὁρίσας... οὐκ εὔδηλον διʼ ὃ τοῦτʼ ἐποίησας;
句子以转折词 νῦν δέ(“但现实是”)引出,其后是由分词短语 ὁρίσας 与时间从句 ὁπότε ... φαίνει(“当你显露……之际”)构成的长句,最终收束于主句的反问句 οὐκ εὔδηλον [ἐστί] διʼ ὃ τοῦτʼ ἐποίησας;(“你为何这样做难道不是显而易见吗?”)。
