- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:72-78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责安德罗提翁熔毁刻有祖先辉煌战功的圣冠,换上刻有其私名的劣质酒杯,从而侮辱了神祇、城邦与盟邦,并痛斥雅典人麻木懈怠,竟将祭典圣事托付给如此不敬神之人。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπιγέγραφεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον, σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
况且,雅典的男士们,即便通观所有的岁月,诸位也不妨看一看,他拆毁了城邦多么优美、多么令人钦羡的铭文,又反过来刻上了多么不敬神且可怕的字句!因为我想诸位全都曾见过,在金冠下方的基座底部刻着: “盟邦因民邦之英勇与正义奉献给民邦”或者 “盟邦作为战功祭品献给雅典娜”或者按各个城邦: “某某城邦蒙民邦拯救,献给民邦”例如: “优卑亚人重获自由,为民邦加冠”又如: “科农取自对拉刻代蒙人之海战胜利”因为金冠上的铭文原就是这样的。
ταῦτα μὲν τοίνυν, ἃ ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐπιγέγραπται· καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
然而,这些为诸位带来极高赞誉与荣誉的铭文,随着金冠被拆毁而荡然无存;而在那个男妓取代金冠为诸位制作的献酒杯上,却刻着: “安德罗提翁监制”法律明令禁止因卖淫而玷污自身肉体的人踏入圣所,而此人的名字却刻在圣所内的献酒杯上!这难道与先前的铭文相称吗?或者它能为诸位带来同等的荣誉吗?
"τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν·1 τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασι τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι.2 καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦθʼ ἅμʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις."
“因此,人们从中可以看到他们犯下的三桩最可怖的罪行。因为他们从女神那里夺走了金冠;他们从城邦抹去了源于伟业的赞誉——金冠在世时原是这些伟业的纪念碑;他们还从奉献者身上剥夺了不小的声望,即让他们显得甘愿铭记所受恩惠的美名。犯下了如此众多而严重的罪行,他们竟同时达到了这等麻木与狂妄的境地,以致一人以为自己会因另一人的缘故被诸位赦免,而另一人坐在他身旁,对其所作所为甚至毫不感到无地自容。”
οὕτω δʼ οὐ μόνον εἰς χρήματʼ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστʼ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσʼ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δʼ ἢ θυμιατήρια, ἂν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δʼ ἐπὶ μικροῖς τις σεμνύνηται, τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι.3 οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ οὐχ ὑμῶν ἄξια.
他不仅在钱财上不知羞耻,而且冥顽不灵,以致不知道这样一个道理:金冠是美德的象征,而献酒杯之类则是财富的象征;任何金冠,哪怕细小,也与巨大的金冠享有同等的荣誉;而杯盏或香炉若在数量上极多,固然能为拥有者博得某种富有的声名,但若有人为微薄之物沾沾自喜,不仅绝不可能因此获得任何荣誉,反而会被视为毫无品味。因此,这个家伙消灭了属于荣誉的财产,制造出来的却是属于财富的财产,而且数量微不足道,配不上诸位。
καὶ οὐδʼ ἐκεῖνʼ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθʼ ὁ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, εἰσφέρων δʼ ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ὑπὲρ δόξης ἐξέστη. ἀφʼ ὧν κτήματʼ ἀθάνατʼ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων ἡ μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπʼ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, ὁ παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες ἢ τρεῖς, ἄγουσʼ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, σὺ πάλιν γράψεις καταχωνεύειν.
而且他也没有看清这一点:对于搜刮财富,民邦从未汲汲营营,但对于追求荣耀,却远胜于世上的任何事物。证据在于:民邦曾一度拥有全希腊最为巨额的财富,却为了荣誉将其挥霍殆尽,并从私财中捐纳,为了荣耀从未退避过任何危险。由此,不朽的遗产为城邦留存下来:其一是对伟业的追忆,其二则是建立在这些伟业之上的奉献物之壮美——这山门、帕特农神庙、柱廊、船坞,绝非两只双耳小瓶,或三四件每件仅重一明那的金器,而且只要你高兴,你转眼又会提议将其熔化!
οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδʼ ἃν καταράσαινθʼ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτʼ ἀνέθεσαν, οὐδʼ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ ἃ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷα σοὶ βεβίωται4 τῆς ἀγορᾶς εἴργοντες.
因为先人们绝不是靠向自己征收什一税,也不是靠干出敌人求之不得的勾当——征收双倍的特别财产税——来树立这些奉献物的,他们处理国政时也绝没有起用像你这样的谋臣;相反,他们通过克敌制胜,并引导城邦走向任何明智之士都会祈求的团结和睦,把过着像你这般生活的人驱逐出市场,从而为自己留下了不朽的光荣。
ὑμεῖς δʼ εἰς τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθʼ εὐηθείας καὶ ῥᾳθυμίας ὥστʼ οὐδὲ τοιαῦτʼ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτʼ ἀσέβημʼ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ οἴομαι δεῖν τὸν εἰς ἱέρʼ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ προειρημένον ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.
可是雅典的男士们,诸位竟被引向了如此愚钝和懈怠的境地,以至于即便拥有这样的榜样也不去效仿,反而让安德罗提翁充当诸位巡游圣器的修缮者——大地与诸神啊,竟是安德罗提翁!诸位难道认为这桩不敬神之罪比哪一桩罪过更轻吗?因为依我之见,凡是要步入圣所、触摸净水与圣篮、并主持对诸神敬奉之人,不应仅仅在预定的若干天数内洁净自身,而应当在毕生的生活中远离像此人所经历的那种行径,保持终身的圣洁。
- 74τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν
动词 συλάω(掠夺、剥夺)构成双宾格句式,同时以被掠夺的对象(人或神 τὴν θεόν)和被剥夺的事物(τοὺς στεφάνους)作为宾格补足语。
- 74τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι
带冠词不定式短语 τὸ δοκεῖν ... 作为前文名词短语 δόξαν οὐ μικράν 的同位语说明。从句中的关系代词 ὧν 是由于先行词 τούτων 被省略,且在动词 μεμνῆσθαι(支配属格)的影响下,原本作 εὖ πάθωσιν 宾语的宾格 ἅ 被同化吸引为属格(关系词格同化)。
- 75τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι
惯用句式 τοσοῦτʼ ἀπέχει τοῦ + 不定式,表示“远非……、绝不可能……”。在 ὥστε 引导的结果从句中,πρὸς 作副词用,意为“此外、进而”;动词 ἔδοξεν 则是表示普遍真理的格言不定过去时(gnomic aorist)。
- 77οἷα σοὶ βεβίωται
不及物动词 βιόω(生活)的完成时被动态在此作非人称用法,配合施动者与格(σοί),字面意为“如被你所生活过的那样”。§78末尾的 οἷα τούτῳ βεβίωται 亦属完全相同的句式。
