- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:59-64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了安德罗提翁招致民众怨恨的真正根源并非征税公务本身,而是他在公民大会上对市民横加的人身攻击与侮辱;演说者借由同样面对纳税人却未树一敌的萨提洛斯与之对比,揭穿其恶毒本性,并力劝陪审官切勿庇护而应严惩该人。
ταῦτα τοίνυν ὡς μὲν οὐ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους, οὐχ ἕξει λέγειν οὗτος· οὕτω δʼ ἐστὶν ἀναιδὴς ὥστʼ ἐν τῷ δήμῳ, προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ τῆσδε τῆς γραφῆς,1 ἐτόλμα λέγειν ὡς ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς ἐχθροὺς ἐφʼ ἑαυτὸν εἵλκυκε καὶ νῦν ἐν τοῖς ἐσχάτοις ἐστὶ κινδύνοις. ἐγὼ δʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλομαι δεῖξαι τοῦτον οὔτε πεπονθότʼ οὐδʼ ὁτιοῦν κακὸν οὔτε μέλλοντα πάσχειν οὐδὲν διʼ ὧν ὑπὲρ ὑμῶν ἔπραξε, διὰ μέντοι τὴν αὑτοῦ βδελυρίαν καὶ θεοισεχθρίαν πεπονθότα μὲν μέχρι τῆσδε τῆς ἡμέρας οὐδέν, πεισόμενον δʼ, ἂν τὰ δίκαια ποιῆθʼ ὑμεῖς.
因此,要说这些行径并不骇人听闻且不违背一切法律,此人是断然说不出口的;但他竟厚颜无耻至此,以至于在公民大会上,屡屡为自己应对这桩起诉造势预演,竟敢大言不惭地声称,自己正是为了你们且由于你们的缘故才树敌无数,以至于如今身处绝境。然而,雅典的男士们,我愿意向诸位证明:他因替你们所做之事,既未遭受任何祸害,也绝不会遭受任何祸害;相反,由于他自身的卑劣与天怒人怨的恶行,他直到今日虽然毫发无损,但倘若诸位依法秉公裁决,他便会领受应得的惩罚。
σκέψασθε γὰρ ὡδί. τί ποθʼ ὑμῖν οὗτος ὑπέσχετο καὶ τί ποιεῖν αὐτὸν ἐχειροτονήσαθʼ ὑμεῖς; χρήματʼ εἰσπράττειν. ἄλλο δὲ πρὸς τούτῳ τί ποιεῖν; οὐδὲ ἕν. φέρε δὴ καθʼ ἕκαστον ὑπομνήσω τὴν εἴσπραξιν ὑμᾶς. οὗτος εἰσέπραξε Λεπτίνην τὸν ἐκ Κοίλης τέτταρας καὶ τριάκοντα δραχμάς, καὶ Θεόξενον τὸν Ἀλωπεκῆθεν δραχμὰς ἑβδομήκοντα καὶ μικρόν τι πρός, καὶ τὸν Εὐφήρου Καλλικράτην καὶ τὸν Τελέστου νεανίσκον· οὐκ ἔχω γὰρ τοὔνομʼ εἰπεῖν· σχεδὸν δὲ πάντας οὓς εἰσέπραξεν, ἵνα μὴ καθʼ ἕκαστον λέγω, οὐκ οἶδʼ εἴ τινʼ ὑπὲρ μνᾶν ὀφείλοντα.2
请诸位如此考量:此人究竟曾向你们许诺过什么,诸位又投票指派他去行使什么职责?是征收钱款。除此之外还要做什么?绝无他事。来吧,让我一件一件提醒诸位他的征税实情。他从库勒区的勒普提涅斯那里征收了三十四德拉克马,从阿洛佩克区的塞奥克塞诺斯那里征收了七十德拉克马零一点,又从尤费罗斯之子卡利克拉特斯以及特勒斯忒斯年轻的儿子那里征收——我记不得后者的名字了;而在他征收的几乎所有人当中,为了不逐一赘述,我怀疑是否有任何人拖欠超过一明纳的款项。
πότερʼ οὖν οἴεσθε τούτων ἕκαστον μισεῖν καὶ πολεμεῖν αὐτῷ διὰ τὴν εἰσφορὰν ταύτην, ἢ τὸν μὲν αὐτῶν, ὅτι πάντων ἀκουόντων ὑμῶν ἐν τῷ δήμῳ δοῦλον ἔφη καὶ ἐκ δούλων εἶναι καὶ προσήκειν αὐτῷ τὸ ἕκτον μέρος εἰσφέρειν μετὰ τῶν μετοίκων, τῷ δὲ παῖδας ἐκ πόρνης εἶναι, τοῦ δὲ τὸν πατέρʼ ἡταιρηκέναι, τοῦ δὲ τὴν μητέρα πεπορνεῦσθαι, τὸν δʼ3 ἀπογράφειν ὅσʼ ὑφείλετʼ ἐξ ἀρχῆς, τὸν δὲ τὸ δεῖνα, τὸν δʼ ὁμοῦ ῥητὰ καὶ ἄρρητα κακά, ἑξῆς ἅπαντας;
那么诸位认为,这些人中的每一个之所以仇恨他并与他为敌,是因为这笔特别财产税呢,还是因为在公民大会上当着诸位众人的面,他对其中一人扬言其是奴隶且出身于奴隶、理当同外侨一起缴纳六分之一的税,对另一人说其与妓女生子,对另一人说其父亲做过男妓,对另一人说其母亲做过娼妓,对另一人登记其自任官以来侵吞了多少公款,对另一人宣称某某丑事,对另一人则是说得出口与说不出口的恶言秽语齐出,把所有这些人挨个羞辱了个遍?
ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι πάντες, εἰς οὓς ἐπαρῴνησεν οὗτος, τὴν μὲν εἰσφορὰν ἕκαστος ἀναγκαῖον ἀνάλωμʼ ὑπελάμβανεν εἶναι, τοιαῦτα δʼ ἀτιμασθεὶς καὶ προπηλακισθεὶς χαλεπῶς ἐνήνοχεν. κἀκεῖνο οἶδα, ὅτι χρήματʼ εἰσπράττειν τοῦτον ἐχειροτονήσαθʼ ὑμεῖς, οὐχὶ τὰς ἰδίας συμφορὰς ὀνειδίζειν καὶ προφέρειν ἑκάστῳ. εἴτε γὰρ ἦσαν ἀληθεῖς, οὐ σοὶ ῥητέαι (πολλὰ γὰρ ἡμῶν ἕκαστος οὐχ ὡς βούλεται πράττει)· εἴτε μὴ προσηκούσας κατεσκεύαζες, πῶς οὐχ ὁτιοῦν ἂν πάθοις δικαίως;
因为我深知,所有受到此人酒后撒疯般暴虐相待之人,每一个人都认为纳税是一项必不可少的开销,却因遭受如此侮辱和践踏而痛心疾首。我也深知,诸位投票指派他是为了征收钱款,而不是为了用每个人的私家不幸去当面羞辱和揭短。因为假若这些事情属实,也不该由你来说——我们每个人都有许多身不由己之事;而如果你编造莫须有的罪名,难道你无论遭受何种惩罚不都是罪有应得吗?
ἔτι τοίνυν ἐκ τοῦδʼ ἀκριβέστερον γνώσεσθʼ ὅτι μισεῖ τοῦτον ἕκαστος οὐ διὰ τὴν εἴσπραξιν, ἀλλʼ ὑπὲρ ὧν ὑβρίσθη καὶ ἐπαρῳνήθη. Σάτυρος γὰρ ὁ τῶν νεωρίων ἐπιμελητὴς οὐχ ἑπτὰ τάλαντʼ εἰσέπραξεν ὑμῖν, ἀλλὰ τέτταρα καὶ τριάκοντα τοὺς αὐτοὺς τούτους ἀνθρώπους, ἐξ ὧν παρέθηκε τὰ σκεύη ταῖς ἐκπλευσάσαις ναυσίν· καὶ οὔτʼ ἐκεῖνος διὰ ταῦτʼ οὐδένʼ ἐχθρὸν αὑτῷ φησὶν εἶναι, οὔτε τῶν εἰσπραχθέντων οὐδεὶς ἐκείνῳ πολεμεῖ. ὁ μὲν γὰρ τὸ προστεταγμένον, οἶμαι, διεπράττετο, σὺ δὲ τῇ σαυτοῦ προπετείᾳ καὶ θρασύτητι λαβὼν ἐξουσίαν πόλλʼ ἀνηλωκότας εἰς τὴν πόλιν ἀνθρώπους καὶ σοῦ βελτίους καὶ ἐκ βελτιόνων ψευδέσι καὶ χαλεποῖς ὀνείδεσιν ᾤου δεῖν περιβάλλειν.
此外,从下述事实诸位可以更为确切地得知,每个人仇恨他绝非因为征税,而是为了自己所遭受的凌辱与狂暴虐待。因为船坞监察官萨提洛斯为诸位征收的不是七塔兰同,而是从完全相同的这群人身上征收了三十四塔兰同,并由此为启航的战船配备了器械;然而萨提洛斯说自己并未因此树立一个敌人,被征税的人中也无一人与他为敌。因为依我看,萨提洛斯履行的是上级交办的职责,而你却凭借自身的轻浮与狂妄获取了权力,竟认为可以用虚假而残酷的污蔑去围攻那些曾为城邦耗资甚巨、且比你更优秀、出身也比你更高贵的人们。
εἶτα ταῦθʼ οὗτοι πεισθῶσʼ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργʼ ἐφʼ αὑτοὺς ἀναδέξωνται;4 ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σʼ ὀφείλουσιν ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖνʼ εἰδόσιν μὲν ἴσως, ὅμως δʼ ἐρῶ· ὁποίους τινὰς ἂν φαίνησθʼ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετʼ εἶναι.
难道这些陪审官竟会被说服相信你是为了他们才做这些事,进而将你冷酷麻木与恶贯满盈的勾当揽到自己身上吗?绝非如此,他们因这些行径理应去痛恨你,而非庇护你。因为凡替城邦办事之人,必须效法城邦的品性;雅典的男士们,庇护那样的人并痛恨像此人一样的人,才是诸位所应当做的事。虽然诸位或许已知晓这一点,但我仍要明言:诸位显现出爱护并保全何种人,诸位自己便会被看作何种人。
- 59προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ τῆσδε τῆς γραφῆς
借用 προάγων(戏剧节正式上演前的前奏赛或预演)的比喻,意为“在面对这起公诉(τῆσδε τῆς γραφῆς)时不断为自己预先铺垫造势”。属格 τῆσδε τῆς γραφῆς 作为名词 προάγωνας 的宾格性属格(或关联属格)使用。
- 60οὐκ οἶδʼ εἴ τινʼ ὑπὲρ μνᾶν ὀφείλοντα
短语 οὐκ οἶδα εἰ...(“我不知道是否……”)在此带有委婉怀疑或委婉否定的语感,意即“我怀疑是否有人[欠款超过一明纳]”。分词 ὀφείλοντα 修饰不定代词 τινά,整句意为“我怀疑是否有任何拖欠超过一明纳的人”。
- 61τὸν μὲν αὐτῶν, ὅτι... τῷ δὲ... τοῦ δὲ... τὸν δʼ...
在双重疑问句(πότερον... ἢ...)的后半部分中,演说者通过一系列不对称的格位转换(宾格 τὸν μέν、与格 τῷ δέ、属格 τοῦ δέ 等)罗列了安德罗提翁对各人施加的不同侮辱。句首的 τὸν μὲν αὐτῶν 采用了先取构词法(prolepsis)置于宾格,随后各小句则根据所陈述的具体侮辱语境灵活变换格位。
- 64εἶτα ταῦθʼ οὗτοι πεισθῶσʼ... καὶ ... ἀναδέξωνται;
虚拟式动词 πεισθῶσι 与 ἀναδέξωνται 构成了表示义愤与反问的商讨性虚拟式(deliberative subjunctive),意为“难道这些陪审官竟然要被说服……并且把……揽在自己身上吗?(绝不应当如此)”。
