← 狄摩西尼

控诉安德罗提翁

§51-58

安德罗提翁的残暴征税与三十人僭主之比

演说者揭露安德罗提翁违背法律的暴虐征税行径,指出他闯入公民住宅,如对待奴隶般拘押其肉身,并谴责其恶劣程度甚至超过了“三十人僭主”时期的暴政。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51

καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς ὁ νόμος κελεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, τοσούτων χρημάτων τοῦτον τὸν τρόπον εἰσπραχθέντων ὠφέλησθε, ὅσον ἐζημίωσθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων. εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐστὶν ἐν δημοκρατίᾳ.

请不要有人认为我说拖欠者不应当被追缴。确实应当追缴。但应当如何进行?依照法律的吩咐,为了所有其他人的利益;因为这才是符合民主原则的做法。雅典的男士们,你们以这种方式征收到如此多的金钱所获得的益处,远不如将这种恶劣风气引入政体所遭受的损害巨大。因为如果诸位想要探究人们为何宁愿生活在民主政体下而非寡头政体下,你们会发现最显而易见的一点:民主政体下一切都更为温和。

§52

ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας οὗτος ἀσελγέστερος γέγονεν, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν; ἐπὶ τῶν τριάκοντα, πάντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλὰ τοῦτο κατηγοροῦμεν τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτος τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσατʼ ἐκείνων τῆς αὑτοῦ βδελυρίας1 ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενος τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστη, τοὺς ἕνδεκʼ ἄγων ἐπὶ τὰς οἰκίας.

至于他比你们能说出的任何寡头政体都更加肆无忌惮,我暂且不提。但在我们城邦中,何时曾发生过最可怕的事情?诸位肯定都会说是在“三十人僭主”统治时期。然而在当时,据人们相传,凡是藏身于家中的人,无一人被剥夺保全性命的机会;我们对三十人的指控,在于他们不正当地从广场上把人强行带走。而此人自身之卑劣竟超越了他们,以至于他在民主政体下从政,却率领十一人官直闯住宅,将每个人的私宅变成了监狱。

§53

καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης2 ἢ καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνοι, ἢ ὑποδύοιθʼ ὑπὸ κλίνην ὑπὲρ τοῦ μὴ τὸ σῶμʼ ἁλοὺς εἰς τὸ δεσμωτήριον ἕλκεσθαι, ἢ ἄλλʼ ἀσχημονοίη ἃ δούλων, οὐκ ἐλευθέρων ἐστὶν ἔργα, καὶ ταῦθʼ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο ποιῶν, ἣν ὡς ἐλεύθερος ἠγγυήσατο καὶ τῆς πόλεως πολίτης, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην λαμβάνειν ἐᾷ τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως;

然而,雅典的男士们,当一个穷人,或者甚至是一个花费甚巨而因某种情由自然手头拮据的富人,为了避免肉身被捕并被拖入监狱,要么越过屋顶逃往邻居家,要么钻到床底下,要么做出其他属于奴隶而非自由人的失体面的举动,且这些行径落入自己作为自由人和城邦公民明媒正娶的妻子眼中,而造成这般局面的罪魁祸首竟是安德罗提翁——此人以往的行径和生活方式甚至不容许他为自己讨回公道,更遑论为城邦了——诸位试想当事人该是何种心情?

§54

καίτοι εἴ τις ἔροιτʼ αὐτόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ ἢ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσειεν ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοιτο· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν εἵνεκʼ ἀφεὶς τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἔδεις καὶ ὕβριζες πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ἢ τοῖς οἰκέταις τοῖς σαυτοῦ κέχρησαι;

假若有人问他,财产税究竟是财产所欠还是肉身所欠,他若愿意讲真话,定会说是财产所欠;因为我们正是从财产中缴纳税款的。既然如此,你为何放弃查封土地和房屋并予以登记,反而去捆绑和羞辱身为公民的人们以及可怜的同住外侨,对待他们比对待你自己的家奴还要蛮横?

§55

καὶ μὴν εἰ θέλετε σκέψασθαι τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις, κἂν τὰ μέγιστʼ ἀτυχῶσιν, τοῦτό γʼ ἔνεστι σῶσαι· εἰς χρήματα γὰρ τὴν δίκην περὶ τῶν πλείστων παρὰ τούτων προσήκει λαμβάνειν. ὁ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσατο τὰς τιμωρίας.

再者,如果你们愿意考量身为奴隶与身为自由人究竟有何差别,你们会发现最大的差别在于:对于奴隶而言,其肉身要为一切过错承担责任;而对于自由人而言,纵使遭遇最大的不幸,至少可以保全肉身;因为在大多数事情上,理应向他们收取钱财作为补偿。而他却反其道而行之,竟如对待奴隶一般,把惩罚施加在肉身之上。

§56

οὕτω δʼ αἰσχρῶς καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς ὥστε τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι. εἶτʼ ἐπὶ τούτοις, ὡς ὁτιοῦν ἐξὸν ἑαυτῷ ποιεῖν, Σινώπην προσηνεχύραζεν καὶ Φανοστράτην, ἀνθρώπους πόρνας, οὐ μέντοι ὀφειλούσας εἰσφοράς.

他对待你们是如此卑鄙而贪婪,以至于他认为自己的父亲因公款问题被公开拘押在监狱中,既不还钱也不受审便可以潜逃,而其他公民若无法缴纳应摊的份额,就该从家中被拖进监狱。接着,在这些行径之上,仿佛他可以为所欲为一般,他又额外扣押了西诺佩和法诺斯特拉特的物品——她们虽是妓女,但绝不拖欠财产税。

§57

καίτοι εἴ τισιν ἄρα δοκοῦσʼ ἐπιτήδειαι ʼκεῖναι παθεῖν, ἀλλὰ τὸ πρᾶγμά γʼ οὐκ ἐπιτήδειον γίγνεσθαι, τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπʼ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων. πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι. ἀλλʼ οὐ ταῦτα λέγουσιν οἱ νόμοι, οὐδὲ τὰ τῆς πολιτείας ἔθη, ἃ φυλακτέον ὑμῖν· ἀλλʼ ἔνεστʼ ἔλεος, συγγνώμη, πάνθʼ ἃ προσήκει τοῖς ἐλευθέροις.

纵使在某些人看来,那些妇人落得此种下场是罪有应得,但这种事情的发生本身绝非正当:即有人竟因时局而狂妄至此,以至于闯入私人住宅,搬走毫无数额拖欠之人的财物。因为一个人尽可以看到许多人理应遭受、也理应早已遭受诸多苦难。然而法律并非如此规定,你们所当恪守的城邦风尚亦非如此;相反,其中蕴含着怜悯、宽恕以及一切适合自由人的美德。

§58

ὧν οὗτος ἁπάντων εἰκότως οὐ μετέχει τῇ φύσει οὐδὲ τῇ παιδείᾳ· πολλὰ γὰρ ὕβρισται καὶ προπεπηλάκισται συνὼν οὐκ ἀγαπῶσιν αὐτὸν ἀνθρώποις, ἀλλὰ δοῦναι μισθὸν δυναμένοις· ὧν προσῆκέ σοι3 τὴν ὀργὴν οὐκ εἰς τῶν πολιτῶν τὸν τυχόντʼ ἀφιέναι οὐδʼ εἰς τὰς ὁμοτέχνους πόρνας, ἀλλʼ εἰς τὸν τοῦτον τὸν τρόπον σε θρέψαντα.

由于天资和教养,此人自然与所有这些美德无缘;因为他长期遭受凌辱与践踏,结交的不是珍爱他的人,而是出得起雇金的人。因这些遭遇而产生的愤恨,你本不该发泄在随便哪个公民身上,也不该发泄在与你同行的妓女身上,而应当发泄在以这种方式将你抚养成人的人身上。

语法注3 条
  1. 52τοσαύτην ὑπερβολὴν ἐποιήσατʼ ἐκείνων τῆς αὑτοῦ βδελυρίας

    名词 ὑπερβολή 所支配的属格 ἐκείνων 是比较属格(“超越他们[三十人]”),而 τῆς αὑτοῦ βδελυρίας 则是限定属格(“在他自身的卑劣方面”)。整体结构意为“在自身的卑劣可憎上大大超越了他们”。

  2. 53τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης

    修辞性的省略句式。疑问词组 τί οἴεσθε 之后省略了主动词或不定式(如 πάσχειν 或 διανοεῖσθαι 等),直接引出由 ὁπότε 引导的一连串祈愿语气从句(ὑπερβαίνοι, ὑποδύοιτο, ἀσχημονοίη, ὁρῷτο, εἴη),生动描摹过去假设的情境:“当……之时,诸位认为[当事人是何等感受/情形如何]?”

  3. 58ὧν προσῆκέ σοι

    句首属格 ὧν 是承接前文“他所遭受的诸多侮辱(πολλὰ ὕβρισται...)”的关系代词,与 τὴν ὀργήν 构成表示原因的属格。同时,演说者在此处突然从向陪审法官陈述转向对安德罗提翁本人的直接指责(第二人称代词 σοι, σε,即撇向演说修辞手法 apostrophe)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:51-58