← 狄摩西尼

控诉安德罗提翁

§42-50

驳斥征税功绩的辩解与非法搜查民宅

演说者告诫陪审员警惕安德罗提翁借征税功绩自我辩护并为违法开脱,强调法律与誓言高于金钱。随后,他开始揭露安德罗提翁的行径:借指控尤克特蒙为由篡夺征税权,并通过非法法令带领十一人官骚扰普通公民的住宅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

οἴομαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων, ὅτι ταῦτα πάντʼ αὐτῷ διὰ τὰς εἰσπράξεις γέγονεν, ἃς ὑπὲρ ὑμῶν ὀλίγους εἰσπρᾶξαι φήσει πολλὰ χρήματʼ ἀναιδῶς οὐ τιθέντας. καὶ κατηγορήσει τούτων, πρᾶγμα ῥᾴδιον, οἶμαι, καὶ φήσει πᾶσαν ἄδειαν ἔσεσθαι τοῦ μὴ τιθέναι τὰς εἰσφοράς, εἰ καταψηφιεῖσθʼ αὐτοῦ.

因此我认为,他也绝不会放弃以下论调:声称这一切完全是由于他为你们进行的征税而招致的,他会宣称自己是为你们向少数人征收的,而这些人厚颜无耻地不肯缴纳巨额款项。他会控告这些人——我想这是件轻而易举的事——并且宣称,如果你们投票定他的罪,将产生完全不缴纳财产税的赦免权。

§43

ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι οὐ περὶ τούτων δικάσειν ὀμωμόκατε, ἀλλʼ εἰ κατὰ τοὺς νόμους τὸ ψήφισμʼ εἶπεν, εἶθʼ ὅτι πάνδεινόν ἐστι, κατηγορίαν ποιούμενον ὡς ἀδικοῦσί τινες τὴν πόλιν, αὐτὸν ἀξιοῦν ὧν ἀδικεῖ μειζόνων ὄντων μὴ δοῦναι δίκην· πολὺ γὰρ δήπου μεῖζόν ἐστʼ ἀδίκημα γράφειν παρὰ τοὺς νόμους ἢ τὴν εἰσφορὰν μὴ τιθέναι.

然而,雅典的男士们,你们首先应当铭记:你们宣誓并不是要就这些事项作出裁决,而是裁决他的提案是否符合法律;其次,一个人一方面指控某些人危害城邦,另一方面却要求自己犯下的更为严重的罪行不受惩罚,这是极其荒谬的;因为违背法律提出提案,无疑远比不缴纳财产税是严重得多的罪行。

§44

ὅτι τοίνυν οὐδʼ εἰ φανερῶς ἔμελλεν ἁλόντος τούτου μηδεὶς εἰσοίσειν μηδʼ ἐθελήσειν εἰσπράττειν, οὐδʼ οὕτως ἀποψηφιστέον, ἐκ τῶνδε γνώσεσθε. ὑμῖν παρὰ τὰς εἰσφορὰς τὰς ἀπὸ Ναυσινίκου, παρʼ ἴσως τάλαντα τριακόσιʼ ἢ μικρῷ πλείω, ἔλλειμμα τέτταρα καὶ δέκʼ ἐστὶ τάλαντα, ὧν ἑπτὰ οὗτος εἰσέπραξεν, ἐγὼ δὲ τίθημʼ ἅπαντα.1 ἐπὶ μὲν δὴ τοὺς ἑκόντας τιθέντας οὐ δεῖσθʼ Ἀνδροτίωνος, ἐπὶ δὲ τοὺς ἐλλείποντας.

此外,即使显而易见,一旦此人被定罪,将无人缴纳税款也无人愿意去征收,即便如此也绝不可宣告无罪,这一点你们从下述事实便可明了:自瑙西尼科执政以来的财产税中,在或许三百塔兰同或略多一点的总额中,亏空只有十四塔兰同,其中此人征收了七塔兰同,但我姑且算作全额都是他征收的。对于自愿缴纳者,你们根本不需要安德罗提翁,唯独对拖欠者才需要。

§45

ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον, εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι. ἃ οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν, λαβεῖν ἄξιον, μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν.2

因此,诸位现在必须考量,你们是否将政制、现行法律以及恪守誓言看得如此低廉;因为如果你们宣告这个如此公然违背法律发言的人无罪,所有人都会认为你们选择了这笔钱财而抛弃了法律和誓言。这笔钱,纵使有人自掏腰包赠予你们,也不值得接受,更遑论以向他人勒索为条件了。

§46

ὥσθʼ ὅταν ταῦτα λέγῃ, μέμνησθε τῶν ὅρκων καὶ τὴν γραφὴν ἐνθυμεῖσθε, ὅτι νῦν οὐ περὶ πράξεως εἰσφορῶν ἐστιν, ἀλλʼ εἰ δεῖ κυρίους εἶναι τοὺς νόμους. καὶ περὶ τούτων μέν, ὃν τρόπον ὑμᾶς ἀπάγων ἀπὸ τοῦ νόμου παρακρούεσθαι ζητήσει, καὶ ἃ πρὸς ταῦθʼ ὑμᾶς μνημονεύοντας μὴ ʼπιτρέπειν προσήκει, πολλὰ λέγειν ἔχων ἔτι, καὶ ταῦθʼ ἱκάνʼ εἶναι νομίζων, ἐάσω.

所以,每当他说起这些时,请铭记你们的誓言,并把公诉案铭记在心:如今所争论的并非关于财产税的征收,而是法律是否应当具有最高权威。关于这些问题——他企图如何引诱你们偏离法律以进行蒙骗,以及你们对此应当牢记在心而不予容许的事项——尽管我还有许多话可说,但认为这些已经足够,便不再赘述。

§47

βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου, διʼ ὧν οὐκ ἔσθʼ ὅ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται· καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἢ ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω. καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν, ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες.

然而,我也想审视一下这位“正人君子”的政治行径,通过这些行径,将表明他在最恶劣的事端上无一遗漏;因为我将证明他是厚颜无耻的、专横狂妄的、窃贼、傲慢之徒,并且适合任何事情,唯独不适合在民主政体中从政。首先,让我们来审视他最引以为豪的征收钱财一事,不要把注意力放在他的狂妄自大上,而要察看事情在事实上究竟是如何发生的。

§48

οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτʼ ἐξελέγξειν ἢ παρʼ αὑτοῦ καταθήσειν, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ. δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν, τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθʼ ἑαυτοῦ.3

此人声称尤克特蒙侵吞了你们的财产税,并宣称自己要么能证明这一点,要么由他自己垫付赔偿,便以此为借口通过法令废除了一项抽签产生的官职,从而潜入了征税事务中。随后他对此发表民众演说,称面临三种选择:要么熔毁游行圣器,要么再次征税,要么向拖欠者追讨,当你们理所当然地选择向拖欠者追讨时,他凭借诺言稳固地操纵着你们,并依仗当时的时局拥有了权力,但他却认为没有必要使用关于这些事项的现行法律,倘若他认为这些法律不够充分,也没有制定其他法律,反而向你们提出可怕且非法的决议案,借此承揽私利并窃取了你们的大量财产,甚至在提案中写明由十一人官随同他一起行动。

§50

εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας. καὶ τὸν μὲν Εὐκτήμονα, ὃν εἰσπράξειν ἢ καταθήσειν αὐτὸς ἔφη τὰς εἰσφοράς, οὐδὲν εἶχεν ἐλέγχειν περὶ τούτων, ὑμᾶς δʼ εἰσέπραττεν, ὥσπερ οὐ διὰ τὴν Εὐκτήμονος ἔχθραν ἐπὶ ταῦτʼ ἐλθών, ἀλλὰ διὰ τὴν ὑμετέραν.

随后,他带着这些人直奔你们的住宅。而对于他声称要从其身上追讨税款或由自己代为垫付的尤克特蒙,他却未能就这些事项查出任何证据;相反,他向你们大家征收,仿佛他从事这些行动并不是出于对尤克特蒙的敌意,而是出于对你们的敌意。

语法注3 条
  1. 44ἐγὼ δὲ τίθημʼ ἅπαντα

    动词 τίθημι 在此处取“承认、假定、计算在内(用于论辩中的让步)”之意。演说者在此做出修辞性让步,即纵使假设他征收了全部数额(十四塔兰同),论点依然成立。

  2. 45μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν

    短语 μή τί γε 是固定习语,意为“更不用说,遑论”。其后接带不定式的 ἐφʼ ᾧ,构成表示条件的从句(“以……为条件”)。全句意为“更不用说以向他人勒索为条件了”。

  3. 49τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθʼ ἑαυτοῦ

    动词 γράφω 在此指在决议中“提案、起草条文”,支配对格加不定式结构(τοὺς ἕνδεκα ἀκολουθεῖν)。表明安德罗提翁在提案条文中规定十一人官(负责监狱与逮捕的司法官员)随同自己行动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:42-50