← 狄摩西尼

控诉安德罗提翁

§35-41

驳斥袒护议事会的辩解与应对其支持者

演说者驳斥了安德罗提翁声称不应剥夺五百名议员荣誉的诡辩,指出定罪将唤醒普通公民并打破政客团伙的垄断。随后,他揭露同伙借维护议事会之名企图逃避自身卸任审查的实质,并提供了反驳可能出庭作证的阿基亚斯等辩护人的论述要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

εἰσὶ δὲ καὶ περὶ τῶν ἄλλων αὐτῷ λόγοι πρὸς τὸ φενακίζειν ὑμᾶς εὖ μεμηχανημένοι, περὶ ὧν βέλτιον ὑμᾶς προακοῦσαι. ἔστιν γὰρ εἷς αὐτῷ τοιοῦτος, μὴ πεντακοσίους ὑμῶν αὐτῶν ἀφελέσθαι τὴν δωρειὰν μηδʼ ὀνείδει περιβαλεῖν·1 ἐκείνων ἁγών, οὐκ ἐμός. ἐγὼ δʼ εἰ μὲν ἐμέλλετʼ ἀφαιρήσεσθαι τούτους μόνον, ἄλλο δὲ μηδὲν ὠφελήσειν τὴν πόλιν, οὐδὲν ἂν ὑμᾶς σφόδρα σπουδάζειν ἠξίουν· εἰ δὲ τῷ τοῦτο ποιῆσαι πλείους ἢ μυρίους τοὺς ἄλλους πολίτας βελτίους εἶναι προτρέψετε, πόσῳ κάλλιον τοσούτους παρασκευάσαι χρηστοὺς ἢ πεντακοσίοις ἀδίκως χαρίσασθαι;

关于其他事项,他也准备了巧妙设计的说辞来蒙骗你们,关于这些,你们最好预先知悉。因为他有这样一种论调,称你们绝不能剥夺属于你们同胞的五百人的奖赏,也不可使他们蒙受耻辱;并称这是他们的诉讼,而不是他的诉讼。而我认为,如果你们仅仅是要剥夺这些人,而不会给城邦带来任何其他益处,我绝不会要求你们如此全神贯注;但如果通过这样做,你们将激励一万多名其他公民变得更加优秀,那么使如此众多的人成为贤良之士,相比于不公正地讨好五百人,岂不是要崇高得多?

§36

ὡς δʼ οὐδʼ ἔστιν ἁπάσης τὸ πρᾶγμα τῆς βουλῆς, ἀλλὰ τινῶν, οἵπερ εἰσὶν αἴτιοι τῶν κακῶν, καὶ Ἀνδροτίωνος, ἔχω λέγειν. τῷ γάρ ἐστιν ὄνειδος, εἰ σιωπῶντος αὐτοῦ καὶ μηδὲν γράφοντος, ἴσως δʼ οὐδὲ τὰ πόλλʼ εἰς τὸ βουλευτήριον εἰσιόντος, μὴ λάβοι ἡ βουλὴ τὸν στέφανον; οὐδενὶ δήπουθεν, ἀλλὰ τοῦ γράφοντος καὶ πολιτευομένου καὶ πείθοντος ἃ βούλοιτο τὴν βουλήν· διὰ γὰρ τούτους ἀνάξια τοῦ στεφανωθῆναι βεβούλευκεν.

而且,我也能够阐明,这桩事绝非关乎整个议事会,而只关乎某些作为祸端根源的人以及安德罗提翁。因为,若自己既保持沉默、未提任何提案,甚至也很少进入议事厅,议事会未获得冠冕究竟对谁而言算是耻辱呢?对任何人而言都绝非耻辱,相反,这是对提出提案、执掌政务并随心所欲说服议事会之人的耻辱;因为正是由于这些人,议事会的决议才不配获得冠冕。

§37

οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ μάλιστα πάσης ἔσθʼ ἁγὼν τῆς βουλῆς, ὅσῳ συμφέρει μᾶλλον ὑμῖν καταγνοῦσιν2 ἢ μὴ θεάσασθε. εἰ μὲν ἀπογνώσεσθε, ἐπὶ τοῖς λέγουσι τὸ βουλευτήριον ἔσται, ἐὰν δὲ καταγνῶτε, ἐπὶ τοῖς ἰδιώταις· ἑορακότες γὰρ οἱ πολλοὶ διὰ τὴν τῶν λεγόντων πονηρίαν τήνδʼ ἀφῃρημένην τὴν βουλὴν τὸν στέφανον, οὐχὶ προήσονται τούτοις τὰς πράξεις, ἀλλὰ τὰ βέλτιστʼ ἐροῦσιν αὐτοί. εἰ δὲ γενήσεται τοῦτο καὶ τῶν ἠθάδων καὶ συνεστηκότων ῥητόρων ἀπαλλαγήσεσθε, ὄψεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάνθʼ ἃ προσήκει γιγνόμενα. ὥστʼ εἰ μηδενὸς ἄλλου ἕνεκα, διὰ ταῦτα καταψηφιστέον.

退一步说,即使这在最大程度上确实是关乎整个议事会的诉讼,诸位且看,你们定罪比不定罪究竟有利多少。如果你们宣告无罪,议事厅将被演说家们所掌控;但如果你们予以定罪,它将掌握在普通公民手中。因为大多数人看到本届议事会因演说家的邪恶而被剥夺了冠冕,便不会将政务拱手让给他们,而是会亲自陈述最善的意见。如果这一点得以实现,你们摆脱了那些惯常结党的演说家,雅典的男士们,你们将看到一切理应发生的事情得以实现。因此,即使不为了任何其他缘故,单单为了这些理由,也必须投票定罪。

§38

ὃ τοίνυν ἕτερον δεῖ μὴ λαθεῖν ὑμᾶς, ἀκούσατε. ἴσως ἀναβήσεται καὶ συνερεῖ τῇ βουλῇ Φίλιππος καὶ Ἀντιγένης καὶ ὁ ἀντιγραφεὺς καί τινες ἄλλοι, οἵπερ ἐκεῖ διʼ ἑαυτῶν εἶχον μετὰ τούτου τὸ βουλευτήριον καὶ τούτων τῶν κακῶν εἰσιν αἴτιοι. δεῖ δὴ πάντας ὑμᾶς γιγνώσκειν ὅτι τούτοις ἐστὶ μὲν ἡ πρόφασις τῆς συνηγορίας τῇ βουλῇ βοηθεῖν, τῇ δʼ ἀληθείᾳ περὶ αὑτῶν ἀγωνιοῦνται καὶ τῶν εὐθυνῶν ἃς αὐτοὺς προσήκει δοῦναι τῶν πεπραγμένων.

那么,还有另一件事绝不可瞒过你们,请听我说。或许腓力、安提革涅斯、校核书记以及其他某些人会登台为议事会辩护——正是他们在那里与此人一道将议事厅把持在自己手中,并成为这些罪恶的罪魁祸首。你们全体必须明白,他们出庭辩护的借口是协助议事会,但实际上他们是在为自己以及他们对自身行为理应接受的审查而战。

§39

ἔχει γὰρ οὕτως. ἂν μὲν ἀπογνῶτε τὴν γραφὴν ταύτην, ἅπαντές εἰσιν ἀπηλλαγμένοι καὶ δίκην οὐδεὶς οὐδεμίαν μὴ δῷ·3 τίς γὰρ ἔτʼ ἂν καταψηφίσαιτʼ ἐκείνων, τὴν βουλὴν ὑμῶν ἐστεφανωκότων ἧς οὗτοι προέστασαν; ἐὰν δὲ καταγνῶτε, πρῶτον μὲν τὰ εὔορκʼ ἔσεσθʼ ἐψηφισμένοι, εἶτʼ ἐπὶ ταῖς εὐθύναις ἕκαστον τούτων λαμβάνοντες, ὃς μὲν ἂν ὑμῖν ἀδικεῖν δοκῇ, κολάσετε, ὃς δʼ ἂν μή, τότʼ ἀφήσετε. μὴ οὖν ὡς ὑπὲρ τῆς βουλῆς λεγόντων καὶ τῶν πολλῶν ἀκούετε, ἀλλʼ ὡς ὑπὲρ αὑτῶν παρακρουομένοις ὀργίζεσθε.

因为实情乃是如此:如果你们驳回这项公诉,他们就全部脱罪,绝无任何人会受到任何惩罚;因为一旦你们为他们所掌控的议事会授予了冠冕,谁还会投票给那些人定罪呢?但如果你们予以定罪,首先你们做出的投票便恪守了誓言;其次,在审查时抓住他们当中的每一个人,凡是你们认为有罪的便加以惩处,凡是无罪的届时便予以释放。因此,绝不要把他们当作是在为议事会和大众说话来倾听,而要将他们视为为了自身私利企图蒙骗你们的人而感到愤慨。

§40

ἔτι τοίνυν Ἀρχίαν οἶμαι τὸν Χολαργέα (καὶ γὰρ οὗτος ἐβούλευεν πέρυσιν) ὡς ἐπιεικῆ δεήσεσθαι καὶ συνερεῖν αὐτοῖς. ἐγὼ δʼ οἴομαι δεῖν ὡδί πως ἀκούειν Ἀρχίου, ἐρωτᾶν αὐτὸν ταῦθʼ ἃ κατηγόρηται τῆς βουλῆς, πότερʼ αὐτῷ δοκεῖ καλῶς ἔχειν ἢ κακῶς· κἂν μὲν φῇ καλῶς, μηκέτι τὸν νοῦν ὡς ἐπιεικεῖ προσέχειν, ἂν δὲ κακῶς, τί δὴ ταῦτʼ εἴα φάσκων ἐπιεικὴς εἶναι, πάλιν αὐτὸν ἐρωτᾶτε.

此外,我认为霍拉尔戈斯区的阿基亚斯(因为他去年也是议事会成员)也会作为体面人提出恳求,并登台为他们辩护。但我认为,理应大致这样去听阿基亚斯的话:就议事会被指控的这些事项质问他,问他觉得这些事做得好还是不好。如果他说好,就不要再把他当作体面人来理会;如果他说不好,就反过来问他:“既然声称是体面人,你当时究竟为何纵容这些事?”

§41

κἂν μὲν ἀντιλέγειν φῇ, μηδένα δʼ αὐτῷ πείθεσθαι, ἄτοπον δήπου νῦν λέγειν ὑπὲρ τῆς τὰ βέλτιστʼ οὐχὶ πειθομένης αὐτῷ βουλῆς· ἂν δὲ σιωπᾶν, πῶς οὐκ ἀδικεῖ, εἰ, παρὸν ἐξαμαρτάνειν μέλλοντας ἀποτρέπειν,4 τοῦτο μὲν οὐκ ἐποίει, νῦν δὲ λέγειν τολμᾷ ὡς δεῖ τοὺς τοσαῦτα κάκʼ εἰργασμένους στεφανῶσαι;

如果他说自己曾提出反对却无人听从,那么他如今为不听从其善言的议事会辩护,委实荒唐;而如果他说自己当时保持了沉默,那么在明明可以劝阻将要犯错之人时他却不加阻止,如今却竟敢宣称应当给犯下如此多恶行的人授予冠冕,他又怎能不是在犯罪呢?

语法注4 条
  1. 35μὴ πεντακοσίους ὑμῶν αὐτῶν ἀφελέσθαι τὴν δωρειὰν μηδʼ ὀνείδει περιβαλεῖν

    具体说明 τοιοῦτος 的同格不定式短语。由于间接转述了带有命令或请求意味的论点,故使用否定词 μή 而非 οὐ。

  2. 37καταγνοῦσιν

    与与格代词 ὑμῖν 一致的与格分词,带有条件意味(“若你们定罪”),并与后文的 ἢ μή(“比不定罪”)构成对照,作为比较级 συμφέρει μᾶλλον 的修饰成分。

  3. 39δίκην οὐδεὶς οὐδεμίαν μὴ δῷ

    οὐ μή 搭配不定过去时虚拟式(δῷ)构成的极强否定句式,表示对未来的断然否定(“绝无任何人会受到任何惩罚”)。双重否定的叠用强化了彻底免责的意味。

  4. 41παρὸν ἐξαμαρτάνειν μέλλοντας ἀποτρέπειν

    源自无人称动词(ἔξεστι)的中性单数独立宾格(accusative absolute)παρόν,表达让步意味(“尽管本可以……”),与主句过去的无作为(τοῦτο μὲν οὐκ ἐποίει)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:35-41