- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:28-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了安德罗提翁借诉讼程序逃避定罪的托词,阐明梭伦立法禁止私德败坏者参政旨在保卫民主制,并指出安德罗提翁因继承其父未清偿的国库债务而被剥夺公民权,故其提出提案的行为纯属非法。
εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι μὴ λέγοι, ἢ ὡς οὐκ ἀσεβής, ἢ ὅ τι δήποτʼ εἴη διʼ ὃ κρίνοιτο, διὰ ταῦτα δʼ ἐκφεύγειν ἀξιοίη, εἰ μὲν ἀπηγμένος εἴη, διότι πρὸς διαιτητὴν ἐξῆν αὐτῷ λαχεῖν ἢ γράφεσθαι χρῆν, εἰ δὲ πρὸς διαιτητῇ φεύγοι, ὅτι χρῆν σʼ ἀπάγειν, ἵνʼ ἐκινδύνευες περὶ χιλιῶν, γέλως ἂν εἴη δήπουθεν. οὐ γὰρ τόν γε μηδὲν πεποιηκότα δεῖ περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην1 ἀντιλέγειν, ἀλλʼ ὡς οὐ πεποίηκʼ ἐπιδεικνύναι.
因此,如果有人不说自己不是罪犯,或者不是不敬神者,或者不论他因何罪名受审而辩解自己未犯该罪,反而要求基于这些理由脱罪——如果他是被扭送拘捕的,便辩解说原告本可以向仲裁官提起私诉,或者本应当提出书面公诉;如果他是在仲裁官面前受审,便辩解说‘你本应扭送我,以便你冒被罚一千德拉克马的风险’——这委实会成为天大的笑柄。因为无辜之人不应就自己应当以何种方式受罚进行争辩,而应当证明自己并未犯下该罪行。
τὸν αὐτὸν δὴ τρόπον, Ἀνδροτίων, καὶ σὺ μὴ διὰ ταῦτʼ οἴου σοι προσήκειν μὴ δοῦναι δίκην εἰ γράφεις ἡταιρηκώς, ὅτι καὶ πρὸς τοὺς θεσμοθέτας ἔσθʼ ἡμῖν ἐπαγγελία· ἀλλʼ ἢ δεῖξον οὐ πεποιηκότα ταῦτα σεαυτόν, ἢ δίκην ὕπεχʼ ὧν γέγραφας τοιοῦτος ὤν· οὐ γὰρ ἔξεστί σοι. εἰ δέ σε μὴ πάντας ὅσους διδόασιν οἱ νόμοι τρόπους τιμωρούμεθα, χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε,2 μὴ διὰ ταῦτʼ ἀξίου μηδένα δοῦναι τρόπον δίκην.
同样地,安德罗提翁,你也绝不要认为,如果你在充当男娼之后提出提案,却因为我们本也可以向司法执政官告发,你就不应当受罚;相反,要么证明你自己没有做过这些事,要么为你身为这样的人却提出提案而接受惩罚;因为这是法律所不容许你的。如果我们并未按照法律所赋予的一切方式来惩处你,对于我们所省去的手续,你应当感谢我们,而不应以此为由要求免除任何方式的惩罚。
ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, καὶ θεάσασθαι ὅσην πρόνοιαν ἐποιεῖτο ἐν ἅπασιν οἷς ἐτίθει νόμοις τῆς πολιτείας, καὶ ὅσῳ περὶ τούτου μᾶλλον ἐσπούδαζεν ἢ περὶ τοῦ πράγματος οὗ τιθείη τὸν νόμον. πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τοῦτο, οὐχ ἥκιστα δʼ ἐκ τούτου τοῦ νόμου, μήτε λέγειν μήτε γράφειν ἐξεῖναι τοῖς ἡταιρηκόσιν. ἑώρα γὰρ ἐκεῖνο, ὅτι τοῖς πολλοῖς ὑμῶν ἐξὸν λέγειν οὐ λέγετε, ὥστε τοῦτʼ οὐδὲν ἡγεῖτο βαρύ, καὶ πόλλʼ ἂν εἶχεν, εἴ γε κολάζειν ἐβούλετο τούτους, χαλεπώτερα θεῖναι.
雅典的男士们,因此,审视制定该法律的梭伦,观察他在所立的一切法律中对政体倾注了何等深远的远虑,以及相比于立法所针对的个别具体事项,他对政体本身注入了何等深厚的关切,是极有价值的。人们固然可以从诸多方面看出这一点,而绝非最不明显的,便是从这项法律中看出:充当男娼者既不准发言,也不准提出提案。因为他看到,你们当中的大多数人虽有发言之权却并不发言,因此他并不认为这是什么沉重的惩罚;如果他真想惩治他们,他本可以制定出严苛得多的惩罚。
ἀλλʼ οὐ τοῦτʼ ἐσπούδασεν, ἀλλὰ ταῦτʼ ἀπεῖπεν ὑπὲρ ὑμῶν καὶ τῆς πολιτείας. ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν ἁπασῶν οὖσαν ἐναντιωτάτην πολιτείαν ἐν ᾗ πᾶσιν ἔξεστι λέγειν τἀκείνων ὀνείδη. ἔστι δʼ αὕτη τίς; δημοκρατία. οὔκουν ἐνόμιζεν ἀσφαλές, εἴ ποτε συμβήσεται γενέσθαι συχνοὺς ἀνθρώπους κατὰ τοὺς αὐτοὺς χρόνους εἰπεῖν μὲν δεινοὺς καὶ θρασεῖς, τοιούτων δʼ ὀνειδῶν καὶ κακῶν μεστούς· πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν,3 κἀκείνους ἤτοι καταλῦσαί γʼ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον (ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδʼ ἂν ὦσιν ἔτʼ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας), ἢ προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς ὁ δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας ὁ καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.
但他关注的并非惩罚本身,而是为了你们和政体而禁止了这些事。因为他深知,他非常清楚,对于那些生活下流之人而言,一切政体中最具敌意的,莫过于人人皆可公开指责其丑行的政体。这是什么政体呢?就是民主制。因此他认为,如果同时期出现许多人,他们既擅长言辞、胆大妄为,又满身充斥着此类丑行与恶德,那绝不安全;因为他认为,民众受到他们的引诱,会犯下诸多过错,而那些人要么会企图彻底推翻民主制(因为在寡头政体下,哪怕有些人的生活比安德罗提翁更为下流,人们也不得议论统治者的恶行),要么会诱使民众变得尽可能邪恶,以便使民众与他们自己尽可能相似。因此,他从一开始就严禁此类人参与国政审议,以免民众受骗而犯下任何错误。这位体面尊贵的人士竟无视这些规定,不仅认为自己应当在不被允许的情况下发言和提出提案,甚至还认为应当违背法律去做出这些事。
περὶ μὲν τοίνυν τοῦ νόμου καθʼ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτʼ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν, ἡνίκα δεῖ σʼ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλʼ ὅταν ᾖ προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδʼ ἃ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον.
那么,关于因其父拖欠国库钱款且未曾清偿、法律遂不准其发言或提出提案的那条法律,如果他辩称我们本应当向长官告发他,诸位理所当然可以提出完全相同的正当论据。因为我们届时自会照办——指宙斯发誓,绝非现在,现在是你必须就自己犯下的其他罪行作出交代的时刻——而是在依照法律适宜之时照办;并且我们此刻也正在证明,法律不允许你提出提案,甚至不允许你做他人所被允许之事。
ὡς οὖν οὐκ ὦφλʼ ὁ πατήρ σου, τοῦτʼ ἐπίδειξον, ἢ ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματʼ ἐκτείσας. εἰ δὲ μὴ ταῦθʼ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας· κληρονόμον γάρ σε καθίστησʼ ὁ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δʼ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθʼ ὑπολαμβάνειν ἃ διεξελήλυθʼ ἐγώ.
因此,请证明你的父亲未曾欠下这笔债务,或者证明他并非越狱脱逃、而是在付清款项之后离开监狱的。如果你无法证明这些,那么你就是在无权的情况下提出了提案;因为法律规定你继承了你父亲被剥夺的公民权,而作为一个被剥夺公民权之人,你发言或提出提案都是不合法的。关于我们所并列援引的法律,我认为,如果此人企图耍弄花招误导你们,你们应当牢记我所阐明的这些论断。
- 28περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην
中性单数属格定冠词 τοῦ(受介词 περί 支配)将整个间接疑问分句 τρόπον ὅντινα χρὴ διδόναι δίκην 名词化(参柏拉图《理想国》352d περὶ τοῦ ὅντινα τρόπον χρὴ ζῆν)。分句中,间接疑问形容词 ὅντινα 修饰表方式状语的宾格名词 τρόπον(“应当以何种方式受罚”),τρόπον 前置于 ὅντινα 之前以避免与 τοῦ 产生元音连读(hiatus)。
- 29χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε
惯用短语 χάριν ἔχειν(感谢)支配表示原因或对象的属格代词 ἐκείνων(为了那些),而该先行词被后置于关系分句之后(倒装)。此外,关系代词 ὧν 本为动词 παραλείπομεν 的直接宾语(应为宾格 ἅ),在此受到了先行词 ἐκείνων 的属格吸引而变为属格 ὧν。
- 32πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν
承接前句的主动词 ἐνόμιζεν(他认为)而构成的间接引语(宾格加不定式结构)。不定式 ἐξαμαρτεῖν 与小词 ἄν 连用,代表直接引语中的潜势祈愿语气或过去潜势陈述语气(如 ἐξαμάρτοι ἄν)。不定式的逻辑主语是 τὸν δῆμον,被动分词 ὑπαχθέντα(受其引诱/误导)作其同位修饰成分。
