- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg022.humanitext-grc2:21-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人指出他对安德罗提翁私生活的揭露并非空洞谩骂,而是有凭有据的合法反驳,并援引梭伦的立法本意,论证法律蓄意为各种能力的公民提供了多元途径来追究作恶者的责任。
ἔτι τοίνυν ἐπιχειρεῖ λέγειν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου, ὡς ὑβρίζομεν ἡμεῖς καὶ βλασφημίας οὐχὶ προσηκούσας κατʼ αὐτοῦ ποιούμεθα. καὶ φησὶ δεῖν ἡμᾶς, εἴπερ ἐπιστεύομεν εἶναι ταῦτʼ ἀληθῆ, πρὸς τοὺς θεσμοθέτας ἀπαντᾶν, ἵνʼ ἐκεῖ περὶ χιλιῶν ἐκινδυνεύομεν, εἰ καταψευδόμενοι ταῦτʼ ἐφαινόμεθα·1 νῦν δὲ φενακίζειν αἰτίας καὶ λοιδορίας κενὰς ποιουμένους, καὶ ἐνοχλεῖν οὐ δικασταῖς τούτων οὖσιν ὑμῖν.
不仅如此,他还企图就有关男娼的法律进行辩解,声称我们是在进行侮辱,并对他施加了不当的诽谤。他说,如果我们确信这些指控属实,我们就应当去司法执政官面前起诉,那样一来,如果我们被证明是在捏造诬陷,我们在那里就必须冒被罚一千德拉克马的风险;而如今我们却在耍弄手腕,提出空洞的指责与谩骂,并且纠缠并非这些事项审判官的你们。
ἐγὼ δʼ οἴομαι δεῖν ὑμᾶς πρῶτον μὲν ἐκεῖνο λογίζεσθαι παρʼ ὑμῖν αὐτοῖς, ὅτι πάμπολυ λοιδορία τε καὶ αἰτία κεχωρισμένον ἐστὶν ἐλέγχου.2 αἰτία μὲν γάρ ἐστιν, ὅταν τις ψιλῷ χρησάμενος λόγῳ μὴ παράσχηται πίστιν ὧν λέγει, ἔλεγχος δέ, ὅταν ὧν ἂν εἴπῃ τις καὶ τἀληθὲς ὁμοῦ δείξῃ. ἔστι τοίνυν ἀνάγκη τοὺς ἐλέγχοντας ἢ τεκμήρια δεικνύναι διʼ ὧν ἐμφανιοῦσι τὸ πιστὸν ὑμῖν, ἢ τὰ εἰκότα φράζειν, ἢ μάρτυρας παρέχεσθαι· οὐ γὰρ οἷόν τʼ ἐνίων αὐτόπτας ἐστὶ καταστῆσαι, ἀλλʼ ἐὰν ἐπιδεικνύῃ τίς τι τούτων, ἱκανὸν νομίζετʼ ἔλεγχον ἔχειν ὑμεῖς εἰκότως τῆς ἀληθείας ἑκάστοτε.
然而我认为,你们首先应当在自己心中思考这一点:谩骂与指责同确凿的论证与反驳有着天壤之别。因为指责是指有人仅凭空洞的言辞,却未能就其所说提供任何确据;而反驳与立证则是指有人在陈述事情的同时,也证明了其真实性。因此,进行论驳的人必须要么出示能够向你们表明其可信度的证据,要么陈述合理的推断,要么提供证人;因为对某些行为而言,提供目击证人是不可能的,但如果有人出示了其中任何一项,你们自然会认为每次都掌握了关于事实真相的充分证明。
ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρʼ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ,3 ταῦτʼ ἐπιδείκνυμεν—ἄνδρα παρεσχηκότα γραμματεῖον, ἐν ᾧ τὰ τούτῳ βεβιωμένʼ ἔνεστιν, ὃς αὑτὸν ὑπεύθυνον ποιήσας μαρτυρεῖ ταῦτα. ὥσθʼ ὅταν μὲν λοιδορίαν ταῦτα καὶ αἰτίαν εἶναι φῇ, ὑπολαμβάνεθʼ ὡς ταῦτα μέν ἐστιν ἔλεγχος, ἃ δʼ οὗτος ποιεῖ, ταῦτα λοιδορία καὶ αἰτία· ὅταν δʼ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἐπαγγέλλειν ἡμῖν, ἐκεῖνο ὑπολαμβάνετε, ὅτι καὶ τοῦτο ποιήσομεν καὶ νῦν προσηκόντως περὶ τοῦ νόμου λέγομεν.
那么,我们并非根据合理的推测,也非根据抽象的痕迹,而是通过这位被告最能向其寻求法律责任之人来证明这些事实——此人提供了一份记载有被告平生行径的文书,并且在自负法律责任的前提下为这些事作证。因此,当他声称这些只是谩骂和指责时,请你们明白,我们提出的这些正是论驳与实证,而他的所作所为才是谩骂与指责;当他说我们本应当向司法执政官告发时,请你们明白,我们日后也会照办,并且我们此刻谈及这条法律也是完全恰如其分的。
εἰ μὲν γὰρ ἄλλον τινʼ ἀγῶνʼ ἀγωνιζομένου σου ταῦτα κατηγοροῦμεν, δικαίως ἂν ἠγανάκτεις· εἰ δʼ ὁ μὲν νῦν ἐνεστηκὼς ἀγών ἐστιν παρανόμων, οἱ νόμοι δʼ οὐκ ἐῶσι λέγειν οὐδὲ τὰ ἔννομα τοὺς οὕτω βεβιωκότας, ἡμεῖς δʼ ἐπιδείκνυμεν οὐ μόνον εἰρηκότʼ αὐτὸν παράνομα, ἀλλὰ καὶ βεβιωκότα παρανόμως, πῶς οὐχὶ προσήκει λέγειν περὶ τούτου τοῦ νόμου διʼ οὗ ταῦτʼ ἐλέγχεται;
因为,如果你正在参与的是另一场诉讼,而我们提出这些指控,你感到义愤是理所当然的;但如果当前进行的这场诉讼是针对非法提案的,而法律甚至不允许那些如此生活的人提出合法的提案,并且我们不仅证明了他提出了非法的言论,还证明了他过着非法的私生活,那么谈论这条用以证实这些罪状的法律,又怎能说是不恰当的呢?
καὶ μὴν κἀκεῖνό γε δεῖ μαθεῖν ὑμᾶς, ὅτι τοὺς νόμους ὁ τιθεὶς τούτους Σόλων καὶ τῶν ἄλλων τοὺς πολλούς, οὐδὲν ὅμοιος ὢν τούτῳ νομοθέτης, οὐχ ἑνὶ ἔδωκε τρόπῳ περὶ τῶν ἀδικημάτων ἑκάστων λαμβάνειν δίκην τοῖς βουλομένοις παρὰ τῶν ἀδικούντων, ἀλλὰ πολλαχῶς. ᾔδει γάρ, οἶμαι, τοῦθʼ ὅτι τοὺς ἐν τῇ πόλει γενέσθαι πάντας ὁμοίως ἢ δεινοὺς ἢ θρασεῖς ἢ μετρίους οὐκ ἂν εἴη. εἰ μὲν οὖν, ὡς τοῖς μετρίοις δίκην ἐξαρκέσει λαβεῖν,4 οὕτω τοὺς νόμους θήσει, μετʼ ἀδείας ἔσεσθαι πολλοὺς πονηροὺς ἡγεῖτο· εἰ δʼ ὡς τοῖς θρασέσιν καὶ δυνατοῖς λέγειν, τοὺς ἰδιώτας οὐ δυνήσεσθαι τὸν αὐτὸν τούτοις τρόπον λαμβάνειν δίκην.
再者,诸位还必须知晓这一点:制定这些法律以及其他大部分法律的梭伦,是一位与此人截然不同的立法者,他并未向那些希望从作恶者那里获得公正惩罚的人,就每种罪行只提供单一的途径,而是提供了多条途径。因为我认为,他深知城邦中的所有公民绝不可能在同样程度上都是精明强干、大胆果敢或温和退让的。因此,如果他把法律制定得仅足以让温和的人寻求公道,他认为许多恶人便会逍遥法外;但如果他把法律制定得迎合大胆且善辩之人,普通百姓就无法像这些人那样寻求公道了。
δεῖν δʼ ᾤετο μηδένʼ ἀποστερεῖσθαι τοῦ δίκης τυχεῖν, ὡς ἕκαστος δύναται. πῶς οὖν ἔσται τοῦτο; ἐὰν πολλὰς ὁδοὺς δῷ διὰ τῶν νόμων ἐπὶ τοὺς ἠδικηκότας οἷον τῆς κλοπῆς. ἔρρωσαι καὶ σαυτῷ πιστεύεις· ἄπαγε· ἐν χιλίαις δʼ ὁ κίνδυνος. ἀσθενέστερος εἶ· τοῖς ἄρχουσιν ἐφηγοῦ· τοῦτο ποιήσουσιν ἐκεῖνοι. φοβεῖ καὶ τοῦτο· γράφου.
他认为,绝不应当让任何人被剥夺按照各自的能力获得公正的机会。那么,这该如何实现呢?就是通过法律针对侵害他人者提供多条途径,例如在盗窃罪中:你体魄健壮且自信,你就实施扭送拘捕,但风险是一千德拉克马;你比较孱弱,你就引导长官前去,长官们会去拘捕;你连这也害怕,你就提出书面公诉。
καταμέμφει σεαυτὸν καὶ πένης ὢν οὐκ ἂν ἔχοις χιλίας ἐκτεῖσαι· δικάζου κλοπῆς πρὸς διαιτητὴν καὶ οὐ κινδυνεύσεις. τούτων οὐδέν ἐστι ταὐτό. τῆς ἀσεβείας κατὰ ταὔτʼ ἔστʼ ἀπάγειν, γράφεσθαι, δικάζεσθαι πρὸς Εὐμολπίδας, φαίνειν πρὸς τὸν βασιλέα. περὶ τῶν ἄλλων ἁπάντων τὸν αὐτὸν τρόπον σχεδόν.
你对自己缺乏信心,并且身为穷人无法交纳一千德拉克马,那就在仲裁官面前提起盗窃的私诉,你便不会冒任何风险。这些程序没有一个是相同的。对于不敬神罪,同样可以采取扭送、公诉、向欧摩尔皮德家族提起诉讼,或者向执政官王者提出告发。对于几乎所有其他事项,都是以完全相同的方式处理的。
- 21ἵνʼ ἐκεῖ περὶ χιλιῶν ἐκινδυνεύομεν, εἰ καταψευδόμενοι ταῦτʼ ἐφαινόμεθα
连词 ἵνα 接直说式过去时(未完成过去时 ἐκινδυνεύομεν),表示基于过去未实现条件(εἰ+未完成过去时)而未能达成的目的或反事实结果,意为“那样的话,我们本就会冒着……的风险”。
- 22πάμπολυ λοιδορία τε καὶ αἰτία κεχωρισμένον ἐστὶν ἐλέγχου
主语是由 τε...καί 连接的两个阴性名词(λοιδορία τε καὶ αἰτία),但述语分词 κεχωρισμένον 却采用了中性单数形式,这是将二者概括视为一个抽象的单一概念。副词性宾格 πάμπολυ 修饰带有分离属格 ἐλέγχου 的分词,表示距离之远(“大相径庭”)。
- 23παρʼ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ
τούτῳ 是与格(与动词不定式连用,表示行为者或关涉利益)。在固定短语 δίκην λαμβάνειν παρά τινος(从某人处获得惩罚/赔偿)中,全句指“从这位被告最能向其讨回公道/追究责任之人那里”(即如果证词虚假,被告可以通过伪证诉讼追究该证人的法律责任)。
- 25ὡς τοῖς μετρίοις δίκην ἐξαρκέσει λαβεῖν
连词 ὡς 引导表示标准或方式的从句(“以足以让……的方式”),无人称动词将来时 ἐξαρκέσει 支配与格 τοῖς μετρίοις 和不定式 λαβεῖν。这与下文的对比句(εἰ δʼ ὡς τοῖς θρασέσιν...)形成对应。
