- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:87-93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼揭露梅狄亚斯因不满缺席裁决,采取非法手段诬陷并剥夺了正直的仲裁人斯特拉通的公民权,并通过证人证词证实了这一暴行。
ὁ δʼ οὐκ ἦλθε,1 πείσας τὸν πρυτανεύοντα δοῦναι τὴν ψῆφον παρὰ πάντας τοὺς νόμους, κλητῆρʼ οὐδʼ ὁντινοῦν ἐπιγραψάμενος, κατηγορῶν ἔρημον, οὐδενὸς παρόντος, ἐκβάλλει καὶ ἀτιμοῖ τὸν διαιτητήν· καὶ νῦν εἷς Ἀθηναίων, ὅτι Μειδίας ἔρημον ὦφλε δίκην, ἁπάντων ἀπεστέρηται τῶν ἐν τῇ πόλει καὶ καθάπαξ ἄτιμος γέγονεν· καὶ οὔτε λαχεῖν ἀδικηθέντα οὔτε διαιτητὴν γενέσθαι Μειδίᾳ οὔθʼ ὅλως τὴν αὐτὴν ὁδὸν βαδίζειν, ὡς ἔοικεν, ἔστʼ ἀσφαλές.
但另一人并未出席;〔梅狄亚斯〕通过游说轮值主席违反一切法律进行表决,未曾登记任何传唤人,且在空无一人的情况下提出缺席指控,从而将仲裁人驱逐并剥夺其公民权。如今,一位雅典公民仅仅因为梅狄亚斯在一场诉讼中被缺席判决败诉,就被剥夺了城邦中的一切权利,彻底沦为无权者。看来,既不能在遭受不公时提起诉讼,也不能为梅狄亚斯担任仲裁人,甚至与他走在同一条路上都是不安全的。
δεῖ δὴ τοῦτο τὸ πρᾶγμʼ ὑμᾶς οὑτωσὶ σκέψασθαι, καὶ λογίσασθαι τί ποτʼ ἔσθʼ ὃ παθὼν2 Μειδίας οὕτως ὠμὸν τηλικαύτην ἐπεβούλευσε λαβεῖν τῶν πεπραγμένων παρʼ ἀνδρὸς πολίτου δίκην, κἂν μὲν ᾖ τι δεινὸν ὡς ἀληθῶς καὶ ὑπερφυές, συγγνώμην ἔχειν, ἐὰν δὲ μηδέν, θεάσασθε τὴν ἀσέλγειαν καὶ τὴν ὠμότητα, ᾗ καθʼ ἁπάντων χρῆται τῶν ἐντυγχανόντων. τί οὖν ἔσθʼ ὃ πέπονθεν; μεγάλην νὴ Δίʼ ὦφλε δίκην καὶ τοσαύτην ὥστʼ ἀποστερεῖσθαι τῶν ὄντων. ἀλλὰ χιλίων ἡ δίκη μόνον ἦν δραχμῶν.
因此,你们必须这样来审视此事,并权衡梅狄亚斯究竟遭受了什么如此残酷的事,竟蓄谋就所发生之事向一位同胞公民索取如此沉重的惩罚:若真有某种可怕而骇人听闻的遭遇,你们尚可予以原谅;但若是毫无缘由,便请看他对所遇之人一概施加的放肆与残暴。那么,他究竟遭受了什么呢?“以宙斯之名起誓,他输掉了一场大官司,其数额巨大,以至于倾家荡产!”但那场诉讼不过区区一千德拉克马。
πάνυ γε, ἀλλὰ δάκνει καὶ τοῦτο, φαίη τις ἄν, ὅταν ἐκτίνειν ἀδίκως δέῃ, συνέβη δʼ ὑπερημέρῳ γενομένῳ λαθεῖν αὐτῷ διὰ τὸ ἀδικηθῆναι. ἀλλʼ αὐθημερὸν μὲν ᾔσθετο, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ μηδὲν ἠδικηκέναι τὸν ἄνθρωπον, δραχμὴν δʼ οὐδέπω μίαν ἐκτέτεικεν.
有人或许会说:“诚然如此,但在必须不公地做出赔偿时,这也令人愤恨;而且他因遭受不公,在沦为逾期未履行者时竟未察觉。”然而,他就在当天便得知了此事——这正是该仲裁人毫无过错的最大证据——可是直到今天他连一德拉克马都未曾支付。
ἀλλὰ μή πω τοῦτο. ἀλλὰ τὴν μὴ οὖσαν ἀντιλαχεῖν3 ἐξῆν αὐτῷ δήπου, καὶ πρὸς ἐμὲ τὸ πρᾶγμα καταστήσασθαι, πρὸς ὅνπερ ἐξ ἀρχῆς ἦν ἡ δίκη. ἀλλʼ οὐκ ἐβούλετο· ἀλλʼ ἵνα μὴ Μειδίας ἀτίμητον ἀγωνίσηται δέκα μνῶν δίκην, πρὸς ἣν οὐκ ἀπήντα δέον, καὶ εἰ μὲν ἠδίκηκε, δίκην δῷ, εἰ δὲ μή, ἀποφύγῃ, ἄτιμον Ἀθηναίων ἕνʼ εἶναι δεῖ4 καὶ μήτε συγγνώμης μήτε λόγου μήτε ἐπιεικείας μηδεμιᾶς τυχεῖν, ἃ καὶ τοῖς ὄντως ἀδικοῦσιν ἅπανθʼ ὑπάρχει.
不过且慢提此事。但他本来完全可以提出撤销缺席判决的反诉申请,并在法庭上与我——即从一开始该诉讼所针对的人——当面对质。但他并不愿意如此;相反,仅仅为了不让梅狄亚斯就一场理当出庭却未出庭的十明纳定额诉讼进行对质辩护——以便若有罪则受罚,无罪则免诉——一位雅典公民就必须遭受褫夺公民权的惩处,并且不得享有任何原谅、申辩之机或公正宽容,而这些即使对真正有罪的人也全都是适用的。
ἀλλʼ ἐπειδή γʼ ἠτίμωσεν ὃν ἐβουλήθη, καὶ τοῦτʼ ἐχαρίσασθʼ αὐτῷ, καὶ τὴν ἀναιδῆ γνώμην, ᾗ ταῦτα προαιρεῖται ποιεῖν, ἐνέπλησεν αὑτοῦ, ἐκεῖνʼ ἐποίησε, τὴν καταδίκην ἐκτέτεικε, διʼ ἣν τὸν ἄνθρωπον ἀπώλεσεν; οὐδὲ χαλκοῦν οὐδέπω καὶ τήμερον, ἀλλὰ δίκην ἐξούλης ὑπομένει φεύγειν. οὐκοῦν ὁ μὲν ἠτίμωται καὶ παραπόλωλεν, ὁ δʼ οὐδʼ ὁτιοῦν πέπονθεν, ἀλλʼ ἄνω κάτω τοὺς νόμους, τοὺς διαιτητάς, πάνθʼ ὅσʼ ἂν βούληται στρέφει.
然而,既然他已经将想整的人剥夺了公民权,你们也在这件事上迁就了他,而他也满足了驱使其行此不端之举的无耻意图,那么他是否做了另一件事,偿付了让他毁掉那个人的判决赔偿金呢?直到今天他连一个铜子都未曾支付,反倒宁愿甘受追索扣押物之诉的被告审理。于是,一人被剥夺公民权而彻底被毁,另一人却毫发无损,甚至将法律、仲裁人以及一切随其心意颠来倒去。
καὶ τὴν μὲν κατὰ τοῦ διαιτητοῦ γνῶσιν, ἣν ἀπρόσκλητον κατεσκεύασεν, αὐτὸς κυρίαν αὑτῷ πεποίηται· ἣν δʼ αὐτὸς ὦφλεν ἐμοὶ προσκληθείς, εἰδώς, οὐκ ἀπαντῶν, ἄκυρον ποιεῖ. καίτοι εἰ παρὰ τῶν ἔρημον καταδιαιτησάντων αὐτοῦ τηλικαύτην δίκην οὗτος ἀξιοῖ λαμβάνειν, τίνʼ ὑμῖν προσήκει παρὰ τούτου λαβεῖν, τοῦ φανερῶς τοὺς ὑμετέρους νόμους ἐφʼ ὕβρει παραβαίνοντος; εἰ γὰρ ἀτιμία καὶ νόμων καὶ δικῶν καὶ πάντων στέρησις ἐκείνου τἀδικήματος προσήκουσʼ ἐστὶν δίκη, τῆς γʼ ὕβρεως μικρὰ θάνατος φαίνεται.
而他未经传唤便伪造出针对仲裁人的裁定,他倒让其为自己生效;至于他在接到传唤、知情却不出庭的情况下输给我的判决,他却使之无效。然而,若此人自认有权向缺席裁决他败诉的人索取如此重大的惩罚,那么对于公然出于傲慢践踏你们法律的他,你们向其索取怎样的惩罚才是恰当的呢?因为若褫夺公民权以及剥夺法律、法庭和一切权利是针对那项过错的恰当惩罚,那么对于这等侮辱傲慢,死刑甚至都显得太轻了。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι νόμον. Μάρτυρες "Νικόστρατος Μυρρινούσιος, Φανίας Ἀφιδναῖος οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ὅτʼ αὐτῷ Δημοσθένης ἔλαχε τὴν τοῦ κακηγορίου δίκην, ἑλομένους διαιτητὴν Στράτωνα, καὶ ἐπεὶ ἧκεν ἡ κυρία τοῦ νόμου, οὐκ ἀπαντήσαντα Μειδίαν ἐπὶ τὴν δίαιταν, ἀλλὰ καταλιπόντα. γενομένης δὲ ἐρήμου κατὰ Μειδίου, ἐπιστάμεθα Μειδίαν πείθοντα τόν τε Στράτωνα τὸν διαιτητὴν καὶ ἡμᾶς, ὄντας ἐκείνοις τοῖς χρόνοις ἄρχοντας, ὅπως τὴν δίαιταν αὐτῷ ἀποδιαιτήσομεν, καὶ διδόντα δραχμὰς πεντήκοντα. καὶ ἐπειδὴ οὐχ ὑπεμείναμεν, προσαπειλήσαντα ἡμῖν καὶ οὕτως ἀπαλλαγέντα. καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπιστάμεθα Στράτωνα ὑπὸ Μειδίου καταβραβευθέντα καὶ παρὰ πάντα τὰ δίκαια ἀτιμωθέντα."
为了证明我所言非虚,请为我传唤有关这些事实的证人,并宣读有关仲裁人的法律。 证人 “我们,米里努斯区的尼科斯特拉托斯、阿菲德纳区的法尼亚斯知道:我们所作证的德摩斯梯尼,与受到德摩斯梯尼起诉的梅狄亚斯,在德摩斯梯尼对他提起诽谤之诉时,选定了斯特拉通为仲裁人;法定决断之日来临时,梅狄亚斯未曾到场仲裁,而是弃案缺席。当对梅狄亚斯作出缺席裁决后,我们知道梅狄亚斯企图游说仲裁人斯特拉通以及我们这些当时担任执政官的人,让我们为他作出有利的裁决,并提供了五十德拉克马;当我们不肯屈从时,他更对我们加以威胁,然后才离去。我们知道斯特拉通正是由于这个原因而遭到梅狄亚斯的不公正定罪,并且违背一切公义被剥夺了公民权。”
- 87ὁ δʼ οὐκ ἦλθε
与前一语段末尾的“仲裁人之一来到(ὁ μὲν ἦλθε τῶν διαιτητῶν)”相对照,“ὁ δʼ”指另一位仲裁人未曾到场,从而为梅狄亚斯钻法律空子提供了机会。
- 88τί ποτʼ ἔσθʼ ὃ παθὼν
结合疑问代词 τί 与关系代词 ὃ 的强调疑问句结构(“他究竟是遭遇了什么,以至于在遭受之后策划……”)。其中分词 παθών 作原因分词使用,反诘梅狄亚斯是否受过足以证明其过激报复为合理的实质伤害。
- 90τὴν μὴ οὖσαν ἀντιλαχεῖν
雅典法律诉讼习惯用语,省略了 δίκην;ἀντιλαχεῖν τὴν μὴ οὖσαν (δίκην) 字面意为“就该判决不成立提起反诉”,指针对缺席裁决申请撤销并请求重新审理的法定程序。
- 90ἀλλʼ ἵνα μὴ Μειδίας ... δεῖ
修辞性倒装结构,目的从句 ἵνα μὴ Μειδίας... 置于主句无人称动词 δεῖ 之前,以此强烈对比其荒谬的不公:为了让梅狄亚斯逃避一场区区十明纳的官司,一位雅典公民竟然必须遭受褫夺公民权的严酷惩罚。
