← 狄摩西尼

控诉美狄亚斯

§94-100

失权仲裁人斯特拉通的出庭与严惩诉求

德摩斯梯尼宣读有关仲裁人的法律,并让已被剥夺公民权且被剥夺申辩机会的仲裁人斯特拉通伫立于法庭之上以展示其冤屈,力劝审判官切勿被梅狄亚斯的财富或博取同情的作态所蒙蔽,必须予以严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§94

λέγε δὴ καὶ τὸν τῶν διαιτητῶν νόμον. ΝΟΜΟΣ "Ἐὰν δέ τινες περὶ συμβολαίων ἰδίων πρὸς ἀλλήλους ἀμφισβητῶσι καὶ βούλωνται διαιτητὴν ἑλέσθαι ὁντινοῦν, ἐξέστω αὐτοῖς αἱρεῖσθαι ὃν ἂν βούλωνται. ἐπειδὰν δʼ ἕλωνται κατὰ κοινόν, μενέτωσαν ἐν τοῖς ὑπὸ τούτου διαγνωσθεῖσι, καὶ μηκέτι μεταφερέτωσαν ἀπὸ τούτου ἐφʼ ἕτερον δικαστήριον ταὐτὰ ἐγκλήματα, ἀλλʼ ἔστω τὰ κριθέντα ὑπὸ τοῦ διαιτητοῦ κύρια."

请接着宣读关于仲裁人的法律。 法律 “若有人就私人契约相互发生争执,并希望选定任何人为仲裁人,应允许他们自由选择所愿之人;但一旦双方共同选定,便须恪守该仲裁人的裁决,不得再将相同的指控从该仲裁人处移送至另一法庭,而由该仲裁人所裁决的事项应当具有最终效力。”

§95

κάλει δὴ καὶ τὸν Στράτωνʼ αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα· ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργασμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ ὀδύρασθαι· καὶ οὐδʼ εἰ δίκαιʼ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτʼ ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν.

现在请传唤遭受这般对待的斯特拉通本人;因为站在法庭上,想必对他还是被允许的。 雅典的男人们,这个人或许贫穷,但绝非恶人。然而,作为一名公民,他服满了其年龄段所应服的全部兵役,未曾做过任何伤天害理之事,如今却只能默默伫立在此,不仅被剥夺了其他一切共同的公民权利,甚至连发声和哀叹的权利也被剥夺;他究竟是蒙受了公正还是不公的对待,连向你们诉说这些的权利他也未曾享有。

§96

καὶ ταῦτα πέπονθʼ ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι.1 καὶ εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς παρʼ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων μετεῖχε τοῖς ἄλλοις ἡμῖν· ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου.

而他之所以遭受这些,全拜梅狄亚斯、梅狄亚斯的财富与傲慢所赐,其根源就在于他本人的贫困、无依无靠以及只是一名普通民众。如果他当时践踏法律,收下梅狄亚斯的五十德拉克马,并将自己作出的不利裁决改判为有利裁决,他本可以保全公民权,免遭任何祸患,与我们其他人一样享有同等的权利;然而,正因为他为了正义而无视梅狄亚斯,畏惧法律胜过畏惧此人的威胁,就在那一刻,他被此人推入了如此巨大而惨烈的灾难之中。

§97

εἶθʼ ὑμεῖς τὸν οὕτως ὠμόν, τὸν οὕτως ἀγνώμονα, τὸν τηλικαύτας δίκας λαμβάνονθʼ ὧν αὐτὸς ἠδικῆσθαι φησὶ μόνον2 (οὐ γὰρ ἠδίκητό γε), τοῦτον ὑβρίζοντα λαβόντες εἴς τινα τῶν πολιτῶν, καὶ μήθʼ ἑορτῆς μήθʼ ἱερῶν μήτε νόμου μήτʼ ἄλλου μηδενὸς πρόνοιαν ποιούμενον, οὐ καταψηφιεῖσθε;

既然如此,当你们抓获了这样一个冷酷无情、蛮不讲理、仅凭自己声称受了委屈(其实根本未受任何不公)就施加如此沉重报复的恶徒,目睹他对一名同胞公民肆行侮辱暴行,对节日、圣事、法律以及一切事物毫无敬畏与顾及,难道你们还不投票定他的罪吗?

§98

οὐ παράδειγμα ποιήσετε; καὶ τί φήσετʼ, ὦ ἄνδρες δικασταί; καὶ τίνʼ, ὢ πρὸς τῶν θεῶν, ἕξετʼ εἰπεῖν πρόφασιν δικαίαν ἢ καλήν; ὅτι νὴ Δίʼ ἀσελγής ἐστι καὶ βδελυρός· ταῦτα γάρ ἐστι τἀληθῆ· ἀλλὰ μισεῖν ὀφείλετʼ, ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον ἢ σῴζειν. ἀλλʼ ὅτι πλούσιός ἐστιν· ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ σχεδὸν αἴτιον εὑρήσετʼ ὄν, ὥστʼ ἀφελεῖν τὴν ἀφορμήν, διʼ ἣν ὑβρίζει, προσήκει μᾶλλον ἢ σῶσαι διὰ ταύτην· τὸ γὰρ χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρωπον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφʼ ὑμᾶς αὐτοὺς δεδωκέναι.

难道你们不打算杀一儆百吗?审判官们,你们还能说什么呢?看在诸神的份上,你们能拿出什么正当或体面的借口呢?难道要说,以宙斯之名起誓,因为他放肆而可憎吗?因为这确是实情;但雅典的男人们,对于这等人,你们理应痛恨而非予以庇护。还是说因为他富有呢?但你们会发现,正是这财富几乎成了他傲慢跋扈的根源,因此剥夺他借以行凶的资本才更为恰当,而不是因其富有而宽恕他;因为任由这样一个胆大包天、令人厌恶的恶徒掌握巨额财富,无异于为对付你们自己提供了武器。

§99

τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία· παιδία γὰρ παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται· τοῦτο γὰρ λοιπόν. ἀλλʼ ἴστε δήπου τοῦθʼ ὅτι τοὺς ἀδίκως τι πάσχοντας, ὃ μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν ταῦτʼ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδʼ οὐκ ἐλεηθένθʼ ὑπὸ τούτου, ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδʼ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ.3 οὐ γάρ ἐστιν ὄφλημʼ ὅ τι χρὴ καταθέντʼ ἐπίτιμον γενέσθαι τουτονί,4 ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου.

那么,还剩下什么理由呢?以宙斯之名起誓,难道是出于同情怜悯?因为他肯定会让孩子们站在身边,痛哭流涕,借他们之口为自己乞求宽恕;毕竟只剩下这一招了。但你们必定清楚,应当同情的是那些承受着无法忍受的不公折磨的人,而不是那些为自己所犯暴行接受惩罚的人。看到眼前这人的孩子们未曾得到此人丝毫怜悯,又有谁能理直气壮地去同情此人的孩子呢?这些孩子看到,在父亲的灾祸中,除了其他诸般苦难之外,甚至根本看不到任何挽救的希望。因为并不存在只要缴清便可恢复公民权的罚款债务,他完全就是这样被梅狄亚斯的怒火与傲慢之势肆意褫夺了公民权。

§100

τίς οὖν ὑβρίζων παύσεται καὶ διʼ ἃ ταῦτα ποιεῖ χρήματʼ ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντʼ ἐλεήσετε; εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δʼ οὐδὲ συνοργισθήσεσθε; μηδαμῶς· οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου τῶν μηδένʼ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων.

因此,如果你们像对待无辜受难者一样去同情这个恶徒,还有谁会收敛其傲慢暴行,又有谁会被剥夺其赖以作恶的资财呢?而当一个未犯任何过错的穷人被此人不正当地推入绝境时,你们难道连同仇敌忾的愤慨都不愿表示吗?绝不可如此;因为对任何人都不存怜悯之心的人,不配得到怜悯;毫无宽恕之心的人,亦不配得到宽容。

语法注4 条
  1. 96παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι

    介词 παρά 接宾格在此表示原因或理由(“由于”、“因为”)。在暗含与梅狄亚斯财富势力相对照的同时,指明了斯特拉通陷入任人宰割境地的根由。

  2. 97ὧν αὐτὸς ἠδικῆσθαι φησὶ μόνον

    关系代词 ὧν 因格的吸引(genitive attraction)由原本的宾格 ἃ 转为属格,与 δίκας λαμβάνοντα 搭配,表示“就……索取惩罚”。

  3. 99ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδʼ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ

    中性复数关系代词 ἃ 先行词为前面的 τὰ τοῦδε(此人即斯特拉通的孩子们)。从句动词 ὁρᾷ 带补充定语分词 ἐνοῦσαν(修饰 ἐπικουρίαν),构成表感知的间接表述结构,意为“看到在父亲的灾祸中甚至不存在任何解救之道”。

  4. 99οὐ γάρ ἐστιν ὄφλημʼ ὅ τι χρὴ καταθέντʼ ἐπίτιμον γενέσθαι τουτονί

    不定词 γενέσθαι 由无人称动词 χρή 支配,其逻辑主语为宾格 τουτονί,分词 καταθέντα 与之一致作宾格;关系代词 ὅ τι 作分词 καταθέντα 的直接宾语。整句骨架为“不存在任何只要此人缴清便能恢复公民权的债务”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:94-100