← 狄摩西尼

控诉美狄亚斯

§79-86

梅狄亚斯的私闯民宅与报复仲裁人斯特拉通

德摩斯梯尼陈述了梅狄亚斯兄弟当年如何借财产交换之名闯入其家中侮辱家人并撤回其针对监护人的诉讼,随后揭露了梅狄亚斯在后来的诉讼中长期推诿拖延,并企图贿赂与报复仲裁人斯特拉通的恶劣行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§79

καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας τῶν οἰκημάτων, ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν·1 εἶτα τῆς ἀδελφῆς, ἔτʼ ἔνδον τότε καὶ παιδὸς οὔσης κόρης, ἐναντίον ἐφθέγγοντʼ αἰσχρὰ καὶ τοιαῦθʼ οἷʼ ἂν ἄνθρωποι τοιοῦτοι φθέγξαιντο (οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν πρὸς ὑμᾶς τῶν τότε ῥηθέντων οὐδέν), καὶ τὴν μητέρα κἀμὲ καὶ πάντας ἡμᾶς ῥητὰ καὶ ἄρρητα κάκʼ ἐξεῖπον· ὃ δʼ οὖν δεινότατον καὶ οὐ λόγος, ἀλλʼ ἔργον ἤδη· τὰς δίκας ὡς αὐτῶν οὔσας ἀφίεσαν τοῖς ἐπιτρόποις.

他们首先劈开了各个房间的房门,仿佛这些房屋按照财产交换已经归他们所有;随后,在我妹妹当面——她当时还留在屋里,且年纪幼小——口出秽语,说了这等恶劣之徒才会说出的话(我实在无法向你们启齿复述当时所说的任何话),并对我母亲、我和我们全家人倾泻了不堪入耳、难以言状的恶毒辱骂。而最严重、且不再只是言语而是实际付诸行动的是:他们把针对监护人的诉讼当作自己的诉讼,予以全部撤回。

§80

καὶ ταῦτʼ ἐστὶ μὲν παλαιά, ὅμως δέ τινας μνημονεύειν ὑμῶν οἴομαι· ὅλη γὰρ ἡ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο. κἀγὼ τότε παντάπασιν ἔρημος ὢν καὶ νέος κομιδῇ, ἵνα μὴ τῶν παρὰ τοῖς ἐπιτρόποις ἀποστερηθείην, οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ,2 δίδωμʼ εἴκοσι μνᾶς τούτοις, ὅσου τὴν τριηραρχίαν ἦσαν μεμισθωκότες. τὰ μὲν δὴ τόθʼ ὑβρίσματα τούτων εἰς ἐμὲ ταῦτʼ ἐστίν.

这些虽然是往事,但我认为你们当中仍有人记得;因为当时全城都知晓了那次财产交换、那场阴谋以及那种放肆行径。而我当时孤立无援,年纪又轻,为了不被彻底剥夺监护人手中的财产——指望能追讨的并非我得以追回的数额,而是我自知已被剥夺的数额——我给了他们二十明纳,即他们转包三列桨座战船役的花费。这些就是他们当时对我施加的侮辱。

§81

δίκην δὲ τούτῳ λαχὼν ὕστερον τῆς κακηγορίας εἷλον ἐρήμην· οὐ γὰρ ἀπήντα. λαβὼν δʼ ὑπερήμερον καὶ ἔχων, οὐδενὸς ἡψάμην πώποτε τῶν τούτου, ἀλλὰ λαχὼν ἐξούλης πάλιν οὐδέπω καὶ τήμερον εἰσελθεῖν δεδύνημαι· τοσαύτας τέχνας καὶ σκήψεις οὗτος εὑρίσκων ἐκκρούει. κἀγὼ μὲν οὕτως εὐλαβῶς τῇ δίκῃ, τοῖς νόμοις ἅπαντα πράττειν ἀξιῶ· ὁ δʼ, ὡς ὑμεῖς ἀκούετε, ἀσελγῶς οὐ μόνον εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς ᾤετο δεῖν ὑβρίζειν, ἀλλὰ καὶ εἰς τοὺς φυλέτας διʼ ἐμέ.

后来,我就诽谤之罪对他提起诉讼,并因他缺席未出庭而胜诉。我虽然获得了对逾期不履行判决的他的执行权并持有此权,却从未触动过他的任何财产,而是再次提起追索扣押物之诉;然而直到今天,我都未能进入审理阶段,因为他编造出如此多的诡计和借口来百般拖延。我自认为应当如此谨慎地依循正义和法律行事,而他正如你们所听到的那样,认为不仅应当肆无忌惮地侮辱我和我的家人,甚至还应当因我的缘故侮辱我所属部落的同胞。

§82

ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, ἵνʼ εἰδῆθʼ ὅτι, πρὶν κατὰ τοὺς νόμους δίκην ὧν πρότερον ἠδικήθην λαβεῖν, πάλιν τοιαῦθʼ οἷʼ ἀκηκόαθʼ ὕβρισμαι. ΜΑΡΤΥΡΙΑ "Καλλισθένης Σφήττιος, Διόγνητος Θορίκιος, Μνησίθεος Ἀλωπεκῆθεν, οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, κρίσιν λελογχότα Μειδίᾳ ἐξούλης, τῷ καὶ νῦν ὑπʼ αὐτοῦ κρινομένῳ δημοσίᾳ, καὶ ἤδη τῇ κρίσει ἐκείνῃ διαγεγονότα ἔτη ὀκτώ, καὶ τοῦ χρόνου γεγενημένον παντὸς αἴτιον Μειδίαν ἀεὶ προφασιζόμενον καὶ ἀναβαλλόμενον."

为了证明我所言非虚,请为我传唤有关这些事实的证人,好让你们知道,在我依法为此前所遭受的不公讨回公道之前,我又再度遭受了你们所听到的那般侮辱。 证词 “斯菲托斯区的卡利斯忒涅斯、托里科斯区的迪奥格涅托斯、阿洛佩凯区的姆涅西忒奥斯,我们知晓:我们所作证的德摩斯梯尼,曾对梅狄亚斯提起追索扣押物之诉,而该梅狄亚斯如今正因公诉案件受到德摩斯梯尼的起诉;自该诉讼提起至今已有八年之久,梅狄亚斯因屡屡寻找借口推诿拖延,成为了耗费全部这番时间的唯一原因。”

§83

ὃ τοίνυν πεποίηκεν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῆς δίκης, ἀκούσατε, καὶ θεωρεῖτʼ ἐφʼ ἑκάστου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν αὐτοῦ. τῆς γὰρ δίκης, ταύτης λέγω ἧς εἷλον αὐτόν, γίγνεταί μοι διαιτητὴς Στράτων Φαληρεύς, ἄνθρωπος πένης μέν τις καὶ ἀπράγμων, ἄλλως δʼ οὐ πονηρός, ἀλλὰ καὶ πάνυ χρηστός· ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν.3

雅典人啊,请听听关于这场诉讼他又做出了什么勾当,并在每一件事上察看他的傲慢与专横。在我告赢他的那场官司中,法勒隆区的斯特拉通担任了我的仲裁人;他是个贫穷而安分守己的人,在其他方面绝非恶人,反而十分正直;正是这一点,使这个可怜人蒙受了极不正当、极不公义且极可耻的毁灭。

§84

οὗτος διαιτῶν ἡμῖν ὁ Στράτων, ἐπειδή ποθʼ ἧκεν ἡ κυρία, πάντα δʼ ἤδη διεξεληλύθει ταῦτα τἀκ τῶν νόμων, ὑπωμοσίαι καὶ παραγραφαί, καὶ οὐδὲν ἔτʼ ἦν ὑπόλοιπον, τὸ μὲν πρῶτον ἐπισχεῖν ἐδεῖτό μου τὴν δίαιταν, ἔπειτʼ εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι· τὸ τελευταῖον δʼ, ὡς οὔτʼ ἐγὼ συνεχώρουν οὔθʼ οὗτος ἀπήντα, τῆς δʼ ὥρας ἐγίγνετʼ ὀψέ, κατεδιῄτησεν.

这位斯特拉通在为我们主持仲裁时,当法定决断之日最终来临,所有依据法律提出的宣誓延期和程序抗辩等手段皆已用尽、再无余地之时,他起初恳求我暂缓仲裁,继而要求推迟至次日;但最终,由于我不同意且这家伙未曾到场,天色又已渐晚,仲裁人便作出了不利于他的裁决。

§85

ἤδη δʼ ἑσπέρας οὔσης καὶ σκότους ἔρχεται Μειδίας οὑτοσὶ πρὸς τὸ τῶν ἀρχόντων οἴκημα, καὶ καταλαμβάνει τοὺς ἄρχοντας ἐξιόντας καὶ τὸν Στράτωνʼ ἀπιόντʼ ἤδη, τὴν ἔρημον δεδωκότα, ὡς ἐγὼ τῶν παραγενομένων τινὸς ἐπυνθανόμην. τὸ μὲν οὖν πρῶτον οἷός τʼ ἦν πείθειν αὐτόν, ἣν κατεδεδιῃτήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν,4 καὶ τοὺς ἄρχοντας μεταγράφειν, καὶ πεντήκοντα δραχμὰς αὐτοῖς ἐδίδου· ὡς δʼ ἐδυσχέραινον οὗτοι τὸ πρᾶγμα καὶ οὐδετέρους ἔπειθεν, ἀπειλήσας καὶ διαλοιδορηθεὶς ἀπελθὼν τί ποιεῖ; καὶ θεάσασθε τὴν κακοήθειαν. τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ ὤμοσεν, ἀλλʼ εἴασε καθʼ αὑτοῦ κυρίαν γενέσθαι, καὶ ἀνώμοτος ἀπηνέχθη· βουλόμενος δὲ τὸ μέλλον λαθεῖν, φυλάξας τὴν τελευταίαν ἡμέραν τῶν διαιτητῶν, τὴν τοῦ θαργηλιῶνος ἢ τοῦ σκιροφοριῶνος γιγνομένην, εἰς ἣν ὁ μὲν ἦλθε τῶν διαιτητῶν,

到了傍晚天黑之时,这个梅狄亚斯来到执政官公署,碰上执政官们正往外走,而作出了缺席裁决的斯特拉通也正准备离去——正如我从在场者之一处所打听到的那样。起初他企图说服斯特拉通,将原本作出的有罪裁决改判为无罪裁决,并要求执政官们篡改记录,甚至向他们行贿五十德拉克马;当这些人对此等勾当深恶痛绝、他两方都无法说服时,他在一番威胁辱骂之后离去,接着又做了什么呢?请看他的阴险恶毒!他就该仲裁提出反诉后却没有宣誓,反而任由裁决对自己生效,被记录为未宣誓者;为了掩盖日后的企图,他暗中等待仲裁人任期的最后一天,即在撒戈利昂月或斯基洛弗利昂月的那一天,在那一天有的仲裁人到场……

语法注4 条
  1. 79ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν

    ὡς 连同宾格阴性复数分词 γιγνομένας 构成主观意图分词结构,以修饰上文的房门/房间,表达行为人的主观借口:“仿佛根据财产交换(antidosis)这些房间已经归他们所有”。

  2. 80οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ

    由 οὐχ... ἀλλʼ... 构成的对比结构。后半句中 συνῄδειν ἐμαυτῷ 支配与格完成时被动态分词 ἀπεστερημένῳ,意为“自知已被夺走的数额”;关系代词 ὅσων 受分词 ἀπεστερημένῳ 支配(表被剥夺之物)而呈属格(其省略的先行词为作 εἰσπράξειν 宾语的宾格 τοσαῦτα)。

  3. 83ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν

    中性单数关系代词 ὅπερ 以整个前句(斯特拉通贫困、安分守己且正直之事实)为先行词,在从句中充当主语功能:“正是这一点(他无力且善良的事实)毁了这个可怜的人”。

  4. 85ἣν κατεδεδιῃτήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν

    关系从句 ἣν κατεδεδιῃτήκει 先置于其先行指示代词 ταύτην。动词 καταδιαιτάω 意为“在仲裁中作出不利于某人的裁定(判其败诉)”,而与其相对的 ἀποδιαιτάω 则意为“裁定某人胜诉/无罪”。此处指梅狄亚斯要求斯特拉通将原本不利于自己的裁决改口宣布为有利裁决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:79-86