← 狄摩西尼

控诉美狄亚斯

§8-13

节日相关法律的宣读与自愿担任歌队役

演说者呼吁法庭勿将此案视为私人恩怨,而应作为公益事务审理;他在宣读了禁止节日不法行为及扣押财产的相关法律后,开始叙述自己当初自愿出任歌队筹办人的起因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

εἴ τις οὖν ὑμῶν ἄρα καὶ τὸν ἔμπροσθεν χρόνον τῶν ἰδίων τινὸς εἵνεκα γίγνεσθαι τὸν ἀγῶνα τόνδʼ ὑπελάμβανεν, ἐνθυμηθεὶς νῦν ὅτι δημοσίᾳ συμφέρει μηδενὶ μηδὲν ἐξεῖναι τοιοῦτο ποιεῖν, ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὄντος καὶ προσέχων ἀκουσάτω, καὶ τὰ φαινόμενʼ αὑτῷ δικαιότερʼ εἶναι, ταῦτα ψηφισάσθω. ἀναγνώσεται δὲ πρῶτον μὲν ὑμῖν τὸν νόμον καθʼ ὃν εἰσὶν αἱ προβολαί· μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων πειράσομαι διδάσκειν. λέγε τὸν νόμον. ΝΟΜΟΣ "Τοὺς πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐν Διονύσου τῇ ὑστεραίᾳ τῶν Πανδίων. ἐν δὲ ταύτῃ χρηματίζειν πρῶτον μὲν περὶ ἱερῶν, ἔπειτα τὰς προβολὰς παραδιδότωσαν τὰς γεγενημένας ἕνεκα τῆς πομπῆς ἢ τῶν ἀγώνων τῶν ἐν τοῖς Διονυσίοις, ὅσαι ἂν μὴ ἐκτετισμέναι ὦσιν."

因此,如果你们当中此前有人曾认为这场诉讼是出于某种个人恩怨而进行的,那么现在就请想到,绝不允许任何人做出此类行径是关乎公共利益的;请怀着此案事关公益的心情专注倾听,并投票支持自己认为更合乎正义的一方。书记官首先将为你们宣读关于提出公开告发所依据的法律;此后我也将尽力向你们说明其余各项事实。请宣读法律。 〔法律〕“五十人团执委应当在潘狄亚节的次日在狄奥尼索斯剧场召集公民大会。在该次大会中,首先应当商议神圣事务,随后应当提交因酒神节的游行或竞赛而提出的、尚未获得赔偿解决的所有公开告发案。”

§9

ὁ μὲν νόμος οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ὃν αἱ προβολαὶ γίγνονται, λέγων, ὥσπερ ἠκούσατε, ποιεῖν τὴν ἐκκλησίαν ἐν Διονύσου μετὰ τὰ Πάνδια, ἐν δὲ ταύτῃ ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρηματίζειν καὶ περὶ ὧν ἄν τις ἠδικηκὼς ᾖ περὶ τὴν ἑορτὴν ἢ παρανενομηκώς, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφερόντως ἔχων ὁ νόμος, ὡς τὸ πρᾶγμʼ αὐτὸ μαρτυρεῖ. ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί, τί χρὴ τοὺς τοιούτους προσδοκᾶν ἂν ποιεῖν, εἰ μηδεὶς ἐπῆν ἀγὼν μηδὲ κίνδυνος;

雅典人啊,这就是公开告发所依据的法律,正如你们所听到的,它规定在潘狄亚节之后于狄奥尼索斯剧场举行公民大会,并在主席团就执政官所经办的事务进行商议之后,再就任何人在节日期间所犯下的不法或违纪行为进行审议。雅典人啊,这项法律是优良且有益的,事实本身便可作证。因为在有着如此惩罚的威慑之下,某些人尚且显得毫无收敛地肆意妄为,那么如果没有任何诉讼或危险悬在头顶,人们又该指望这类人做出何等行径呢?

§10

βούλομαι τοίνυν ὑμῖν καὶ τὸν ἑξῆς ἀναγνῶναι νόμον τούτῳ· καὶ γὰρ ἐκ τούτου φανερὰ πᾶσιν ὑμῖν ἥ τε τῶν ἄλλων ὑμῶν εὐλάβεια γενήσεται καὶ τὸ τούτου θράσος. λέγε τὸν νόμον. ΝΟΜΟΣ "Εὐήγορος εἶπεν· ὅταν ἡ πομπὴ ᾖ τῷ Διονύσῳ ἐν Πειραιεῖ καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ ἡ ἐπὶ Ληναίῳ πομπὴ καὶ οἱ τραγῳδοὶ καὶ οἱ κωμῳδοί, καὶ τοῖς ἐν ἄστει Διονυσίοις ἡ πομπὴ καὶ οἱ παῖδες καὶ ὁ κῶμος καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ Θαργηλίων τῇ πομπῇ καὶ τῷ ἀγῶνι, μὴ ἐξεῖναι μήτε ἐνεχυράσαι μήτε λαμβάνειν ἕτερον ἑτέρου, μηδὲ τῶν ὑπερημέρων, ἐν ταύταις ταῖς ἡμέραις. ἐὰν δέ τις τούτων τι παραβαίνῃ, ὑπόδικος ἔστω τῷ παθόντι, καὶ προβολαὶ αὐτοῦ ἔστωσαν ἐν τῇ ἐκκλησίᾳ τῇ ἐν Διονύσου ὡς ἀδικοῦντος, καθὰ περὶ τῶν ἄλλων τῶν ἀδικούντων γέγραπται."

因此,我还想让你们听一听紧接在这之后的另一条法律;因为根据这条法律,你们大家的审慎虔敬与这名男子的狂妄放肆,都将清楚地展现在你们所有人面前。请宣读法律。 〔法律〕“尤埃戈罗斯提议:当比雷埃夫斯的狄奥尼索斯游行及喜剧和悲剧演员登场时,勒奈亚节的游行及悲剧和喜剧演员登场时,大酒神节的游行、少年队、狂欢游行以及喜剧和悲剧演员登场时,以及萨尔格利亚节的游行和比赛期间,在这些日子里,任何人均不得扣押抵押品,亦不得从他人处索取任何财物,即便对逾期未清偿债务者亦不得如此行事。若有人违反上述任何规定,即当对受害人承担法律责任,且应当如针对其他违法者所规定的那样,在狄奥尼索斯剧场的公民大会上因其不法行为而对其提起公开告发。”

§11

ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, ὅτι ἐν τῷ προτέρῳ νόμῳ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὔσης τῆς προβολῆς, ἐν τούτῳ καὶ κατὰ τῶν τοὺς ὑπερημέρους εἰσπραττόντων ἢ καὶ ἄλλʼ ὁτιοῦν τινὸς λαμβανόντων ἢ βιαζομένων ἐποιήσατε τὰς προβολάς. οὐ γὰρ ὅπως1 τὸ σῶμʼ ὑβρίζεσθαί τινος ἐν ταύταις ταῖς ἡμέραις, ἢ τὴν παρασκευὴν ἣν ἂν ἐκ τῶν ἰδίων πορίσαιτό τις εἰς λῃτουργίαν, ᾤεσθε χρῆναι, ἀλλὰ καὶ τὰ δίκῃ καὶ ψήφῳ τῶν ἑλόντων γιγνόμενα τῶν ἑαλωκότων καὶ κεκτημένων ἐξ ἀρχῆς τὴν γοῦν ἑορτὴν ἀπεδώκατʼ εἶναι.2

审判官诸位,请注意,在前一条法律中,公开告发是针对在节日期间违法之人,而在这条法律中,你们甚至针对那些向逾期未清偿债务者催讨、或从他人处夺取任何其他物品或施加暴力之人设立了公开告发。因为你们不仅认为在这些日子里任何人的肉体都不应遭受侮辱,任何人自费为公益劳役所筹备的物资也不应被侵夺,而且你们甚至准许,即便通过判决和投票已属于胜诉者的财产,至少在节日期间仍应归败诉且原先拥有者保有。

§12

ὑμεῖς μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες εἰς τοσοῦτον ἀφῖχθε φιλανθρωπίας καὶ εὐσεβείας ὥστε καὶ τῶν πρότερον γεγενημένων ἀδικημάτων τὸ λαμβάνειν δίκην ἐπέσχετε ταύτας τὰς ἡμέρας· Μειδίας δʼ ἐν αὐταῖς ταύταις ταῖς ἡμέραις ἄξια τοῦ δοῦναι τὴν ἐσχάτην δίκην ποιῶν δειχθήσεται. βούλομαι δʼ ἕκαστον ἀπʼ ἀρχῆς ὧν πέπονθʼ ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν ἃς τὸ τελευταῖον προσενέτεινέ μοι· ἓν γὰρ οὐδέν ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.

雅典人啊,由此可见,你们全体都达到了如此仁爱与虔敬的境地,以至于在这些日子里甚至暂停了对先前所生违法行为追讨赔偿;然而梅狄亚斯却将在事实面前被证明,恰恰就在这些日子里做出了罪该万死的行径。我希望从头开始逐一陈述我所遭受的一切,然后再谈谈他最终落在我身上的殴打;因为在他所犯的行径中,没有一件不足以证明他理应受到灭顶之灾。

§13

ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ, τρίτον ἔτος τουτί,3 παρούσης δὲ τῆς ἐκκλησίας ἐν ᾗ τὸν ἄρχοντʼ ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγων καὶ λοιδορίας γιγνομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δʼ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής, καὶ κληρουμένων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον,

因为当时潘狄奥尼斯部落未能确定歌队筹办人,至今已是第三个年头;在法律规定执政官应抽签为各个歌队分配笛手的公民大会上,争执与谩骂四起,执政官指责部落的管理员,管理员又指责执政官,此时我挺身而出,自愿承诺承担歌队筹办人的义务;并且在抽签时,我抽中了第一位挑选笛手的签位,

语法注3 条
  1. 11οὐ γὰρ ὅπως

    此处为 οὐχ ὅπως(此作 οὐ γὰρ ὅπως)... ἀλλὰ καί... 惯用句式,意为“不仅不……反而甚至……”。前一分句省略了否定谓语,与后面的 ᾤεσθε χρῆναι 共同构成递进对比关系。

  2. 11τὰ δίκῃ καὶ ψήφῳ τῶν ἑλόντων γιγνόμενα τῶν ἑαλωκότων καὶ κεκτημένων ἐξ ἀρχῆς τὴν γοῦν ἑορτὴν ἀπεδώκατʼ εἶναι

    此句包含交错语序(hyperbaton)。基本骨架为 ἀπεδώκατε τὰ [...] γιγνόμενα εἶναι τῶν ἑαλωκότων(“你们准许……的财物属于败诉者”)。τῶν ἑλόντων 为属格,依附于 γιγνόμενα,意为“归胜诉者所有的财物”,与依附于 εἶναι 的 τῶν ἑαλωκότων(败诉者)形成双重所有格对照。τὴν γοῦν ἑορτήν 为表示时间长度的宾格(“至少在节日期间”)。

  3. 13τρίτον ἔτος τουτί

    此为带有直示词尾 -ί (τουτί) 表示时间跨度的宾格惯用表达,意为“至今已是第三年”。在句中作为副词性短语插入独立属格 οὐ καθεστηκότος χορηγοῦ... 之中,用以说明缺乏歌队筹办人的状态已持续相当长的时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:8-13