- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:14-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼历数梅狄亚斯在他自愿承担歌队劳役后所进行的一系列破坏与骚扰——包括企图毁坏神圣服饰、收买训练师、破坏剧场设施、威胁收买裁判以及对他实施人身攻击——并强调受害者或因恐惧或因和解未能追责,如今维护法律尊严的责任落在了审判官身上。
ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ἀμφότερʼ ὡς οἷόν τε μάλιστʼ ἀπεδέξασθε, τήν τʼ ἐπαγγελίαν τὴν ἐμὴν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης, καὶ θόρυβον καὶ κρότον τοιοῦτον ὡς ἂν ἐπαινοῦντές τε καὶ συνησθέντες ἐποιήσατε, Μειδίας δʼ οὑτοσὶ μόνος τῶν πάντων, ὡς ἔοικεν, ἠχθέσθη, καὶ παρηκολούθησε παρʼ ὅλην τὴν λῃτουργίαν ἐπηρεάζων μοι συνεχῶς καὶ μικρὰ καὶ μείζω.
雅典人啊,你们全体对这两件事——我的自愿承担与命运赐予的结果——都报以最热烈的欢迎,并爆发出喝彩与掌声,就像赞扬我并同享喜悦的人们那样;唯独这里的这位梅狄亚斯,看来是所有人中唯一对此感到不悦的,他在我承担这项公益劳役的整个过程中始终尾随我,不断以或大或小的方式刁难我。
ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν,1 ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἄλλα πάνθʼ ὅσα τοιαῦτα, ἐάσω· οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τότʼ ἐμοὶ καὶ ὑβριζομένῳ τὴν αὐτὴν ὀργὴν ἕκαστον τούτων ἥνπερ ἄλλʼ ὁτιοῦν τῶν δεινοτάτων παρίστη, ὑμῖν δὲ τοῖς ἄλλοις, ἔξω τοῦ πράγματος οὖσιν, οὐκ ἂν ἴσως ἄξια ταῦτα καθʼ αὕτʼ ἀγῶνος φανείη· ἀλλʼ ἃ πάντες ὁμοίως ἀγανακτήσετε, ταῦτʼ ἐρῶ.
至于他反对免除我们歌队成员的兵役而造成的所有阻碍,或者自荐并要求选拔自己担任酒神节的主管人,以及所有其他此类事情,我且不予追究。因为我并非不明白,当时遭受刁难与侮辱的我,对其中每一件事所产生的愤怒,绝不亚于面对任何最可怕的恶行;然而对你们其余身处事外的人来说,这些事情本身或许看似不足以成为诉讼的理由;因此,我将陈述那些你们大家会同样感到愤慨的事项。
ἔστι δʼ ὑπερβολὴ τῶν μετὰ ταῦτα, ἃ μέλλω λέγειν, καὶ οὐδʼ ἂν ἐπεχείρησʼ ἔγωγε κατηγορεῖν αὐτοῦ νῦν, εἰ μὴ καὶ τότʼ ἐν τῷ δήμῳ παραχρῆμʼ ἐξήλεγξα.2 τὴν γὰρ ἐσθῆτα τὴν ἱεράν (ἱερὰν γὰρ ἔγωγε νομίζω πᾶσαν ὅσην ἄν τις εἵνεκα τῆς ἑορτῆς παρασκευάσηται, τέως ἂν χρησθῇ) καὶ τοὺς στεφάνους τοὺς χρυσοῦς, οὓς ἐποιησάμην ἐγὼ κόσμον τῷ χορῷ, ἐπεβούλευσεν, ὦ ἄνδρες Ἀθηναῖοι, διαφθεῖραί μοι νύκτωρ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ χρυσοχόου. καὶ διέφθειρεν, οὐ μέντοι πᾶσάν γε· οὐ γὰρ ἐδυνήθη. καίτοι τοῦτό γʼ οὐδεὶς πώποτʼ οὐδένα φησὶν ἀκηκοέναι τολμήσαντʼ οὐδὲ ποιήσαντʼ ἐν τῇ πόλει.
在这之后,我即将陈述的行径更是变本加厉;若不是当时在民众大会上我当场揭露了他,我自己如今甚至根本不会试图起诉他。因为针对那些神圣的服饰(凡是为了节日所备办的一切,直到被使用为止,我本人都视为神圣之物)以及我为装点歌队而订制的金冠,雅典人啊,他竟在夜间闯入金匠的居所,企图将其毁坏。他确实破坏了一部分,但并非全部,因为他未能得逞;然而从未有人说自己听说过在这座城邦里有谁胆敢企图或做出这等事情。
οὐκ ἀπέχρησε δʼ αὐτῷ τοῦτο, ἀλλὰ καὶ τὸν διδάσκαλον, ὦ ἄνδρες Ἀθηναῖοι, διέφθειρέ μου τοῦ χοροῦ· καὶ εἰ μὴ Τηλεφάνης ὁ αὐλητὴς ἀνδρῶν βέλτιστος περὶ ἐμὲ τότʼ ἐγένετο, καὶ τὸ πρᾶγμʼ αἰσθόμενος τὸν ἄνθρωπον ἀπελάσας αὐτὸς συγκροτεῖν καὶ διδάσκειν ᾤετο δεῖν τὸν χορόν, οὐδʼ ἂν ἠγωνισάμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορὸς καὶ πράγματʼ αἴσχιστʼ ἂν ἐπάθομεν. καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλὰ τοσοῦτον αὐτῷ περιῆν ὥστε τὸν ἐστεφανωμένον ἄρχοντα διέφθειρεν, τοὺς χορηγοὺς συνῆγεν ἐπʼ ἐμέ, βοῶν, ἀπειλῶν, ὀμνύουσι παρεστηκὼς τοῖς κριταῖς, τὰ παρασκήνια φράττων, προσηλῶν, ἰδιώτης ὢν τὰ δημόσια,3 κακὰ καὶ πράγματʼ ἀμύθητά μοι παρέχων διετέλεσεν.
这对他来说还不够,雅典人啊,他甚至还收买败坏了我歌队的训练师;要不是笛手特勒法内斯当时对我展现出极大的善意,察觉到这番企图并将那人赶走,亲自认为应当把歌队组织起来并加以训练,雅典人啊,我们甚至根本无法参加竞赛,歌队将会毫无训练地登场,我们也将蒙受极其可耻的惨败。他的傲慢放肆甚至并未止步于此,而是狂妄至极:他收买了头戴冠冕的执政官,串通其他歌队筹办人来反对我;在裁判宣誓时站在一旁大喊大叫、进行威胁;他身为一介平民,却将属于公共设施的侧台封堵钉死;他无休止地给我制造无尽的祸患与麻烦。
καὶ τούτων, ὅσα γʼ ἐν τῷ δήμῳ γέγονʼ ἢ πρὸς τοῖς κριταῖς ἐν τῷ θεάτρῳ, ὑμεῖς ἐστέ μοι μάρτυρες πάντες, ἄνδρες δικασταί. καίτοι τῶν λόγων τούτους χρὴ δικαιοτάτους ἡγεῖσθαι, οὓς ἂν οἱ καθήμενοι τῷ λέγοντι μαρτυρῶσιν ἀληθεῖς εἶναι. προδιαφθείρας τοίνυν τοὺς κριτὰς τῷ ἀγῶνι τῶν ἀνδρῶν, δύο ταῦθʼ ὡσπερεὶ κεφάλαιʼ ἐφʼ ἅπασι τοῖς ἑαυτῷ νενεανιευμένοις ἐπέθηκεν, ἐμοῦ μὲν ὕβρισεν τὸ σῶμα, τῇ φυλῇ δὲ κρατούσῃ τὸν ἀγῶνʼ αἰτιώτατος τοῦ μὴ νικῆσαι κατέστη.4
在这些事情中,凡是发生在民众大会上或在剧场裁判面前的,审判官诸位,你们全体都是我的证人。确实,凡是在座的人能够向陈述者证明其属实的言辞,才应当被视为最合乎正义的。他在成年男子歌队的比赛中预先贿赂了裁判之后,便在他全部狂妄放肆的暴行之上,加上了这两桩登峰造极的恶行:他对我的人身施加了侮辱性的殴打;并且,在我的部落于竞赛中本已占据优势的情况下,他成了导致其未能获胜的最大罪魁祸首。
τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα καὶ περὶ τὴν ἑορτὴν ἀδικήματα τούτῳ πεπραγμένα, ἐφʼ οἷς αὐτὸν προὐβαλόμην, ταῦτʼ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πόλλʼ ἕτερα, ὧν ὅσʼ ἂν οἷός τʼ ὦ διέξειμι πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα. ἔχω δὲ λέγειν καὶ πονηρίας ἑτέρας παμπληθεῖς αὐτοῦ καὶ ὕβρεις εἰς πολλοὺς ὑμῶν καὶ τολμήματα τοῦ μιαροῦ τούτου πολλὰ καὶ δεινά, ἐφʼ οἷς τῶν πεπονθότων οἱ μέν, ὦ ἄνδρες δικασταί, καταδείσαντες τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ πλοῦτον καὶ τἄλλʼ ὅσα δὴ πρόσεστι τούτῳ, ἡσυχίαν ἔσχον, οἱ δʼ ἐπιχειρήσαντες δίκην λαμβάνειν οὐκ ἐδυνήθησαν, εἰσὶ δʼ οἳ διελύσαντο, ἴσως λυσιτελεῖν ἡγούμενοι. τὴν μὲν οὖν ὑπὲρ αὑτῶν δίκην ἔχουσιν οἵ γε πεισθέντες· τῆς δʼ ὑπὲρ τῶν νόμων,5 οὓς παραβὰς οὗτος κἀκείνους ἠδίκει καὶ νῦν ἐμὲ καὶ πάντας τοὺς ἄλλους, ὑμεῖς ἐστὲ κληρονόμοι.
雅典人啊,针对我和我的部落同胞所施加的肆无忌惮的暴行,以及由他在节日期间所犯下的违法罪行——我据此对他提起公开告发——就是这些,此外还有许多,在能力所及的范围内,我将立即向你们一一详述。我还能列举出他针对你们许多人所犯下的无数其他恶行与狂妄行为,以及这个卑鄙之徒所犯下的许多可怕暴行;审判官诸位,在遭受其害的人当中,有些人因畏惧这名男子和他的厚颜无耻、围绕在他身边的党羽、他的财富以及他所拥有的一切权势,因而忍气吞声;有些人试图追讨公道,却无能为力;还有些人达成了和解,大概是认为这样更为划算。那些被说服而和解的人,确实已经为自己获得了赔偿;但对于维护法律的制裁——这名男子因践踏法律而不仅侵害了他们,如今也侵害了我以及所有其他人——你们才是继承人。
- 15ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν
关系代词 ὅσα 引导名词性关系分句,作为主句动词 ἐάσω 的直接宾语。在该从句内部,ἠνώχλησεν 为谓语动词,分词 ἐναντιούμενος 支配与格 ἡμῖν(“反对我们”)。不定式结构 τοὺς χορευτὰς ... ἀφεθῆναι τῆς στρατείας(“歌队成员免除兵役”)构成带宾格的不定式短语,充当阻挠和反对的对象。
- 16οὐδʼ ἂν ἐπεχείρησʼ ἔγωγε κατηγορεῖν αὐτοῦ νῦν, εἰ μὴ καὶ τότʼ ἐν τῷ δήμῳ παραχρῆμʼ ἐξήλεγξα
非真实条件句(虚拟语气)。归结句使用 ἄν 搭配直陈式过去时(不定过去时)ἐπεχείρησα,虽带有 νῦν(“在此次审判中”),仍指涉着手提起本次诉讼这一与过去事实相反的情形(“我如今甚至不会试图起诉他”);条件从句 εἰ μὴ ... ἐξήλεγξα 同样使用不定过去时直陈式,表示与过去事实相反的假设(“如果我当时没有在公民大会上当场揭发他”)。
- 17ἰδιώτης ὢν τὰ δημόσια
中性复数宾格短语 τὰ δημόσια(“公共物/公共场所”)与分词短语 ἰδιώτης ὢν(“虽身为平民”)形成鲜明对照,充当前面的分词 φράττων(“封堵”)和 προσηλῶν(“钉合”)的共同宾语。通过倒置隔置(hyperbaton),私人身份与侵犯公物的对比被有力地突显出来。
- 18αἰτιώτατος τοῦ μὴ νικῆσαι κατέστη
最高级形容词 αἰτιώτατος(“罪魁祸首/最大原因”)支配属格冠词加不定式短语 τοῦ μὴ νικῆσαι。此处的否定词 μή 是冠词加不定式结构的常规否定词,字面意为“未能获胜的(最大原因)”。
- 20τῆς δʼ ὑπὲρ τῶν νόμων
该属格短语与前句中的 τὴν μὲν οὖν ὑπὲρ αὑτῶν δίκην 形成对称,省略了名词 δίκης。它充当后文谓语名词 κληρονόμοι 的宾格性属格补足语,意为“维护法律应得之制裁的(继承人)”。
