- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者陈述了民众大会如何一致通过对梅狄亚斯在节日期间所施暴行的初步定罪决议,表明自己顶住了金钱诱惑与威胁将案子诉诸法庭,并恳请审判官对这一侵犯全体公民与法律的行径予以公正惩处。
τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένʼ οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι. ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι,1 τοῦτο καὶ αὐτὸς ἐποίησα, καὶ προὐβαλόμην ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν, οὐ μόνον πληγὰς ὑπʼ αὐτοῦ λαβὼν τοῖς Διονυσίοις, ἀλλὰ καὶ ἄλλα πολλὰ καὶ βίαια παθὼν παρὰ πᾶσαν τὴν χορηγίαν.
审判官诸位,关于梅狄亚斯对所有人一贯表现出的肆无忌惮与暴行,我想无论是你们还是其他公民,没有一个人会不知道。至于我自己,正如你们每个人若遭受侮辱都会选择去做的那样,我也正是这样做的:我就他在节日期间所犯的不法行为对他提出了公开告发,这不仅是因为我在酒神节遭到了他的殴打,而且因为在整个筹办歌队的期间我还遭受了他许多其他的暴力侵害。
ἐπειδὴ δὲ καλῶς καὶ τὰ δίκαια ποιῶν ὁ δῆμος ἅπας οὕτως ὠργίσθη καὶ παρωξύνθη καὶ σφόδρʼ ἐσπούδασεν ἐφʼ οἷς ἠδικημένῳ μοι συνῄδει, ὥστε πάντα ποιοῦντος τούτου καί τινων ἄλλων ὑπὲρ αὐτοῦ, οὐκ ἐπείσθη οὐδʼ ἀπέβλεψεν εἰς τὰς οὐσίας τὰς τούτων οὐδὲ τὰς ὑποσχέσεις, ἀλλὰ μιᾷ γνώμῃ κατεχειροτόνησεν αὐτοῦ, πολλοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν καὶ τῶν ἄλλων πολιτῶν ἠξίουν καὶ παρεκελεύοντʼ ἐπεξελθεῖν καὶ παραδοῦναι τοῦτον εἰς ὑμᾶς, ὡς μὲν ἐμοὶ δοκεῖ, διʼ ἀμφότερʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεούς, καὶ δεινὰ πεπονθέναι νομίζοντες ἐμὲ καὶ δίκην ἅμα βουλόμενοι λαβεῖν ὧν ἐπὶ τῶν ἄλλων ἐτεθέαντο θρασὺν ὄντα2 καὶ βδελυρὸν καὶ οὐδὲ καθεκτὸν ἔτι.
当全体民众出于公正和正当的考虑,因深知我所遭受的不公而如此愤怒、激愤并高度关切,乃至在该人以及某些为他游说者竭尽全力之时,民众也没有被说服,没有看重他们的财富或许诺,而是以一致的决议判定他有罪;审判官诸位,你们当中如今在法庭上的许多人以及其他公民都纷纷前来找我,要求并敦促我追究到底,将他交到你们手中。雅典人啊,凭诸神起誓,在我看来这是出于双重原因:他们既认为我遭受了可怕的对待,同时也希望就他们所目睹他在面对其他人时所表现出的猖獗、可憎且不可遏制之举施加惩处。
οὕτω δὲ τούτων ἐχόντων, ὅσα μὲν παρʼ ἐμοῦ προσῆκε φυλαχθῆναι, πάντα δικαίως ὑμῖν τετήρηται, καὶ κατηγορήσων, ἐπειδή τις εἰσάγει, πάρειμι, ὡς ὁρᾶτε, πολλὰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήματα, ἐξόν μοι λαβεῖν ὥστε μὴ κατηγορεῖν, οὐ λαβών, πολλὰς δὲ δεήσεις καὶ χάριτας καὶ νὴ Δίʼ ἀπειλὰς ὑπομείνας.
事情既然如此,凡是我这边应当恪守的一切,都已公正地为你们守护好了;如今既然主持官员已将案子提交,正如你们所见,我已到庭予以起诉。雅典人啊,本有大笔金钱只要我不予起诉即可获得,但我没有接受;相反,我经受住了许多恳求、施惠,甚至凭宙斯起誓,还有恐吓。
ἃ δʼ ἐν ὑμῖν μετὰ ταῦτʼ ἔσθʼ ὑπόλοιπα, ὅσῳ πλείοσιν οὗτος ἠνώχληκε καὶ παρήγγελκεν (ἑώρων γὰρ αὐτὸν ἄρτι πρὸ τῶν δικαστηρίων οἷʼ ἐποίει), τοσούτῳ μᾶλλον ἐλπίζω τὸ δίκαιον ἕξειν. οὐ γὰρ ἂν καταγνοίην ὑμῶν οὐδενὸς οὔθʼ ὡς περὶ ὧν πρὸς ἔμʼ ἐσπουδάσατʼ αὐτοί, τούτων ἀμελήσετε, οὔθʼ ὡς, ἵνα Μειδίας ἀδεῶς τὸ λοιπὸν ὑβρίζῃ, ψηφιεῖταί τις ὑμῶν ὀμωμοκὼς ἄλλο τι πλὴν ὅ τι ἂν δίκαιον ἡγῆται.
在这之后留由你们决定的事项,正因为这个人骚扰并游说了更多的人(因为我刚才就在法庭前看见他干了些什么),我反而更加指望得到正义。因为我绝不会对你们中的任何人作出如此断定,认为你们会忽视自己亲自为我所表现出的关切,或者为了让梅狄亚斯今后可以无所顾忌地施暴,你们当中发过誓的人竟然会投出任何并非自己认为公正的一票。
εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρανόμων ἢ παραπρεσβείας ἤ τινος ἄλλης αἰτίας ἔμελλον αὐτοῦ κατηγορεῖν τοιαύτης, οὐδὲν ἂν ὑμῶν ἠξίουν δεῖσθαι, νομίζων τῷ μὲν κατηγόρῳ περὶ τῶν τοιούτων προσήκειν ἐλέγχειν μόνον, τῷ δὲ φεύγοντι καὶ παραιτεῖσθαι. ἐπειδὴ δὲ τούς τε κριτὰς διαφθείραντος τούτου καὶ διὰ τοῦτο τῆς φυλῆς ἀδίκως ἀφαιρεθείσης τὸν τρίποδα, καὶ αὐτὸς πληγὰς εἰληφὼς καὶ ὑβρισμένος οἷʼ οὐκ οἶδʼ εἴ τις ἄλλος πώποτε χορηγὸς ὑβρίσθη, ἣν ὑπὲρ τούτων ἀγανακτήσας καὶ συνοργισθεὶς καταχειροτονίαν ὁ δῆμος ἐποιήσατο, ταύτην εἰσέρχομαι,3 οὐκ ὀκνήσω καὶ δεῖσθαι. εἰ γὰρ οἷόν τε τοῦτʼ εἰπεῖν, ἐγὼ νῦν φεύγω,4 εἴπερ ὑβρισθέντα μηδεμιᾶς δίκης τυχεῖν ἐστί τις συμφορά.
雅典人啊,如果我是打算在违宪法令、叛国使团或其他此类罪名上指控他,我决不会认为有必要向你们提出请求,因为我认为在这些罪名上起诉人只需举证,而被告才应求情。然而,鉴于该人收买了裁判,致使我的部落不公地失去了三脚鼎,并且我自己遭到了殴打,受尽了不知是否有其他歌队筹办者曾受过的侮辱,而我是携着民众因对这些行径义愤填膺并同仇敌忾所作出的定罪决议而步入法庭的,所以我将毫不犹豫地也向你们提出请求。因为如果可以这样说的话,如今处于被告境地的其实是我,如果一个受尽侮辱之人得不到任何正义确实是一种灾祸的话。
δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, ἔπειτʼ, ἐὰν ἐπιδείξω Μειδίαν τουτονὶ μὴ μόνον εἰς ἐμὲ ἀλλὰ καὶ εἰς ὑμᾶς καὶ εἰς τοὺς νόμους καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑβρικότα, βοηθῆσαι καὶ ἐμοὶ καὶ ὑμῖν αὐτοῖς. καὶ γὰρ οὕτω πως ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι· ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε, ἀγωνιεῖται δὲ καὶ κριθήσεται τὸ πρᾶγμα νυνί, πότερον ἐξεῖναι δεῖ τὰ τοιαῦτα ποιεῖν καὶ εἰς τὸν τυχόνθʼ ὑμῶν ἀδεῶς ὑβρίζειν ἢ μή.
因此,审判官诸位,我请求并恳求你们全体:首先是善意地倾听我的陈述,其次是如果我证明了这个梅狄亚斯不仅侮辱了我,而且也侮辱了你们、法律以及所有其他人,就请援助我和你们自己。雅典人啊,因为事情确是如此:当时受辱且肉体遭践踏的是我,但如今将要进行抗辩和裁决的,是关于究竟应当允许做出此类行径并无所顾忌地侮辱你们当中随处的任何人,还是不应当允许这样一整件事。
- 1ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι
此处 ἄν 与过去时直说语气动词(προείλετο)连用,构成过去与事实相反的条件句结果分句(“若受侮辱本会选择去做的事”)。分词 ὑβρισθείς 充当条件分句(“如果遭受了侮辱”)。
- 2ὧν ἐπὶ τῶν ἄλλων ἐτεθέαντο θρασὺν ὄντα
该关系分句表示 δίκην λαβεῖν(惩处)的原因。由于先行词(τούτων)被省略,关系代名词 ὧν 被吸引至原因属格。句意结构为“就他们所见其在其他人面前猖獗傲慢的行为施加惩罚”。
- 6ἣν ὑπὲρ τούτων ἀγανακτήσας καὶ συνοργισθεὶς καταχειροτονίαν ὁ δῆμος ἐποιήσατο, ταύτην εἰσέρχομαι
先行词 καταχειροτονίαν 被并入关系分句中,并在主句中由指示代词 ταύτην 复指。动词 εἰσέρχομαι 在此具有法庭专门用法(“携某诉讼/决议步入法庭”),表明演说者是依据民众大会所作出的有罪表决而出庭起诉。
- 6ἐγὼ νῦν φεύγω
在法庭术语中,φεύγω 通常表示“充当被告/被起诉”(与起诉人 διώκω 相对)。此处演说者身为原告,修辞性地自称“我如今反成了被告”,以此强调受害人若讨不回公道反而如同身陷灾难险境的反讽局面。
