← 狄摩西尼

控诉美狄亚斯

§72-78

肆意侮辱之恶与财产交换旧怨的开端

演说者指出殴打的可怕之处不在于肉体创伤而在于肆意侮辱,通过对比过往杀人判例强调自己的克制,呼吁由法律予以惩治;随后开始追溯两人宿怨的渊源——即早年追索遗产诉讼前夕对方强闯家门提出财产交换一事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§72

οὐ γὰρ ἡ πληγὴ παρέστησε τὴν ὀργήν, ἀλλʼ ἡ ἀτιμία· οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις ἐστὶ δεινόν, καίπερ ὂν δεινόν, ἀλλὰ τὸ ἐφʼ ὕβρει.1 πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ,2 τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ, ὅταν ὡς ὑβρίζων, ὅταν ὡς ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης. ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν ἀνθρώπους αὑτῶν, ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι. οὐδεὶς ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀπαγγέλλων δύναιτο τὸ δεινὸν παραστῆσαι τοῖς ἀκούουσιν οὕτως ὡς ἐπὶ τῆς ἀληθείας καὶ τοῦ πράγματος τῷ πάσχοντι καὶ τοῖς ὁρῶσιν ἐναργὴς ἡ ὕβρις φαίνεται.

因为激起愤怒的并不是那一拳击,而是屈辱;对于自由人而言,挨打并非可怕——尽管这确实可怕——但出于侮辱的挨打才是可怕的。因为打人者可能做出许多举动,雅典人啊,其中有些被害者甚至无法向他人复述:其神态、眼神、声音,其作为侮辱者施暴之时,作为仇敌相向之时,挥拳痛击之时,掴打耳光之时。正是这些激怒了人们,正是这些使那些不习惯受辱的人丧失理智。雅典人啊,任何人在复述这些经过时,都绝不可能向听众传达出那份可怕,正如在事实与真相中受害者和目睹者所真切感受到的傲慢暴行那样。

§73

σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λογίσασθε παρʼ ὑμῖν αὐτοῖς, ὅσῳ πλείονʼ ὀργὴν ἐμοὶ προσῆκε παραστῆναι πάσχοντι τοιαῦθʼ ὑπὸ Μειδίου ἢ τότʼ ἐκείνῳ τῷ Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι. ὁ μέν γʼ ὑπὸ γνωρίμου, καὶ τούτου μεθύοντος, ἐναντίον ἓξ ἢ ἕπτʼ ἀνθρώπων ἐπλήγη, καὶ τούτων γνωρίμων, οἳ τὸν μὲν κακιεῖν οἷς ἔπραξε, τὸν δʼ ἐπαινέσεσθαι μετὰ ταῦτʼ ἀνασχόμενον καὶ κατασχόνθʼ ἑαυτὸν ἔμελλον,3 καὶ ταῦτʼ εἰς οἰκίαν ἐλθὼν ἐπὶ δεῖπνον, οἷ μηδὲ βαδίζειν ἐξῆν αὐτῷ·

雅典人啊,凭宙斯和众神起誓,请你们仔细省察,并在心中权衡一下,我在遭受梅狄亚斯这般对待时理应激起的愤怒,比当年杀死波奥托斯的那位厄瓦埃翁理应感受到的愤怒,要大上多少倍!厄瓦埃翁是被熟人所打,且对方当时处于醉酒状态,是在六七个人面前挨打,而那些人同样也是熟人,他们事后本会指责打人者的行为,而称赞受害者忍耐自克;而且那还是去别人家中赴宴,他本没有非去不可的必要。

§74

ἐγὼ δʼ ὑπʼ ἐχθροῦ, νήφοντος, ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ τοῦτο ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ταῦτʼ ἐν ἱερῷ καὶ οἷ πολλή μοι ἦν ἀνάγκη βαδίζειν χορηγοῦντι. καὶ ἐμαυτὸν μέν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρόνως, μᾶλλον δʼ εὐτυχῶς οἶμαι βεβουλεῦσθαι, ἀνασχόμενον τότε καὶ οὐδὲν ἀνήκεστον ἐξαχθέντα πρᾶξαι· τῷ δʼ Εὐαίωνι καὶ πᾶσιν, εἴ τις αὑτῷ βεβοήθηκεν ἀτιμαζόμενος, πολλὴν συγγνώμην ἔχω.

相反,我却是被仇敌所侮辱,对方处于清醒状态,时值清晨,做出此举完全是出于傲慢而非酒精,并且是在众多异邦人和公民面前受辱;而且这发生在圣所之内,发生在我作为歌队统领必须前往的地方。雅典人啊,我认为自己当时忍耐了下来、没有被激怒去做出任何无法挽回之事,实属明智,或者更确切地说是侥幸;但对于厄瓦埃翁以及所有在受辱时奋起自卫的人,我都抱有极大的同情。

§75

δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί· ἀκούω γὰρ αὐτὸν ἔγωγε μιᾷ μόνον ἁλῶναι ψήφῳ, καὶ ταῦτʼ οὔτε κλαύσαντʼ οὔτε δεηθέντα τῶν δικαστῶν οὐδενός, οὔτε φιλάνθρωπον οὔτε μικρὸν οὔτε μέγʼ οὐδʼ ὁτιοῦν πρὸς τοὺς δικαστὰς ποιήσαντα. θῶμεν τοίνυν οὑτωσί, τοὺς μὲν καταγνόντας αὐτοῦ μὴ ὅτι ἠμύνατο, διὰ τοῦτο καταψηφίσασθαι, ἀλλʼ ὅτι τοῦτον τὸν τρόπον ὥστε καὶ ἀποκτεῖναι, τοὺς δʼ ἀπογνόντας καὶ ταύτην τὴν ὑπερβολὴν τῆς τιμωρίας τῷ γε τὸ σῶμʼ ὑβρισμένῳ δεδωκέναι.4

当时主持审判的许多裁判人似乎也持有同感;因为我听说他仅以一票之差被定罪,而且他既没有向任何裁判人哭诉求情,也未曾对裁判人做出哪怕一丁点博取同情的事情。因此我们不妨这样认为:那些判他有罪的人,并非因为他奋起还击而投票定罪,而是因为他的还击方式竟然致人死命;而那些判他无罪的人,则认为对人身遭受凌辱者而言,纵然报复过当也是可以宽恕的。

§76

τί οὖν; ἐμοὶ τῷ τοσαύτῃ κεχρημένῳ προνοίᾳ τοῦ μηδὲν ἀνήκεστον γενέσθαι, ὥστε μηδʼ ἀμύνασθαι, παρὰ τοῦ τὴν τιμωρίαν ὧν πέπονθʼ ἀποδοθῆναι προσήκει; ἐγὼ μὲν οἶμαι παρʼ ὑμῶν καὶ τῶν νόμων, καὶ παράδειγμά γε πᾶσι γενέσθαι τοῖς ἄλλοις, ὅτι τοὺς ὑβρίζοντας ἅπαντας καὶ τοὺς ἀσελγεῖς οὐκ αὐτὸν ἀμύνεσθαι μετὰ τῆς ὀργῆς, ἀλλʼ ἐφʼ ὑμᾶς ἄγειν δεῖ, ὡς βεβαιούντων ὑμῶν καὶ φυλαττόντων τὰς ἐν τοῖς νόμοις τοῖς παθοῦσι βοηθείας.

既然如此,对于像我这样竭尽审慎以防无可挽回之恶果发生、以至于连还击都未曾还击的人,我所遭受的痛苦之报应理应由谁来代为讨还呢?我认为理应由你们和法律来讨还,并向所有其他人树立榜样:对于一切施暴傲慢之徒,不可凭一时之怒擅自还击,而必须将他们押送至你们面前,坚信你们会维护并捍卫法律为受害者所提供的救济。

§77

οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ ἄνδρες δικασταί, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥτις ἦν ἡμῖν πρὸς ἀλλήλους· νομίζειν γὰρ οὐδένʼ ἂν ἀνθρώπων οὕτως ἀσελγῶς καὶ βιαίως οὐδενὶ τῶν πολιτῶν χρήσασθαι, μὴ μεγάλου τινὸς ὄντος ὃ αὐτῷ προωφείλετο. βούλομαι δὴ καὶ περὶ ταύτης ὑμῖν ἐξ ἀρχῆς εἰπεῖν καὶ διηγήσασθαι, ἵνʼ εἰδῆθʼ ὅτι καὶ τούτων ὀφείλων δίκην φανήσεται. ἔσται δὲ βραχὺς περὶ αὐτῶν ὁ λόγος, κἂν ἄνωθεν ἄρχεσθαι δοκῶ.

审判官先生们,我想你们当中有些人一定渴望了解我们彼此之间的宿怨究竟由何而起;因为大家会认为,若非事前积怨极深,任何人绝不可能对本国公民如此放肆暴虐。因此,我也想从头向你们陈述并叙说这段恩怨,好让你们明白他在这些事情上也同样罪责难逃。关于此事的陈述将会很简短,哪怕我看起来像是从久远的过去讲起。

§78

ἡνίκα τὰς δίκας ἔλαχον τῶν πατρῴων τοῖς ἐπιτρόποις, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδʼ εἰ γέγονʼ εἰδὼς οὐδὲ γιγνώσκων ὡς μηδὲ νῦν ὤφελον,5 τότε μοι μελλουσῶν εἰσιέναι τῶν δικῶν εἰς ἡμέραν ὡσπερεὶ τετάρτην ἢ πέμπτην εἰσεπήδησαν ἁδελφὸς ὁ τούτου καὶ οὗτος εἰς τὴν οἰκίαν ἀντιδιδόντες τριηραρχίαν. τοὔνομα μὲν δὴ παρέσχεν ἐκεῖνος, καὶ ἦν ὁ ἀντιδιδοὺς Θρασύλοχος· τὰ δʼ ἔργα πάντʼ ἦν καὶ τὰ πραττόμενα ὑπὸ τούτου.

当我为了追讨父辈遗产而对监护人提起诉讼时,我还只是个年纪很轻的少年,甚至不知道世上是否有这个人,也不认识他——真希望直到今天我依然不认识他——就在我的官司大约还有四五天就要开庭审理的时候,他的兄弟和这个家伙突然闯进我的宅邸,就承担三列桨座战船役提出财产交换要求。提供名义的固然是那个人,提出财产交换的也是斯拉叙洛科斯;但所有的勾当和实际行动,全都是由这个家伙一手操办的。

语法注5 条
  1. 72οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις ἐστὶ δεινόν, καίπερ ὂν δεινόν, ἀλλὰ τὸ ἐφʼ ὕβρει

    采用“οὐ... ἀλλά”的对比结构。主干为:自由人被打(τὸ τύπτεσθαι,插入让步分词短语 καίπερ ὂν δεινόν)本身并不可怕,出于侮辱而被打(τὸ ἐφʼ ὕβρει,冠词 τὸ 之后承前省略了 τύπτεσθαι)才是可怕的。介词短语 ἐφʼ ὕβρει 表动机或方式。

  2. 72ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ

    关系代词属格 ὧν 是先行词 πολλὰ 的部分属格,修饰从句内的直接宾语 ἔνια(“其中的某些,被害人甚至无法向他人复述”)。紧随其后的与格 τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ 是方式与格,具体阐述施暴时的神态姿态。

  3. 73οἳ τὸν μὲν κακιεῖν οἷς ἔπραξε, τὸν δʼ ἐπαινέσεσθαι μετὰ ταῦτʼ ἀνασχόμενον καὶ κατασχόνθʼ ἑαυτὸν ἔμελλον

    主语为关系代词 οἳ,由助动词 ἔμελλον 支配两个并列的将来时不定词 κακιεῖν(责备)和 ἐπαινέσεσθαι(称赞)。宾语 τὸν μέν(打人者)与 τὸν δέ(克制自守的受害者)形成对照,分词短语 ἀνασχόμενον καὶ κατασχόνθʼ ἑαυτόν 修饰后者。οἷς ἔπραξε 是表原因的与格,先行词被吸收进关系从句(相当于 τούτοις ἃ ἔπραξε)。

  4. 75τῷ γε τὸ σῶμʼ ὑβρισμένῳ δεδωκέναι

    完成时被动分词 ὑβρισμένῳ 带有保留的指定宾格(指定对格)τὸ σῶμα(“身体受到凌辱者”)。不定词 δεδωκέναι(给予、宽容)受前文劝勉式虚拟语气 θῶμεν(让我们设定)的支配,构成间接引语。

  5. 78ὡς μηδὲ νῦν ὤφελον

    通过 ὤφελον(ὀφείλω 的第二不定过去时)表达未能实现的愿望的插入语:“真希望我到现在也不曾认识他”。连词 ὡς 引导方式或比较副词从句,省略了与前面相同的动词不定词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:72-78