← 狄摩西尼

控诉美狄亚斯

§65-71

破坏节庆的恶劣行径与侮辱引发命案的先例

德摩斯梯尼强调历史上从未有人因私仇而在节庆中如此放肆阻挠,痛斥梅狄亚斯诉诸暴力而非依法竞技的不义行径,并援引因受辱而引发命案的先例要求对其处以严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

πολλοὺς δʼ ἂν ἔχων εἰπεῖν1 ἔτι καὶ διὰ πολλὰς προφάσεις ἐχθροὺς γεγενημένους ἀλλήλοις, οὐδένα πώποτʼ οὔτʼ ἀκήκοα οὔθʼ ἑόρακα ὅστις εἰς τοσοῦτον ἐλήλυθεν ὕβρεως ὥστε τοιοῦτόν τι ποιεῖν. οὐδέ γʼ ἐκεῖνʼ οὐδεὶς ὑμῶν οἶδʼ ὅτι μνημονεύει πρότερον,2 τῶν ἐπὶ τοῖς ἰδίοις ἢ καὶ τοῖς κοινοῖς ἐχθρῶν ἀλλήλοις οὐδένʼ οὔτε καλουμένων τῶν κριτῶν παρεστηκότα, οὔθʼ ὅταν ὀμνύωσιν ἐξορκοῦντα, οὔθʼ ὅλως ἐπʼ οὐδενὶ τῶν τοιούτων ἐχθρὸν ἐξεταζόμενον.

虽然我还能举出许多因种种缘由而互结仇怨的人,但我从未听闻,也从未见过有谁竟达到如此傲慢的地步,做出这样的事情来。而且我确信你们当中绝无人记得,在以往因私事或公事而互相结怨的人当中,曾有谁在传唤裁判人时从旁监视,或在他们宣誓时亲自监誓,或简言之在此类任何事情上以仇敌的姿态露面。

§66

ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φιλονικίᾳ μὲν ὑπαχθέντα χορηγὸν ὄντα ποιεῖν ἔχει τινὰ συγγνώμην· ἔχθρᾳ δʼ ἐλαύνοντά τινα, ἐκ προαιρέσεως, ἐφʼ ἅπασι, καὶ τὴν ἰδίαν δύναμιν κρείττω τῶν νόμων οὖσαν ἐνδεικνύμενον, Ἡράκλεις, βαρὺ κοὐχὶ δίκαιόν ἐστιν οὐδὲ συμφέρον ὑμῖν. εἰ γὰρ ἑκάστῳ τῶν χορηγούντων τοῦτο πρόδηλον γένοιτο, ὅτι ἂν ὁ δεῖνʼ ἐχθρὸς ᾖ μοι, Μειδίας ἤ τις ἄλλος θρασὺς οὕτω καὶ πλούσιος, πρῶτον μὲν ἀφαιρεθήσομαι τὴν νίκην, κἂν ἄμεινον ἀγωνίσωμαί τινος, ἔπειτʼ ἐφʼ ἅπασιν ἐλαττωθήσομαι καὶ προπηλακιζόμενος διατελῶ, τίς οὕτως ἀλόγιστος ἢ τίς οὕτως ἄθλιός ἐστιν, ὅστις ἑκὼν ἂν μίαν δραχμὴν ἐθελήσειεν ἀναλῶσαι; οὐδεὶς δήπου.

因为雅典人啊,所有这些以及诸如此类的事情,若是一个身为歌队统领的人在争强好胜的驱使下做出来的,倒还情有可原;但若有人出于仇恨、存心蓄意、在所有事情上迫害他人,并炫耀其私人权势凌驾于法律之上,凭赫拉克勒斯起誓,这是难以容忍的,是不公义的,对你们也毫无益处。因为若是让每位担任歌队统领的人都清楚地看到这一点:“只要某人是我的仇敌——无论是梅狄亚斯还是其他同样狂妄而富有的人——首先哪怕我表现得比任何人都要出色,胜利也会被剥夺,其次我将在所有事情上屈居下风并持续遭受羞辱”,那么谁会愚蠢或悲惨到甘愿自掏腰包哪怕花上一德拉克马呢?想必没有一个人会愿意。

§67

ἀλλʼ, οἶμαι, τὸ πάντας ποιοῦν καὶ φιλοτιμεῖσθαι καὶ ἀναλίσκειν ἐθέλειν ἐκεῖνʼ ἐστίν, ὅτι τῶν ἴσων καὶ τῶν δικαίων ἕκαστος ἡγεῖται ἑαυτῷ μετεῖναι ἐν δημοκρατίᾳ. ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων οὐκ ἔτυχον διὰ τοῦτον, ἀλλὰ χωρὶς ὧν ὑβρίσθην, καὶ τῆς νίκης προσαπεστερήθην. καίτοι πᾶσιν ὑμῖν ἐγὼ τοῦτο δείξω σαφῶς, ὅτι μηδὲν ἀσελγὲς ἐξῆν ποιοῦντι Μειδίᾳ μηδʼ ὑβρίζοντι μηδὲ τύπτοντι καὶ λυπεῖν ἐμὲ καὶ κατὰ τοὺς νόμους αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς, καὶ μηδὲ διᾶραι περὶ αὐτοῦ τὸ στόμʼ ἔχειν ἐμέ.

然而我认为,使人人愿意争取荣誉、乐于破费的,恰恰是这一点:每个人都认为在民主政制下自己享有平等与公正的份额。然而,雅典人啊,我因这个家伙的缘故却未能享有这些,除了遭受屈辱之外,我甚至连胜利也被剥夺了。然而,我将向你们大家清楚地证明,梅狄亚斯完全可以在不做任何放肆之举、既不侮辱也不殴打我的情况下,既让我痛苦,又依法向你们竞取荣誉,还能让我对他甚至连嘴都张不开。

§68

ἐχρῆν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην ἐν τῷ δήμῳ, τότε τῆς Ἐρεχθῇδος ἀναστάντα, τῆς ἑαυτοῦ φυλῆς, ἀνθυποστῆναι, καὶ καταστήσανθʼ ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντʼ ἀναλίσκονθʼ ὥσπερ ἐγώ, οὕτω μʼ ἀφαιρεῖσθαι τὴν νίκην, ὑβρίζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε.

因为雅典人啊,当我在民众大会上为潘狄奥尼斯部族承担歌队统领一职时,他本应站出来代表他自己的厄瑞克透斯部族挺身应战,将自己置于同等地位,并像我一样耗费资产,以此方式从我手中夺走胜利;但即便在那种情况下,也不该施加这等侮辱和殴打。

§69

νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν· ἐμοὶ δʼ, ὃς εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίᾳ χορηγὸς ὑπέστην, οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου.

然而实际上他并未这样做——这样做本可以光耀民众——也未曾展现出任何此等豪迈之气;而对我——雅典人啊,不论有人想将这看作疯狂(因为超出能力去做事或许确实是疯狂),还是因为好名而承担了歌队统领——他却如此公然且卑劣地尾随侵扰,以至于最终他的双手既没有放过神圣的衣裳,也没有放过歌队,更没有放过我的身体。

§70

εἰ τοίνυν τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἄλλως πως ἔχει τὴν ὀργὴν ἐπὶ Μειδίαν ἢ ὡς δέον αὐτὸν τεθνάναι, οὐκ ὀρθῶς ἔχει. οὐ γάρ ἐστι δίκαιον οὐδὲ προσῆκον τὴν τοῦ παθόντος εὐλάβειαν τῷ μηδὲν ὑποστειλαμένῳ πρὸς ὕβριν μερίδʼ εἰς σωτηρίαν ὑπάρχειν,3 ἀλλὰ τὸν μὲν ὡς ἁπάντων τῶν ἀνηκέστων αἴτιον κολάζειν προσήκει, τῷ δʼ ἐπὶ τοῦ βοηθεῖν ἀποδιδόναι τὴν χάριν.

因此,雅典人啊,如果你们当中有人对梅狄亚斯的怒火不是认为他理应被处死,那么这种态度就是不正当的。因为受害者的克制与谨慎,绝不应当成为那毫无顾忌施加侮辱之人得以免罪的一份生路;相反,惩罚那造成一切无可挽回之恶果的元凶,并通过施以援助来回报受害者,才是理所应当的。

§71

οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς οὐ γεγενημένου πώποτʼ οὐδενὸς ἐκ τῶν τοιούτων δεινοῦ τῷ λόγῳ τὸ πρᾶγμʼ ἐγὼ νῦν αἴρω καὶ φοβερὸν ποιῶ. πολλοῦ γε καὶ δεῖ. ἀλλʼ ἴσασιν ἅπαντες, εἰ δὲ μή, πολλοί γε, Εὔθυνον τὸν παλαίσαντά ποτʼ ἐκεῖνον, τὸν νεανίσκον, Σώφιλον τὸν παγκρατιαστήν (ἰσχυρός τις ἦν, μέλας, εὖ οἶδʼ ὅτι γιγνώσκουσίν τινες ὑμῶν ὃν λέγω,) τοῦτον ἐν Σάμῳ ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ οὕτως ἰδίᾳ, ὅτι αὐτὸν ὑβρίζειν ᾤετο, ἀμυνάμενον4 οὕτως ὥστε καὶ ἀποκτεῖναι. ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφόν, ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ καὶ συνόδῳ κοινῇ διὰ πληγὴν μίαν.

再者,也决不能说,由于从前未曾因这类事情酿成过大祸,我如今只是用言辞夸大其词、危言耸听。绝非如此!相反,所有人都知道,即使不是所有,至少许多人也知道,当年那位曾是摔跤少年的厄伊图诺斯,在萨摩斯岛的一次私人聚会玩乐中,因认为潘克拉辛搏击选手索菲洛斯(那是一个强壮、肤色偏黑的汉子,我确信你们中有人认识我指的是谁)在侮辱他,便奋起还击,以至于将其当场击毙。许多人也知道莱奥达马斯的兄弟厄瓦埃翁,在一次共进晚宴的集会上,仅因挨了一拳便杀死了波奥托斯。

语法注4 条
  1. 65πολλοὺς δʼ ἂν ἔχων εἰπεῖν

    分词 ἔχων 与 ἄν 连用,相当于带有潜能语气的希求法(ἔχοιμι ἄν,“虽然我本能够列举”),充当条件句的主句。在修辞上表示让步,表明说话人虽能列举更多事例但选择略过以进入下文。

  2. 65οὐδέ γʼ ἐκεῖνʼ οὐδεὶς ὑμῶν οἶδʼ ὅτι μνημονεύει πρότερον

    οἶδʼ ὅτι 在此作插入语使用,意为“我深知/想必”,修饰主句动词 μνημονεύει。句首的前置指示词 ἐκεῖνο 用以引出后文由分词构成的表述(τῶν ... ἐχθρῶν οὐδένʼ ... παρεστηκότα)。

  3. 70τὴν τοῦ παθόντος εὐλάβειαν τῷ μηδὲν ὑποστειλαμένῳ πρὸς ὕβριν μερίδʼ εἰς σωτηρίαν ὑπάρχειν

    紧随无人称句 οὐ γάρ ἐστι δίκαιον οὐδὲ προσῆκον 的“带不定式的对格”结构。不定式 ὑπάρχειν(存在/充当)的主语是对格 τὴν ... εὐλάβειαν(受害者的克制),与格 τῷ ... ὑποστειλαμένῳ 表示利益关系(“对毫无顾忌之人而言”),μερίδʼ εἰς σωτηρίαν 则作谓语性对格(“作为通向得救的一份/资本”)。

  4. 71Εὔθυνον τὸν παλαίσαντά ποτʼ ἐκεῖνον, τὸν νεανίσκον, Σώφιλον τὸν παγκρατιαστήν ... ἀμυνάμενον

    依赖于 ἴσασιν 的对格分词结构。Εὔθυνον ... τὸν νεανίσκον 是分词 ἀμυνάμενον(还击)的逻辑主语,而 Σώφιλον τὸν παγκρατιαστήν 则是其宾语(在插入句 ἰσχυρός τις ἦν... 之后由 τοῦτον 再次复指)。由于主语和宾语皆为对格并置,须注意辨明动作的主客体,避免倒置凶手与受害者的关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:65-71