← 狄摩西尼

控诉美狄亚斯

§58-64

节庆期间自制的先例与梅狄亚斯的暴行

德摩斯梯尼列举了以往遭遇公权剥夺的歌队指导师与队员的例子,以及伊菲克拉特斯和哈布里亚斯等名人的激烈私怨之争,指出所有人皆因尊重法律与节庆而克制隐忍,从而鲜明反衬出梅狄亚斯身为一介平民却肆意行凶的空前无耻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58

φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. παραιτήσομαι δʼ ὑμᾶς μηδὲν ἀχθεσθῆναί μοι, ἐὰν ἐπὶ συμφορᾶς τινῶν γεγονότων ὀνομαστὶ μνησθῶ· οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς οὐδενὶ δυσχερὲς οὐδὲν βουλόμενος τοῦτο ποιήσω, ἀλλὰ δεῖξαι τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν ὡς ἅπαντες ὑμεῖς οἱ ἄλλοι φεύγετε.1 Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων· οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ.

来吧,凭诸神起誓,也请审视那件事。我先请求你们,若我指名道姓地提及某些遭遇不幸的人,切勿对我心生反感;因为凭诸神起誓,我这样做绝非想要拿不快之事去责难任何人,而是为了向你们展示,你们其余所有人是如何避开使用强暴、施加侮辱以及做出类似行径的。想必你们知道有一位名叫桑尼翁的人,负责指导悲剧歌队;此人因逃避兵役被定罪,蒙受了不幸。

§59

τοῦτον μετὰ τὴν ἀτυχίαν ταύτην ἐμισθώσατό τις φιλονικῶν χορηγὸς τραγῳδῶν, οἶμαι, Θεοζοτίδης. τὸ μὲν οὖν πρῶτον ἠγανάκτουν οἱ ἀντιχορηγοὶ καὶ κωλύσειν ἔφασαν, ὡς δʼ ἐπληρώθη τὸ θέατρον καὶ τὸν ὄχλον συνειλεγμένον εἶδον ἐπὶ τὸν ἀγῶνα, ὤκνησαν, εἴασαν, οὐδεὶς ἥψατο, ἀλλὰ τοσοῦτον τῆς εὐσεβείας ἐν ἑκάστῳ τις ἂν ὑμῶν ἴδοι τὸ συγκεχωρηκὸς ὥστε πάντα τὸν μετὰ ταῦτα χρόνον διδάσκει τοὺς χοροὺς καὶ οὐδὲ τῶν ἰδίων ἐχθρῶν οὐδεὶς κωλύει· τοσοῦτʼ ἀπέχει τῶν χορηγῶν.

在这场不幸之后,一位好胜的悲剧歌队统领——我想是泰奥佐提得斯——雇佣了他。起初,对阵的歌队统领们确实愤愤不平,声称要加以阻拦;但当剧场坐满、他们看到人群为了竞技聚集在一起时,便退缩了,任由他去,没有一个人去动他;反倒是在你们每个人身上都能看到敬虔之情做出了如此退让,以至于在此后的全部岁月里,他都一直指导歌队,他的私敌中无一人加以阻挠——更不用说歌队统领们会这样做了。

§60

ἄλλος ἐστὶν Ἀριστείδης Οἰνῇδος φυλῆς, ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον, ὃς νῦν μὲν καὶ γέρων ἐστὶν ἤδη καὶ ἴσως ἥττων χορευτής, ἦν δέ ποθʼ ἡγεμὼν τῆς φυλῆς. ἴστε δὲ δήπου τοῦθʼ ὅτι τὸν ἡγεμόνʼ ἂν ἀφέλῃ τις, οἴχεται ὁ λοιπὸς χορός. ἀλλʼ ὅμως πολλῶν χορηγῶν φιλονικησάντων, οὐδεὶς πώποτε τοῦτʼ εἶδε τὸ πλεονέκτημα, οὐδʼ ἐτόλμησε τοῦτον ἐξαγαγεῖν οὐδὲ κωλῦσαι· διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον τῇ χειρὶ τοῦτο ποιῆσαι καὶ μὴ προσκαλέσασθαι πρὸς τὸν ἄρχοντʼ ἐξεῖναι,2 ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο, ἅπας τις ὤκνει τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος.

还有一位是奥伊奈伊斯部族的阿里斯泰得斯,他也曾遭遇过某种类似的不幸;他如今虽然已经年迈,或许歌队成员的能力也已逊色,但曾经是他那个部族的领队。你们想必清楚这一点:若是把领队夺走,歌队的其余部分也就瓦解了。然而,尽管有许多歌队统领争强好胜,却从来没有人将此视作可以利用的优势,也未曾有人敢于将他逐出或阻拦他;因为必须亲自动手抓住他才能做到这一点,而不能像要驱逐外邦人那样将他传唤至执政官面前,所以每个人都害怕被人看到自己亲手犯下这等放肆的恶行。

§61

οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον τῶν μὲν νικᾶν ἂν παρὰ τοῦτʼ οἰομένων χορηγῶν, τῶν ἀνηλωκότων πολλάκις πάντα τὰ ὄντʼ εἰς τὰς λῃτουργίας, μηδένα τολμῆσαι πώποτε μηδʼ ὧν οἱ νόμοι διδόασιν ἅψασθαι, ἀλλʼ οὕτως εὐλαβῶς, οὕτως εὐσεβῶς, οὕτω μετρίως διακεῖσθαι ὥστʼ ἀναλίσκοντας, ἀγωνιῶντας ὅμως ἀπέχεσθαι καὶ προορᾶσθαι τὰς ὑμετέρας βουλήσεις καὶ τὴν περὶ τὴν ἑορτὴν σπουδήν, Μειδίαν δʼ ἰδιώτην ὄντα, μηδὲν ἀνηλωκότα, ὅτι τῳ προσέκρουσεν καὶ ἐχθρὸς ὑπῆρχεν, τοῦτον ἀναλίσκοντα, χορηγοῦντα, ἐπίτιμον ὄντα προπηλακίζειν καὶ τύπτειν,3 καὶ μήτε τῆς ἑορτῆς μήτε τῶν νόμων μήτε τί ὑμεῖς ἐρεῖτε μήτε τοῦ θεοῦ φροντίζειν;

那么,陪审官先生们,那些认为可以借此取胜、且屡屡为了公益职役耗尽全部家产的歌队统领们,从来没有一个人敢于去碰触哪怕法律所允许的事情,反而怀着如此谨慎、如此敬虔、如此克制的心态,以至于他们虽耗费资财、渴望获胜,却仍然克制退让,顾及你们的心愿以及对节庆的热诚;而梅狄亚斯身为一介平民,未曾花费一分一毫,仅仅因为同某人产生冲突而结下私仇,便对这位正在耗费巨资、履行歌队统领职役且享有完备公民权的人肆意侮辱并施以拳脚,既不顾及节庆,也不顾及法律,既不在意你们会说什么,也不敬畏神明,这难道不是一件骇人听闻且令人痛恨的事吗?

§62

πολλῶν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐχθρῶν ἀλλήλοις, οὐ μόνον ἐξ ἰδίων ἀλλὰ καὶ ἐκ κοινῶν πραγμάτων, οὐδεὶς πώποτʼ εἰς τοσοῦτʼ ἀναιδείας ἀφίκεθʼ ὥστε τοιοῦτόν τι τολμῆσαι ποιεῖν. καίτοι φασὶν Ἰφικράτην ποτʼ ἐκεῖνον Διοκλεῖ τῷ Πιθεῖ τὰ μάλιστʼ ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς τούτῳ συμβῆναι Τεισίαν τὸν Ἰφικράτους ἀδελφὸν ἀντιχορηγῆσαι τῷ Διοκλεῖ. ἀλλʼ ὅμως πολλοὺς μὲν ἔχων φίλους Ἰφικράτης, πολλὰ δὲ χρήματα κεκτημένος, φρονῶν δʼ ἐφʼ αὑτῷ τηλικοῦτον ἡλίκον εἰκὸς ἄνδρα καὶ δόξης καὶ τιμῶν τετυχηκόθʼ ὧν ἐκεῖνος ἠξίωτο παρʼ ὑμῶν, οὐκ ἐβάδιζʼ ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυεν τὰ παρασκευαζόμενʼ ἱμάτιʼ εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυεν, οὐδὲ τῶν ἄλλων οὐδὲν ὧν οὗτος διεπράττετʼ ἐποίει, ἀλλὰ τοῖς νόμοις καὶ τῇ τῶν ἄλλων βουλήσει συγχωρῶν ἠνείχετο καὶ νικῶντα καὶ στεφανούμενον τὸν ἐχθρὸν ὁρῶν, εἰκότως· ἐν ᾗ γὰρ αὐτὸς εὐδαίμων ᾔδει γεγονὼς πολιτείᾳ, ταύτῃ συγχωρεῖν τὰ τοιαῦτʼ ἠξίου.

因此,雅典人啊,尽管许多人彼此结为仇敌,不仅因为私事,更因为公事,但从来没有任何人达到如此厚颜无耻的地步,竟敢做出这样的事情来。然而人们说,当年大名鼎鼎的伊菲克拉特斯曾与皮托斯区的狄奥克勒斯结下极深的仇怨,而且在此之上,适逢伊菲克拉特斯的兄弟泰西亚斯担任了对抗狄奥克勒斯的歌队统领。尽管如此,伊菲克拉特斯虽拥有众多朋友、坐拥巨额财富,并且深具身为获得过你们所赐予的那般声望与荣誉之人的崇高自尊,却并没有在夜间擅闯金匠之家,也没有撕毁为节庆准备的衣裳,也没有收买指导师,也没有阻碍歌队排练,也没有做出这个家伙所干出的其他任何勾当;相反,他顺从法律和他人的意愿,容忍着目睹仇敌获胜并戴上花冠,这是理所当然的;因为在他自知借以飞黄腾达的城邦政制面前,他认为应当在这些事情上做出让步。

§64

πάλιν Φιλόστρατον πάντες ἴσμεν τὸν Κολωνῆθεν Χαβρίου κατηγοροῦντα, ὅτʼ ἐκρίνετο τὴν περὶ Ὠρωποῦ κρίσιν θανάτου, καὶ πάντων τῶν κατηγόρων πικρότατον γενόμενον, καὶ μετὰ ταῦτα χορηγοῦντα παισὶν Διονύσια καὶ νικῶντα, καὶ Χαβρίαν οὔτε τύπτοντα4 οὔτʼ ἀφαρπάζοντα τὸν στέφανον οὔθʼ ὅλως προσιόνθʼ ὅποι μὴ προσῆκεν αὐτῷ.

再者,我们大家都知道科罗诺斯区的菲洛斯特拉托斯,当年在哈布里亚斯因奥罗波斯事件接受死刑审判时曾控告他,并且是所有控告人中最严厉的一个;在此之后,他在狄奥尼索斯节为少年歌队担任歌队统领并夺冠,而哈布里亚斯既没有殴打他,也没有夺去他的花冠,更全然未曾走向他不该去的地方。

语法注4 条
  1. 58δεῖξαι τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν ὡς ἅπαντες ὑμεῖς οἱ ἄλλοι φεύγετε

    先取结构(prolepsis)。本应作为 ὡς 从句内部宾语或主题的不定式短语(τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν)被提前,置于主动词 δεῖξαι 之后仿佛是其直接宾语。其核心句意为:“向你们展示,你们其余所有人是如何避开使用强暴、施加侮辱以及做出类似行径的”。

  2. 60διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον τῇ χειρὶ τοῦτο ποιῆσαι καὶ μὴ προσκαλέσασθαι πρὸς τὸν ἄρχοντʼ ἐξεῖναι

    由介词 διά 引导带冠词不定式构成的因果短语(διὰ τὸ δεῖν ... καὶ μὴ ... ἐξεῖναι,意为“因为必须……而又不能……”)。代词 αὐτόν 是不定式 ποιῆσαι 的逻辑主语(宾格主语,“亲自”),由表示方式的分词 ἐπιλαβόμενον τῇ χειρί(“亲手抓住他”)与之同格修饰。

  3. 61τῶν μὲν νικᾶν ἂν παρὰ τοῦτʼ οἰομένων χορηγῶν ... μηδένα τολμῆσαι πώποτε μηδʼ ὧν οἱ νόμοι διδόασιν ἅψασθαι ... Μειδίαν δʼ ... προπηλακίζειν καὶ τύπτειν

    由 οὔκουν δεινόν ... καὶ σχέτλιον 统摄的长大对比句结构。属格短语 τῶν μὲν ... χορηγῶν 是修饰 μηδένα 的部分属格(partitive genitive,即“歌队统领中没有一人……”)。通过 μέν...δέ 与之相对照的是带不定式的宾格句 Μειδίαν δʼ ... προπηλακίζειν καὶ τύπτειν(“而梅狄亚斯却……肆意侮辱并施以拳脚”)。此外,νικᾶν ἄν 是带有表示潜在或非真实推论的 ἄν 的不定式,意为“(借由此事)本能够获胜”。

  4. 64πάντες ἴσμεν τὸν Κολωνῆθεν Χαβρίου κατηγοροῦντα ... καὶ Χαβρίαν οὔτε τύπτοντα

    动词 ἴσμεν(“我们都知道”)后接分词作补足语的间接陈述构式(认知动词 + 宾格 + 分词)。前一半的宾格分词结构 τὸν Κολωνῆθεν [Φιλόστρατον] ... κατηγοροῦντα(“科罗诺斯区的菲洛斯特拉托斯控告……”)与后一半的 καὶ Χαβρίαν οὔτε τύπτοντα(“而哈布里亚斯既没有殴打……”)由 καί 并列,共同充当 ἴσμεν 的宾语从属成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:58-64