← 狄摩西尼

控诉美狄亚斯

§51-57

德尔斐与多多纳神谕所证之亵圣罪

德摩斯梯尼命人宣读德尔斐与多多纳的神谕,证明设立歌队与佩戴花冠是神谕吩咐城邦举行的神圣仪礼,从而论证在节庆竞技期间殴打歌队统领不仅是侮辱行为,更构成严重的亵圣之罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51

εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτʼ ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις μόνον κατέγνω τῶν πεπραγμένων αὐτῷ·1 νῦν δέ μοι δοκεῖ, κἂν ἀσέβειαν εἰ καταγιγνώσκοι,2 τὰ προσήκοντα ποιεῖν. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τοὺς χοροὺς ὑμεῖς ἅπαντας τούτους καὶ τοὺς ὕμνους τῷ θεῷ ποιεῖτε, οὐ μόνον κατὰ τοὺς νόμους τοὺς περὶ τῶν Διονυσίων, ἀλλὰ καὶ κατὰ τὰς μαντείας, ἐν αἷς ἁπάσαις ἀνῃρημένον εὑρήσετε τῇ πόλει, ὁμοίως ἐκ Δελφῶν καὶ ἐκ Δωδώνης, χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιὰς καὶ στεφανηφορεῖν.

雅典人啊,如果我是在非歌队统领的身份下遭受梅狄亚斯此番暴行,人们对他所犯下的行径至多只会判定为侮辱;但在眼下这种情况下,我认为即便有人判定他犯有亵圣罪,也是完全恰当的。因为你们想必清楚这一点:你们为神明组织这所有歌队和赞美诗,不仅是遵循关于狄奥尼索斯节的法律,更是依据神谕;在德尔斐和多多纳同样降下的所有神谕中,你们都会发现神谕吩咐本城邦应当依循祖制设立歌队、使街道升腾祭烟并佩戴花冠。

§52

ἀνάγνωθι δέ μοι λαβὼν αὐτὰς τὰς μαντείας. ΜΑΝΤΕΙΑ "αὐδῶ Ἐρεχθείδῃσιν, ὅσοι Πανδίονος ἄστυ ναίετε καὶ πατρίοισι νόμοις ἰθύνεθʼ ἑορτάς, μεμνῆσθαι Βάκχοιο, καὶ εὐρυχόρους κατʼ ἀγυιὰς ἱστάναι ὡραίων Βρομίῳ χάριν ἄμμιγα πάντας, καὶ κνισᾶν βωμοῖσι κάρη στεφάνοις πυκάσαντας." περὶ ὑγιείας θύειν καὶ εὔχεσθαι Διὶ ὑπάτῳ, Ἡρακλεῖ, Ἀπόλλωνι προστατηρίῳ· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ κατʼ ἀγυιὰς κρατῆρας ἱστάμεν καὶ χοροὺς καὶ στεφαναφορεῖν καττὰ πάτρια θεοῖς Ὀλυμπίοις πάντεσσι καὶ πάσαις, ἰδίας δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, καὶ μνασιδωρεῖν. ΕΚ ΔΩΔΩΝΗΣ ΜΑΝΤΕΙΑΙ "τῷ δήμῳ τῷ Ἀθηναίων ὁ τοῦ Διὸς σημαίνει. ὅτι τὰς ὥρας παρηνέγκατε τῆς θυσίας καὶ τῆς θεωρίας, αἱρετοὺς πέμπειν κελεύει θεωροὺς ἕνεκα τούτου διὰ ταχέων, καὶ τῷ Διὶ τῷ Ναΐῳ τρεῖς βοῦς καὶ πρὸς ἑκάστῳ βοῒ δύο οἶς, τῇ Διώνῃ βοῦν καλλιερεῖν, καὶ τράπεζαν χαλκῆν πρὸς τὸ ἀνάθημα ὃ ἀνέθηκεν ὁ δῆμος ὁ Ἀθηναίων. ὁ τοῦ Διὸς σημαίνει ἐν Δωδώνῃ, Διονύσῳ δημοτελῆ ἱερὰ τελεῖν καὶ κρατῆρα κεράσαι καὶ χοροὺς ἱστάναι, Ἀπόλλωνι ἀποτροπαίῳ βοῦν θῦσαι, καὶ στεφανηφορεῖν ἐλευθέρους καὶ δούλους, καὶ ἐλινύειν μίαν ἡμέραν. Διὶ κτησίῳ βοῦν λευκόν."

请为我拿来并朗读神谕本身。 神谕 “我向厄瑞克透斯的子孙宣告,凡居住在潘狄翁之城、 依循祖制法规操持节庆的人们, 当谨记巴克科斯;在开阔的街道上, 所有人同心协力为布洛米奥斯神设立歌队,以谢时令丰收之恩, 头戴花冠,让祭坛升起牺牲之烟。” 为求健康,当向至高宙斯、赫拉克勒斯、守护神阿波罗献祭祈祷;为求吉祥,当向街神阿波罗、勒托、阿耳忒弥斯献祭,在街道上设立混酒缸与歌队,依循祖制为奥林匹斯诸男女神明佩戴花冠,高举左右双手,谨记还愿之礼。 多多纳神谕“宙斯的使者向雅典人民昭示:鉴于你们错过了献祭与奉使的适宜时令,神明命令你们为此迅速派遣特选奉使官;向纳奥斯宙斯献上三头公牛,每头公牛配两只绵羊,向狄奥涅献上一头公牛以求吉兆之祭,并为雅典人民所奉献的献纳品配上一张青铜几席。 多多纳的宙斯使者昭示:由公费为狄奥尼索斯举行神圣礼仪,调和混酒缸并设立歌队;向禳灾神阿波罗献祭一头公牛;自由人与奴隶皆佩戴花冠,并休沐一日;向家产神宙斯献上一头白公牛。”

§54

εἰσίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὗται καὶ ἄλλαι πολλαὶ μαντεῖαι τῇ πόλει κἀγαθαί. τί οὖν ἐκ τούτων ὑμᾶς ἐνθυμεῖσθαι δεῖ; ὅτι τὰς μὲν ἄλλας θυσίας τοῖς ἐφʼ ἑκάστης μαντείας προφαινομένοις θεοῖς προστάττουσι θύειν, ἱστάναι δὲ χοροὺς καὶ στεφανηφορεῖν κατὰ τὰ πάτρια πρὸς ἁπάσαις ταῖς ἀφικνουμέναις μαντείαις προσαναιροῦσιν ὑμῖν.

雅典人啊,城邦既有这些神谕,也有其他许多美好吉祥的神谕。那么,你们从中应当领会什么呢?那就是:对于其他祭品,神谕命令向每次降谕中所指定的专门神明献祭,而设立歌队和依循祖制佩戴花冠,则是在所有送达的神谕中一并追加吩咐你们履行的。

§55

οἱ τοίνυν χοροὶ πάντες οἱ γιγνόμενοι καὶ οἱ χορηγοὶ δῆλον ὅτι τὰς μὲν ἡμέρας ἐκείνας ἃς συνερχόμεθʼ ἐπὶ τὸν ἀγῶνα, κατὰ τὰς μαντείας ταύτας ὑπὲρ ὑμῶν ἐστεφανώμεθα, ὁμοίως ὅ τε μέλλων νικᾶν καὶ ὁ πάντων ὕστατος γενήσεσθαι, τῇ δὲ τῶν ἐπινικίων ὑπὲρ αὑτοῦ τότʼ ἤδη στεφανοῦται ὁ νικῶν. τὸν οὖν εἴς τινα τούτων τῶν χορευτῶν ἢ τῶν χορηγῶν ὑβρίζοντʼ ἐπʼ ἔχθρᾳ, καὶ ταῦτʼ ἐν αὐτῷ τῷ ἀγῶνι καὶ ἐν τῷ τοῦ θεοῦ ἱερῷ, τοῦτον ἄλλο τι πλὴν ἀσεβεῖν φήσομεν;3

因此显而易见,所有设立的歌队和歌队统领,在我们汇聚参加竞技的那几天里,都是依据这些神谕代表你们而佩戴花冠的——无论将要夺冠者还是沦为垫底者皆毫无二致;而到了庆功之日,获胜者到那时才为自己佩戴花冠。那么,如果有人出于私怨对这些歌队成员或歌队统领中的某一人施加侮辱,而且是在竞技本身的过程之中、在神明的圣域之内,我们难道能说他除了亵圣之外还在干别的吗?

§56

καὶ μὴν ἴστε γε τοῦθʼ ὅτι βουλόμενοι μηδένʼ ἀγωνίζεσθαι ξένον οὐκ ἐδώκαθʼ ἁπλῶς τῶν χορηγῶν οὐδενὶ προσκαλέσαντι τοὺς χορευτὰς σκοπεῖν, ἀλλʼ ἐὰν μὲν καλέσῃ, πεντήκοντα δραχμάς, ἐὰν δὲ καθέζεσθαι κελεύσῃ, χιλίας ἀποτίνειν ἐτάξατε. τίνος εἵνεκα; ὅπως μὴ τὸν ἐστεφανωμένον καὶ λῃτουργοῦντα τῷ θεῷ ταύτην τὴν ἡμέραν καλῇ μηδʼ ἐπηρεάζῃ μηδʼ ὑβρίζῃ μηδεὶς ἐξεπίτηδες.

再者,你们必定深知:为了不让任何外邦人参加竞技,你们并未准许任何歌队统领可以随意传唤歌队成员进行审查,而是规定如果传唤须罚款五十德拉克马,如果勒令其退席坐下则须罚款一千德拉克马。这是为了什么呢?正是为了防止有人蓄意去传唤、刁难或侮辱在当天佩戴花冠、为神明履行公益职役之人。

§57

εἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον ἀζήμιος ἔσται, τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας παρὰ πάντας τοὺς νόμους οὕτω φανερῶς δώσει δίκην; ἀλλὰ μὴν οὐδέν ἐστʼ ὄφελος καλῶς καὶ φιλανθρώπως τοὺς νόμους ὑπὲρ τῶν πολλῶν κεῖσθαι, εἰ τοῖς ἀπειθοῦσι καὶ βιαζομένοις αὐτοὺς ἡ παρʼ ὑμῶν ὀργὴ τῶν ἀεὶ κυρίων4 μὴ γενήσεται.

那么,即便依法传唤歌队成员的人都无法免受处罚,难道公然违反一切法律殴打歌队统领的人反而可以逍遥法外、不偿罪责吗?如果对于藐视并践踏法律的人,不能引起身为始终掌握主权之人的你们的怒火,那么为了大众的利益而制定出良好且仁善的法律,便根本毫无用处。

语法注4 条
  1. 51τῶν πεπραγμένων αὐτῷ

    与格代词 αὐτῷ 在此处用作完成时被动分词 πεπραγμένων 的行为主体与格(dativus auctoris),意为“由他所犯下的行径”。属格分词短语 τῶν πεπραγμένων 则作判定动词 κατέγνω 的宾语。

  2. 51κἂν ἀσέβειαν εἰ καταγιγνώσκοι

    κἂν 为 καὶ ἄν 的合音:καί 强调 ἀσέβειαν 或随后的条件从句 εἰ καταγιγνώσκοι(“即使有人判定其犯有亵圣罪”),而语气词 ἄν 则归属充当结果主句、接在 δοκεῖ 之后的不定词短语 τὰ προσήκοντα ποιεῖν(相当于直接引语中的潜在希求式 ἂν ποιοίη),整体传达出“即使判定其为亵圣罪,也算得上是行所当行”。

  3. 55ἄλλο τι πλὴν ἀσεβεῖν φήσομεν;

    反问惯用结构 ἄλλο τι πλὴν...(“除了……之外,我们还能说别的什么吗?”,即“我们必定会说这就是……”)。副词 πλήν 后接不定词 ἀσεβεῖν,用于限定其前面的受格 ἄλλο τι。句首的受格短语 τὸν ... ὑβρίζοντʼ 既是该不定词的受格主语,同时又作为全句重点被前置于句首。

  4. 57τῶν ἀεὶ κυρίων

    包含副词 ἀεί 的定语短语(“始终掌握主权者”),与前面的属格代词 ὑμῶν(“你们”)构成同位语关系,意在强调身为陪审法官的公民集体所拥有的恒常最高主权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:51-57