← 狄摩西尼

控诉美狄亚斯

§44-50

严惩暴力侮辱的法理与对奴隶的保护

演说者指出法律视暴力与侮辱为严重危害公众的罪行,允许任何人提起公诉并处以国库罚金,且法律的仁慈甚至惠及奴隶;他强调若蛮族得知此法必将敬佩雅典,因而触犯此法的梅狄亚斯必须受到严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

οὐ μόνον δʼ ἐπὶ τούτων τοῖς ἐκ προαιρέσεως ὑβρισταῖς χαλεποὺς ὄντας ἰδεῖν ἔστι τοὺς νόμους, ἀλλὰ καὶ ἐφʼ ἁπάντων. τί γὰρ δή ποτʼ, ἄν τις ὀφλὼν δίκην μὴ ἐκτίνῃ, οὐκέτʼ ἐποίησʼ ὁ νόμος τὴν ἐξούλην ἰδίαν, ἀλλὰ προστιμᾶν ἐπέταξε τῷ δημοσίῳ;1 καὶ πάλιν τί δή ποτʼ, ἂν μὲν ἑκὼν παρʼ ἑκόντος τις λάβῃ τάλαντον ἓν ἢ δύʼ ἢ δέκα καὶ ταῦτʼ ἀποστερήσῃ, οὐδὲν αὐτῷ πρὸς τὴν πόλιν ἐστίν, ἂν δὲ μικροῦ πάνυ τιμήματος ἄξιόν τις λάβῃ, βίᾳ δὲ τοῦτʼ ἀφέληται, τὸ ἴσον τῷ δημοσίῳ προστιμᾶν οἱ νόμοι κελεύουσιν ὅσον περ δὴ τῷ ἰδιώτῃ;

不仅在这些事情上,在一切事情上都可以看出,法律对于蓄意施暴者都是极其严厉的。试问究竟为何,如果有人在诉讼中败诉却不执行判决,法律就不再将拒不交出财产的诉讼视为纯属私事,而是下令向国库追加罚款?再问究竟为何,如果有人在双方自愿的情况下从另一人手中收下一塔兰特、两塔兰特或十塔兰特并将其侵吞,他对城邦并无任何责任;但如果有人夺取了仅值极微小数目的财物,却是通过暴力将其夺走,法律便下令向国库追加与私人所得完全等额的罚金?

§45

ὅτι πάνθʼ ὅσα τις βιαζόμενος πράττει κοίνʼ ἀδικήματα καὶ κατὰ τῶν ἔξω τοῦ πράγματος ὄντων ἡγεῖθʼ ὁ νομοθέτης·2 τὴν μὲν γὰρ ἰσχὺν ὀλίγων, τοὺς δὲ νόμους ἁπάντων εἶναι, καὶ τὸν μὲν πεισθέντʼ ἰδίας, τὸν δὲ βιασθέντα δημοσίας δεῖσθαι βοηθείας. διόπερ καὶ τῆς ὕβρεως αὐτῆς τὰς μὲν γραφὰς ἔδωκεν ἅπαντι τῷ βουλομένῳ, τὸ δὲ τίμημʼ ἐποίησεν ὅλον δημόσιον·3 τὴν γὰρ πόλιν ἡγεῖτʼ ἀδικεῖν, οὐ τὸν παθόντα μόνον, τὸν ὑβρίζειν ἐπιχειροῦντα, καὶ δίκην ἱκανὴν τὴν τιμωρίαν εἶναι τῷ παθόντι, χρήματα δʼ οὐ προσήκειν τῶν τοιούτων ἐφʼ ἑαυτῷ λαμβάνειν.

这是因为立法者认为,任何人凡以暴力所行之事,皆是关涉公众的违法罪行,亦是对事外之人构成的侵害;盖力量属于少数人,而法律属于众人,被劝诱受骗之人需要的是私力救济,而遭受暴力侵犯之人需要的则是公共援助。因此,对于侮辱行为本身,立法者允许任何有意愿的人提起公诉,并将全部罚金收归公有;因为他认为企图施加侮辱者所侵害的是城邦,而不仅仅是受害者本人,对施暴者的惩罚对于受害者而言已是充分的慰藉,受害者不应为此类侵害为自己收受金钱。

§46

καὶ τοσαύτῃ γʼ ἐχρήσαθʼ ὑπερβολῇ, ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις, ὁμοίως ἔδωκεν ὑπὲρ τούτου γραφήν. οὐ γὰρ ὅστις ὁ πάσχων ᾤετο δεῖν σκοπεῖν, ἀλλὰ τὸ πρᾶγμʼ ὁποῖόν τι τὸ γιγνόμενον· ἐπειδὴ δʼ εὗρεν οὐκ ἐπιτήδειον, μήτε πρὸς δοῦλον μήθʼ ὅλως ἐξεῖναι πράττειν ἐπέτρεψεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων οὐδὲν ὕβρεως ἀφορητότερον, οὐδʼ ἐφʼ ὅτῳ μᾶλλον ὑμῖν ὀργίζεσθαι προσήκει. ἀνάγνωθι δʼ αὐτόν μοι λαβὼν τὸν τῆς ὕβρεως νόμον· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου. ΝΟΜΟΣ "ἐάν τις ὑβρίζῃ εἴς τινα, ἢ παῖδα ἢ γυναῖκα ἢ ἄνδρα, τῶν ἐλευθέρων ἢ τῶν δούλων, ἢ παράνομόν τι ποιήσῃ εἰς τούτων τινά, γραφέσθω πρὸς τοὺς θεσμοθέτας ὁ βουλόμενος Ἀθηναίων οἷς ἔξεστιν, οἱ δὲ θεσμοθέται εἰσαγόντων εἰς τὴν ἡλιαίαν τριάκοντα ἡμερῶν ἀφʼ ἧς ἂν γραφῇ, ἐὰν μή τι δημόσιον κωλύῃ, εἰ δὲ μή, ὅταν ᾖ πρῶτον οἷόν τε. ὅτου δʼ ἂν καταγνῷ ἡ ἡλιαία, τιμάτω περὶ αὐτοῦ παραχρῆμα, ὅτου ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ὅσοι δʼ ἂν γράφωνται γραφὰς ἰδίας κατὰ τὸν νόμον,4 ἐάν τις μὴ ἐπεξέλθῃ ἢ ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἀποτεισάτω χιλίας δραχμὰς τῷ δημοσίῳ. ἐὰν δὲ ἀργυρίου τιμηθῇ τῆς ὕβρεως, δεδέσθω, ἐὰν ἐλεύθερον ὑβρίσῃ, μέχρι ἂν ἐκτείσῃ."

他甚至做到了如此极致的地步,以至于即使有人对奴隶施暴,他也同样允许为奴隶提起公诉。因为他认为不应看受害人是谁,而应看所发生的行径本质为何;既然发现该行径不正当,他便不许将其施加于奴隶,也不许施加于任何人。雅典人啊,普天之下确实没有什么比侮辱更令人无法容忍,也没有什么比这更值得你们义愤填膺了。请为我拿来并朗读侮辱法本身吧;因为没有什么比亲耳聆听法律本身更为有力的了。法律 “若有人对任何人施以侮辱,无论受害者为自由人或奴隶之童子、妇人或男子,或对其中任何人做出任何违法之举,雅典人中有资格且有意愿者皆可向司法官提起公诉;司法官须自公诉提起之日起三十日内将其移交日庭审判,除非有公事阻碍;若有阻碍,则在最早可行之时移交。日庭判定何人有罪,即当场对其进行量刑评定,判定其应当承受何等刑罚或缴纳何等罚金。凡依本法提起个人性公诉者,若不将诉讼进行到底,或进行到底却未获得五分之一之选票,须向国库缴纳一千德拉克马。若因侮辱罪被处以财产罚金,在侮辱自由人的情形下,须将其羁押直至缴清为止。”

§48

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ νόμου τῆς φιλανθρωπίας, ὃς οὐδὲ τοὺς δούλους ὑβρίζεσθαι ἀξιοῖ. τί οὖν πρὸς θεῶν; εἴ τις εἰς τοὺς βαρβάρους ἐνεγκὼν τὸν νόμον τοῦτον, παρʼ ὧν τὰ ἀνδράποδʼ εἰς τοὺς Ἕλληνας κομίζεται, ἐπαινῶν ὑμᾶς καὶ διεξιὼν περὶ τῆς πόλεως εἴποι πρὸς αὐτοὺς ὅτι εἰσὶν Ἕλληνές τινες ἄνθρωποι οὕτως ἥμεροι καὶ φιλάνθρωποι τοὺς τρόπους ὥστε πόλλʼ ὑφʼ ὑμῶν ἠδικημένοι, καὶ φύσει τῆς πρὸς ὑμᾶς ἔχθρας αὐτοῖς ὑπαρχούσης πατρικῆς, ὅμως οὐδʼ ὅσων ἂν τιμὴν καταθέντες δούλους κτήσωνται, οὐδὲ τούτους ὑβρίζειν ἀξιοῦσιν, ἀλλὰ νόμον δημοσίᾳ τὸν ταῦτα κωλύσοντα τέθεινται τουτονὶ καὶ πολλοὺς ἤδη παραβάντας τὸν νόμον τοῦτον ἐζημιώκασιν θανάτῳ, εἰ ταῦτʼ ἀκούσειαν καὶ συνεῖεν οἱ βάρβαροι, οὐκ ἂν οἴεσθε δημοσίᾳ πάντας ὑμᾶς προξένους αὑτῶν ποιήσασθαι; τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησιν μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις εὖ δόξαντʼ ἂν ἔχειν, σκοπεῖσθʼ ὁ παραβὰς ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς.5

雅典人啊,你们听到了这部法律的仁慈,它甚至不容许奴隶遭受侮辱。那么以诸神之名,试想一下:如果有人将这部法律带到蛮族人那里——输送给希腊人的奴隶正是来自他们之中——并称赞你们,向他们宣讲本城邦之事,对他们说道: “有这样一些希腊人,其秉性如此温和与仁爱,尽管曾遭受你们诸多侵害,且生来就与你们怀有世仇,然而即便对于他们付出金钱所购得的奴隶,他们也不容许对这些人施加侮辱,反而由城邦确立了这一项禁止此类行为的法律,并且已经将许多触犯此法的人处以死刑”,——蛮族人若是听到并理解了这些话,难道你们不认为他们会公开将你们全城公民奉为他们的荣誉庇护人吗?因此,对于一部不仅在希腊人中备受赞誉、而且在蛮族人中也必定深得人心的法律,请审度一下,违犯此法的人究竟要付出怎样的惩罚,才算得上抵偿其罪责。

语法注5 条
  1. 44οὐκέτʼ ἐποίησʼ ὁ νόμος τὴν ἐξούλην ἰδίαν, ἀλλὰ προστιμᾶν ἐπέταξε τῷ δημοσίῳ

    此句指在执行拒不交出财产之诉(ἐξούλη)时,败诉后拒不履行判决者不仅要向原告赔偿,还必须向国库(τῷ δημοσίῳ)追加同额罚金。οὐκέτʼ...ἰδίαν 表明立法者不再将此类抗拒判决的行为局限于私人之间的经济纠纷,而是升格为对城邦公权力的冒犯。

  2. 45ὅτι πάνθʼ ὅσα τις βιαζόμενος πράττει κοίνʼ ἀδικήματα καὶ κατὰ τῶν ἔξω τοῦ πράγματος ὄντων ἡγεῖθʼ ὁ νομοθέτης

    ὅτι 回答前文由 τί γὰρ δή ποτʼ 引导的两个设问。κοίνʼ ἀδικήματα 为间接引语中的谓语(“是以暴力所做的一切皆属公共的罪行”)。κατὰ τῶν ἔξω τοῦ πράγματος ὄντων 意为“也侵犯了处于该事件之外的人(即不受直接影响的广大公民社会)”。

  3. 45τὸ δὲ τίμημʼ ἐποίησεν ὅλον δημόσιον

    指在侮辱罪公诉(γραφὴ ὕβρεως)中,法庭裁决的罚金(τίμημα)全部归国库所有,而非赔偿给原告。后文紧接着解释其法理基础:受害者应从惩罚中获得正义,而不应借此为一己之私牟取金钱利益。

  4. 47γραφὰς ἰδίας κατὰ τὸν νόμον

    字面为“依据该法提起的私人性公诉”,看似矛盾,实指私人出于个人恩怨以公民身份提起的公诉(graphai)。雅典法律规定,此类诉讼若中途撤诉或在审判中未能获得五分之一的陪审员票数,起诉人将被课以一千德拉克马的罚金,以防滥诉。

  5. 50ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς

    由将来完成时的迂回结构(ἔσται δεδωκώς)与不定过去时分词 δοὺς 结合而成,字面意思是“他承受了怎样的惩罚,才算是已经付出了相称的代价”,强调对于如此重罪必须给予彻底且当之无愧的惩罚状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:44-50