← 狄摩西尼

控诉美狄亚斯

§37-43

驳斥暴力前例与法律对故意侮辱的严惩

德摩斯梯尼驳斥了梅狄亚斯企图通过援引过去的暴力前例来开脱罪责的做法,指出与那些案例不同,梅狄亚斯是在大白天蓄意且预谋施加侮辱。随后他列举关于损害赔偿和杀人的法律,证明法律对故意且带有侮辱性质的违法行为规定了远为严厉的惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

δοκεῖτε ποιεῖν ἂν εἰκότως,1 εἴπερ ὑπὲρ τοῦ κοινῇ βελτίστου δεῖ μέλειν ὑμῖν. τίς γὰρ οὐκ οἶδεν ὑμῶν τοῦ μὲν πολλὰ τοιαῦτα γίγνεσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν,2 τοῦ δὲ μηδένʼ ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθένθʼ ἣν προσήκει διδόναι μόνον αἴτιον ἂν γενόμενον; εἰ μὲν τοίνυν ἀποτρέψαι συμφέρει τοὺς ἄλλους, τοῦτον καὶ διʼ ἐκεῖνα κολαστέον, καὶ μᾶλλόν γʼ ὅσῳπερ ἂν ᾖ πλείω καὶ μείζω· εἰ δὲ παροξῦναι καὶ τοῦτον καὶ πάντας, ἐατέον.

如果你们确实应当关照公众的最高利益,你们按理将会做出截然相反的决定。因为你们当中谁会不知道,过恶者得不到惩处,正是众多此类恶行不断发生的根由;而每次被拿获的人付出应有的代价,则是今后无人胆敢施暴的唯一保障?因此,如果威慑他人是有益的,那么即便为了那些前例,也必须惩治此人,而且那些案例越多、越严重,就越应当予以严惩;但若怂恿此人及所有人是有益的,那就任由他去吧。

§38

ἔτι τοίνυν οὐδʼ ὁμοίαν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσομεν. πρῶτον μὲν γὰρ ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχεν προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν διὰ τὸ σκότους καὶ νυκτὸς τὸ πρᾶγμα γενέσθαι. ἔπειθʼ ὁ Πολύζηλος ὀργῇ καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἁμαρτὼν ἔπαισεν· οὐ γὰρ ἐχθρός γʼ ὑπῆρχεν ὤν, οὐδʼ ἐφʼ ὕβρει τοῦτʼ ἐποίησεν. ἀλλʼ οὐ Μειδίᾳ τούτων οὐδὲν ἔστʼ εἰπεῖν· καὶ γὰρ ἐχθρὸς ἦν, καὶ μεθʼ ἡμέραν εἰδὼς ὕβριζεν, καὶ οὐκ ἐπὶ τούτου μόνον, ἀλλʼ ἐπὶ πάντων φαίνεται προῃρημένος μʼ ὑβρίζειν.

再者,我们还会发现,此人与那些人之间根本不存在相提并论的宽恕理由。首先,那个殴打司法官的人有三个借口:醉酒、情欲以及因事情发生于黑暗与夜间而导致的无知。其次,波吕泽洛斯则是出于愤怒和性情的鲁莽,在理智未及运转之前铸成大错而动手打人;因为他并非原先的仇敌,行事亦非出于侮辱之意。然而对梅狄亚斯而言,这些托词全都不成立;因为他本就是仇敌,在大白天心知肚明地施加侮辱,而且事实表明,他不仅在此一事上,而是在所有事情上都处心积虑要侮辱我。

§39

καὶ μὴν οὐδὲ τῶν πεπραγμένων ἐμοὶ καὶ τούτοις οὐδὲν ὅμοιον ὁρῶ. πρῶτον μὲν γὰρ ὁ θεσμοθέτης οὐχ ὑπὲρ ὑμῶν οὐδὲ τῶν νόμων φροντίσας οὐδʼ ἀγανακτήσας φανήσεται, ἀλλʼ ἰδίᾳ πεισθεὶς ὁπόσῳ δήποτʼ ἀργυρίῳ καθυφεὶς τὸν ἀγῶνα· ἔπειθʼ ὁ πληγεὶς ἐκεῖνος ὑπὸ τοῦ Πολυζήλου, ταὐτὸ τοῦτο, ἰδίᾳ διαλυσάμενος, ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν3 καὶ ὑμῖν, οὐδʼ εἰσήγαγε τὸν Πολύζηλον.

此外,在我和他们所采取的行动之间,我也看不出任何相似之处。首先,那位司法官显而易见既没有为你们着想,也没有维护法律,更未表现出义愤,反而是私下收受了不知多少银钱,撤销了诉讼;其次,那个被波吕泽洛斯殴打的人,完全如出一辙地私下和解,彻底将法律和你们抛在脑后,甚至根本没有将波吕泽洛斯带上法庭。

§40

εἰ μὲν τοίνυν ἐκείνων κατηγορεῖν βούλεταί τις ἐν τῷ παρόντι, δεῖ λέγειν ταῦτα· εἰ δʼ ὑπὲρ ὧν ἐγὼ τούτου κατηγόρηκʼ ἀπολογεῖσθαι, πάντα μᾶλλον ἢ ταῦτα λεκτέα. πᾶν γὰρ τοὐναντίον ἐκείνοις αὐτὸς μὲν οὔτε λαβὼν οὐδὲν οὔτʼ ἐπιχειρήσας λαβεῖν φανήσομαι, τὴν δʼ ὑπὲρ τῶν νόμων καὶ τὴν ὑπὲρ τοῦ θεοῦ καὶ τὴν ὑπὲρ ὑμῶν τιμωρίαν δικαίως φυλάξας καὶ νῦν ἀποδεδωκὼς ὑμῖν. μὴ τοίνυν ἐᾶτε ταῦτʼ αὐτὸν λέγειν, μηδʼ, ἂν βιάζηται, πείθεσθʼ ὡς δίκαιόν τι λέγοντι.

因此,如果现在有人想控告他们,大可以说这些话;但若是为了抵御我对此人提出的控诉而辩护,则万万不该提及这些。因为与那些人完全相反,事实表明我本人既没有接受任何钱财,也没有企图索取分文,而是为了法律、为了神明、为了你们,正当地守住了惩罚权,并在今日将其交还给你们。因此,切莫容许他搬出这套说辞,即使他强词夺理,也决不要相信他讲出了任何合乎正义的话。

§41

ἂν γὰρ ταῦθʼ οὕτως ἐγνωσμένʼ ὑπάρχῃ παρʼ ὑμῖν, οὐκ ἐνέσται αὐτῷ λόγος οὐδὲ εἷς. ποία γὰρ πρόφασις, τίς ἀνθρωπίνη καὶ μετρία σκῆψις φανεῖται τῶν πεπραγμένων αὐτῷ; ὀργὴ νὴ Δία· καὶ γὰρ τοῦτο τυχὸν λέξει. ἀλλʼ ἃ μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ πρᾶξαι, κἂν ὑβριστικῶς ποιήσῃ, διʼ ὀργήν γʼ ἔνι φῆσαι πεποιηκέναι· ἃ δʼ ἂν ἐκ πολλοῦ συνεχῶς ἐπὶ πολλὰς ἡμέρας παρὰ τοὺς νόμους πράττων τις φωρᾶται, οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει,4 ἀλλὰ καὶ βεβουλευμένως ὁ τοιοῦτος ὑβρίζων ἐστὶν ἤδη φανερός.

因为如果在你们心中这些事实已成定论,他就绝无任何辩词可言。面对他的所作所为,究竟能有什么借口,能有什么合乎常情而适度的托辞?以宙斯之名,或许是“愤怒”吧;因为他大概也会这么说。然而,一个人若因事起仓促、理智未及权衡而冲动作出某些举动,即便行为带有侮辱性,尚可声称是出于愤怒;但若一个人被发现在很长一段时间内、连续数日违法行事,这不仅绝非出于一时的冲动,而且这种人显然已是经过预谋而蓄意施暴了。

§42

ἀλλὰ μὴν ὁπηνίκα καὶ πεποιηκὼς ἃ κατηγορῶ καὶ ὕβρει πεποιηκὼς φαίνεται, τοὺς νόμους ἤδη δεῖ σκοπεῖν, ὦ ἄνδρες δικασταί· κατὰ γὰρ τούτους δικάσειν ὀμωμόκατε. καὶ θεωρεῖθʼ ὅσῳ μείζονος ὀργῆς καὶ ζημίας ἀξιοῦσι τοὺς ἑκουσίως καὶ διʼ ὕβριν πλημμελοῦντας τῶν ἄλλως πως ἐξαμαρτανόντων.

既然事实表明他既犯下了我所指控的罪行,又是出于侮辱而为之,审判员先生们,现在就必须审视法律了;因为你们已宣誓依照法律作出判决。请看,对于故意且出于侮辱而犯罪的人,法律所认为其应承受的愤怒与刑罚,比对以其他方式犯过失的人要严厉多少!

§43

πρῶτον μὲν τοίνυν οἱ περὶ τῆς βλάβης οὗτοι νόμοι πάντες, ἵνʼ ἐκ τούτων ἄρξωμαι, ἂν μὲν ἑκὼν βλάψῃ, διπλοῦν, ἂν δʼ ἄκων, ἁπλοῦν τὸ βλάβος κελεύουσιν ἐκτίνειν. εἰκότως· ὁ μὲν γὰρ παθὼν πανταχοῦ βοηθείας δίκαιος τυγχάνειν, τῷ δράσαντι δʼ οὐκ ἴσην τὴν ὀργήν, ἄν θʼ ἑκὼν ἄν τʼ ἄκων, ἔταξʼ ὁ νόμος. ἔπειθʼ οἱ φονικοὶ τοὺς μὲν ἐκ προνοίας ἀποκτιννύντας θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων ζημιοῦσι, τοὺς δʼ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν.

首先,姑且从关于损害赔偿的所有这些法律谈起,如果有人故意造成损害,法律命令其赔偿双倍;若是无意造成的,则赔偿单倍。这合情合理:因为受害者在任何情况下理应获得救助,但法律对于行事者所规定的愤怒,绝不会在故意与过失之间一视同仁。其次,关于杀人的法律规定,对蓄意谋杀者处以死刑、终身流放并没收财产,而对于过失杀人者,则给予极大的宽恕与仁慈。

语法注4 条
  1. 37δοκεῖτε ποιεῖν ἂν εἰκότως

    承接上一段落末尾的“ἐμοὶ δʼ αὖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι,”,δοκεῖτε 采用人称构式(personal construction),与带 ἄν 的不定词 ποιεῖν 搭配,表达潜在语气(“你们按理将会做出……”)。其逻辑主语为雅典陪审官。

  2. 37τοῦ μὲν πολλὰ τοιαῦτα γίγνεσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν

    由动词 οἶδεν 支配的补充性分词结构。主语为带定冠词的不定词短语“τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας”(违法者未受惩罚),表语为分词“αἴτιον ὄν”(作为原因),并由属格定冠词不定词短语“τοῦ μὲν πολλὰ τοιαῦτα γίγνεσθαι”(诸多此类事情之发生)修饰 αἴτιον。

  3. 39ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν

    ἐρρῶσθαι λέγω 是一个由告别语“祝安好/再会”演变而来的惯用表达,意为“向……道别、弃之不顾、抛在脑后”。与格 τοῖς νόμοις καὶ ὑμῖν 为其对象。字面意思是“向法律和你们道了许多次珍重”,实指彻底放弃并蔑视法律及城邦公民。

  4. 41οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει

    动词 ἀπέχω 搭配属格(此处为省略了不定词 πρᾶξαι 的 τοῦ μὴ μετʼ ὀργῆς)表示“远离……”。否定词 μή 是伴随含分离、否定意义的动词 ἀπέχει 出现的赘余否定词(pleonastic μή)。整句意为“不仅绝非出于一时的冲动愤怒”,强调其行为完全没有单纯一时失控的托词余地。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:37-43