- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:29-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼驳斥了梅狄亚斯企图借口个人私怨来逃避惩罚的辩解预案,论证在神圣节日期间侮辱歌队筹办人是对城邦秩序和法律本身的侵害,绝不能通过援引过去的受害先例来减轻罪责。
οἶδα τοίνυν ὅτι καὶ τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ1 μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην μʼ ἀνέλητε. ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό μʼ ἀναιρήσετε; τὰ τοιαῦτα πολλάκις οἶδʼ ὅτι φθέγξεται, βουλόμενος φθόνον τινʼ ἐμοὶ διὰ τούτων τῶν λόγων συνάγειν.
此外,我也知道他会极力运用如下论调:“不要把我交给德摩斯梯尼,不要为了德摩斯梯尼而毁灭我。难道只因我与此人为敌,你们就要处死我吗?”我知道他会屡次说出这样的话,企图借由这些言辞煽起对我个人的怨恨。
ἔχει δʼ οὐχ οὕτω ταῦτα, οὐδʼ ἐγγύς. οὐδένα γὰρ τῶν ἀδικούντων ὑμεῖς οὐδενὶ τῶν κατηγόρων ἐκδίδοτε· οὐδὲ γὰρ ἐπειδὰν ἀδικηθῇ τις, ὡς ἂν ἕκαστος ὑμᾶς ὁ παθὼν πείσῃ, ποιεῖσθε τὴν τιμωρίαν, ἀλλὰ τοὐναντίον νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων, ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν, ἀδήλοις δὲ τοῖς ἀδικησομένοις.2 οὗτοι δὲ τί ποιοῦσιν οἱ νόμοι; πᾶσιν ὑπισχνοῦνται τοῖς ἐν τῇ πόλει, δίκην, ἂν ἀδικηθῇ τις, ἔσεσθαι διʼ αὐτῶν λαβεῖν. ὅταν τοίνυν τῶν παραβαινόντων τινὰ τοὺς νόμους κολάζητε, οὐ τοῖς κατηγόροις τοῦτον ἐκδίδοτε, ἀλλὰ τοὺς νόμους ὑμῖν αὐτοῖς βεβαιοῦτε.
然而事实绝非如此,甚至相去甚远。因为你们绝不会将任何违法者交给任何原告;在有人遭受不法侵害时,你们也绝不是依照每个受害者说动你们的方式来实施惩罚,相反,你们是在违法行为发生之前便制定了法律,当时谁将作恶尚未可知,谁将受害同样未定。那么这些法律的作用是什么呢?它们向城邦中的所有人承诺,一旦有人遭受不公,便可通过法律讨回公道。因此,每当你们惩处某个违法之人时,你们并非将他交给原告,而是在为你们自己巩固法律。
ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτον, ὅτι Δημοσθένης φησὶν ὕβρισται, δίκαιος καὶ κοινὸς καὶ ὑπὲρ ἁπάντων ἔσθʼ ὁ λόγος. οὐ γὰρ εἰς Δημοσθένην ὄντα μʼ ἠσέλγαινε μόνον ταύτην τὴν ἡμέραν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον· τοῦτο δʼ ὅσον δύναται γνοίητʼ ἂν ἐκ τωνδί.
再者,针对诸如“德摩斯梯尼声称自己遭受了暴行”这般的说辞,存在着一个正当、属于大众且维护所有人利益的论据。因为在那一天,他放肆侵犯的不仅是作为德摩斯梯尼的我,更是作为你们的歌队筹办人的我;而这一点具有何等分量,你们可以从下述事实中明了。
ἴστε δήπου τοῦθʼ ὅτι τῶν θεσμοθετῶν τούτων οὐδενὶ θεσμοθέτης ἔστʼ ὄνομα, ἀλλʼ ὁτιδήποθʼ ἑκάστῳ. ἂν μὲν τοίνυν ἰδιώτην ὄντα τινʼ αὐτῶν ὑβρίσῃ τις ἢ κακῶς εἴπῃ, γραφὴν ὕβρεως καὶ δίκην κακηγορίας ἰδίαν φεύξεται, ἐὰν δὲ θεσμοθέτην, ἄτιμος ἔσται καθάπαξ. διὰ τί; ὅτι τοὺς νόμους ἤδη ὁ τοῦτο ποιῶν προσυβρίζει καὶ τὸν ὑμέτερον κοινὸν στέφανον καὶ τὸ τῆς πόλεως ὄνομα· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἔστʼ ὄνομα, ἀλλὰ τῆς πόλεως.
你们想必清楚这一点:这些司法官中没有一个人的本名叫作“司法官”,而是各人有其各自的名字。因此,如果有人侮辱或毁谤身为平民的某位司法官,他将面临暴行公诉和私下的毁谤之诉;但如果侮辱的是身为司法官的他,侵犯者就将被彻底剥夺公民权。为什么呢?因为做出这种举动的人,已然连同侮辱了法律、你们共同的冠冕以及城邦的声名;因为“司法官”绝非任何个人的名字,而是属于城邦的名字。
καὶ πάλιν γε τὸν ἄρχοντα, ταὐτὸ τοῦτο,3 ἐὰν μὲν ἐστεφανωμένον πατάξῃ τις ἢ κακῶς εἴπῃ, ἄτιμος, ἐὰν δʼ ἰδιώτην, ἰδίᾳ ὑπόδικος. καὶ οὐ μόνον περὶ τούτων οὕτω ταῦτʼ ἔχει, ἀλλὰ καὶ περὶ πάντων οἷς ἂν ἡ πόλις τινʼ ἄδειαν ἢ στεφανηφορίαν ἤ τινα τιμὴν δῷ. οὕτω τοίνυν καὶ ἐμέ, εἰ μὲν ἐν ἄλλαις τισὶν ἡμέραις ἠδίκησέ τι τούτων Μειδίας ἰδιώτην ὄντα, ἰδίᾳ καὶ δίκην προσῆκεν αὐτῷ διδόναι·
再次,关于执政官也是完全一样的情形:如果有人殴打或毁谤头戴花冠的他,便要被剥夺公民权;但若是针对身为平民的他,则要承担私人诉讼的责任。而且不仅对这些官员如此,对于城邦赋予某种豁免权、戴冠荣典或任何荣誉的一切人员,情况皆是如此。因此对于我也同样:如果梅狄亚斯是在其他日子里对我这个平民犯下了这些罪行中的某项,他理应私下承担赔偿。
εἰ δὲ χορηγὸν ὄνθʼ ὑμέτερον ἱερομηνίας οὔσης πάνθʼ ὅσʼ ἠδίκηκεν ὑβρίσας φαίνεται, δημοσίας ὀργῆς καὶ τιμωρίας δίκαιός ἐστι τυγχάνειν· ἅμα γὰρ τῷ Δημοσθένει καὶ ὁ χορηγὸς ὑβρίζετο, τοῦτο δʼ ἐστὶ τῆς πόλεως, καὶ τὸ ταύταις ταῖς ἡμέραις, αἷς οὐκ ἐῶσιν οἱ νόμοι. χρὴ δʼ, ὅταν μὲν τιθῆσθε τοὺς νόμους, ὁποῖοί τινές εἰσι σκοπεῖν, ἐπειδὰν δὲ θῆσθε, φυλάττειν καὶ χρῆσθαι· καὶ γὰρ εὔορκα ταῦθʼ ὑμῖν ἐστι καὶ ἄλλως δίκαια.
然而,如果事实表明他是在神圣月期间,对我这个你们的歌队筹办人,以暴行犯下了他所犯的一切罪行,那么他理应受到公众的义愤与惩处;因为在德摩斯梯尼受辱的同时,歌队筹办人也遭受了暴行,而这关乎城邦,况且这又发生在法律所明令禁止的这些节日里。你们在制定法律时,固然应当审视它们具有何种性质;但一旦制定完毕,就必须捍卫并适用它们;因为这样做合乎你们的誓言,在其他方面也是正当的。
ἦν ὁ τῆς βλάβης ὑμῖν νόμος πάλαι, ἦν ὁ τῆς αἰκείας, ἦν ὁ τῆς ὕβρεως. εἰ τοίνυν ἀπέχρη τοὺς τοῖς Διονυσίοις τι ποιοῦντας τούτων κατὰ τούτους τοὺς νόμους δίκην διδόναι, οὐδὲν ἂν προσέδει τοῦδε τοῦ νόμου. ἀλλʼ οὐκ ἀπέχρη. σημεῖον δέ· ἔθεσθʼ ἱερὸν νόμον αὐτῷ τῷ θεῷ περὶ τῆς ἱερομηνίας. εἴ τις οὖν κἀκείνοις τοῖς προϋπάρχουσι νόμοις καὶ τούτῳ τῷ μετʼ ἐκείνους τεθέντι καὶ πᾶσι τοῖς λοιποῖς ἔστʼ ἔνοχος, ὁ τοιοῦτος πότερα μὴ δῷ διὰ τοῦτο δίκην ἢ κἂν μείζω δοίη δικαίως;4 ἐγὼ μὲν οἴομαι μέζω.
你们很早以前就有了关于损害赔偿的法律,有了关于人身伤害的法律,也有了关于暴行的法律。如果对于在狄奥尼索斯节期间犯下此类行为的人而言,依照那些法律受到惩处便已足够,那么就根本不再需要这部法律了。但这并不足够。证据在于:你们为神明本身就神圣月制定了专门的神圣法律。那么,如果有人既触犯了那些原先就存在的法律,又触犯了在那些法律之后制定的这部法律,并且触犯了其余所有的法律,这样的人究竟应当因此免受惩罚,还是理应受到更为严厉的惩处?我个人认为,应当受到更严厉的惩处。
ἀπήγγελλε τοίνυν τίς μοι περιιόντʼ αὐτὸν συλλέγειν καὶ πυνθάνεσθαι τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι, καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν πρόεδρον ὅν ποτέ φασιν ἐν ὑμῖν ὑπὸ Πολυζήλου πληγῆναι, καὶ τὸν θεσμοθέτην ὃς ἔναγχος ἐπλήγη τὴν αὐλητρίδʼ ἀφαιρούμενος, καὶ τοιούτους τινάς, ὡς, ἐὰν πολλοὺς ἑτέρους δεινὰ καὶ πολλὰ πεπονθότας ἐπιδείξῃ, ἧττον ὑμᾶς ἐφʼ οἷς ἐγὼ πέπονθʼ ὀργιουμένους. ἐμοὶ δʼ αὖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι,
另外,有人向我报告说,他正在四处搜集并打听以往有哪些人曾遭受过暴行,并打算向你们列举和讲述这些事例——例如,雅典人啊,他们说曾在你们面前被波吕泽洛斯殴打的会议主席,以及不久前在带走吹笛女时被打的司法官,诸如此类的人——他以为如果能证明许多其他人曾遭受过大量可怕的不幸,你们对我所遭受的不公就会减弱愤怒。然而对我而言,雅典人啊,情况恰恰相反,
- 29τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ
πολλῷ 通过倒置(hyperbaton)修饰名词 τῷ λόγῳ,并带有表语性意味(“极力/广泛运用这一论点”)。此处并非指“许多论点”,而是强调对这一个特定辩解方式的大量倚重。
- 30ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν, ἀδήλοις δὲ τοῖς ἀδικησομένοις
介词 ἐπί 支配与格短语(形容词 ἄδηλος 与带冠词的将来时分词),表示附随的情境或条件(“在作恶者未明、受害者亦未定的情况下”)。两个将来时分词均作名词化用法。
- 33καὶ πάλιν γε τὸν ἄρχοντα, ταὐτὸ τοῦτο
宾格 τὸν ἄρχοντα 是悬空宾格或表涉及的宾格,在后接条件从句(ἐὰν μέν... ἐὰν δέ...)之前引出新话题,相当于承载了省略的动词观念(如“再看执政官”)。ταὐτὸ τοῦτο 作状语或同位语,表示“情形完全相同”。
- 35ὁ τοιοῦτος πότερα μὴ δῷ διὰ τοῦτο δίκην ἢ κἂν μείζω δοίη δικαίως
由 πότερα... ἤ... 引导的双重疑问句。前半句 μὴ δῷ 为否定审慎虚拟语气(“难道他该因此不受惩处吗?”),后半句 κἂν (= καὶ ἄν) μείζω δοίη 则是由 ἄν 搭配祈愿语气构成的潜在表达(“还是理应受到更重的惩处?”),二者语气不对称,旨在凸显后者的必然合理性。
