← 狄摩西尼

控诉美狄亚斯

§21-28

金匠的证言与公开告发程序的正当性

演说者出示金匠的证言以证实梅狄亚斯夜间毁坏节日服饰的行径,随后驳斥了梅狄亚斯预料将提出的辩词,即认为本应提起民事私诉而非公开告发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

πάντων οὖν ἁθρόων ἓν τίμημα ποιήσασθε,1 ὅ τι ἂν δίκαιον ἡγῆσθε. ἐξελέγξω δὲ πρῶτον μὲν ὅσʼ αὐτὸς ὑβρίσθην, ἔπειθʼ ὅσʼ ὑμεῖς· μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον, ὦ ἄνδρες Ἀθηναῖοι, βίον αὐτοῦ πάντʼ ἐξετάσω, καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνὸς ὄντʼ ἄξιον. λέγε μοι τὴν τοῦ χρυσοχόου πρώτην λαβὼν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ "Παμμένης Παμμένους Ἑρχιεὺς ἔχω χρυσοχοεῖον ἐν τῇ ἀγορᾷ, ἐν ᾧ καταγίγνομαι καὶ ἐργάζομαι τὴν χρυσοχοϊκὴν τέχνην. ἐκδόντος δέ μοι Δημοσθένους, ᾧ μαρτυρῶ, στέφανον χρυσοῦν ὥστε κατασκευάσαι καὶ ἱμάτιον διάχρυσον ποιῆσαι, ὅπως πομπεύσαι ἐν αὐτοῖς τὴν τοῦ Διονύσου πομπήν, καὶ ἐμοῦ συντελέσαντος αὐτὰ καὶ ἔχοντος παρʼ ἐμαυτῷ ἕτοιμα, εἰσπηδήσας πρός με νύκτωρ Μειδίας ὁ κρινόμενος ὑπὸ Δημοσθένους, ἔχων μεθʼ ἑαυτοῦ καὶ ἄλλους, ἐπεχείρησε διαφθείρειν τὸν στέφανον καὶ τὸ ἱμάτιον, καὶ τινὰ μὲν αὐτῶν ἐλυμήνατο, οὐ μέντοι πάντα γε ἠδυνήθη διὰ τὸ ἐπιφανέντα με κωλῦσαι."

因此,请将所有这些恶行合在一起,评定一个你们认为正当的刑罚。我首先要论证我自己所遭受的一切侮辱,其次论证你们所遭受的一切;在这之后,雅典人啊,我也将审视他的其余整个生平,并证明他配得上多次死刑,而非仅仅一次。请把金匠的证言拿来,首先为我朗读。 证言“埃尔基亚区的帕梅内斯之子帕梅内斯:我在广场上开有一家金匠铺,在其中居住并从事金匠手艺。我为其作证的德摩斯梯尼将订制一顶金冠和制作一件缀金斗篷的差事交托给我,以便他能在狄奥尼索斯的游行中穿戴它们;当我将这些物品完工并齐备地存放在我处时,被德摩斯梯尼起诉的梅狄亚斯在夜间带着其他人闯入我这里,企图破坏金冠和斗篷;他确实毁坏了其中一部分,但未能毁坏全部,因为我及时出现制止了他。”

§23

πολλὰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν τοὺς ἄλλους ἠδίκηκεν ἔχω λέγειν, ὥσπερ εἶπον ἐν ἀρχῇ τοῦ λόγου, καὶ συνείλοχʼ ὕβρεις αὐτοῦ καὶ ἀτιμίας τοσαύτας ὅσας ἀκούσεσθʼ αὐτίκα δὴ μάλα. ἦν δʼ ἡ συλλογὴ ῥᾳδία· αὐτοὶ γὰρ οἱ πεπονθότες προσῇσάν μοι.

雅典人啊,关于他对其他人所犯下的罪行,正如我在演说开头所说的那样,我同样有许多话要说,并且我已经收集了他的诸多狂妄暴行与羞辱,你们马上就会听到。而收集这些并不困难,因为受害者们自己主动找到了我。

§24

βούλομαι δὲ πρὸ τούτων εἰπεῖν οἷς ἐπιχειρήσειν αὐτὸν ἀκήκοʼ ἐξαπατᾶν ὑμᾶς· τοὺς γὰρ ὑπὲρ τούτων λόγους ἐμοὶ μὲν ἀναγκαιοτάτους προειπεῖν ἡγοῦμαι, ὑμῖν δὲ χρησιμωτάτους ἀκοῦσαι. διὰ τί; ὅτι τοῦ δικαίαν καὶ εὔορκον θέσθαι τὴν ψῆφον ὁ κωλύσας ἐξαπατηθῆναι λόγος ὑμᾶς οὗτος αἴτιος ἔσται.2 πολὺ δὴ μάλιστα πάντων τούτῳ τῷ λόγῳ προσέχειν ὑμᾶς δεῖ, καὶ μνημονεῦσαι τοῦτον, καὶ πρὸς ἕκαστον ἀπαντᾶν, ὅταν οὗτος λέγῃ.

但在这些事情之前,我希望谈谈我听说他企图用来欺骗你们的论调;因为我认为,预先陈述反驳这些论调的言辞,对我来说最为必要,对你们来说听取这些也最为有益。为什么呢?因为防止你们受骗的这番话,将是你们投出公正且合乎誓言的选票的原因。你们尤其必须对这番话给予最大的注意,牢记它,并在他发言时对他的每一处说辞予以回击。

§25

ἔστι δὲ πρῶτον μὲν ἐκεῖνʼ οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ἐπεπόνθειν ταῦθʼ ἃ λέγω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν, τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς περὶ τὸν χορὸν πάσης ἐπηρείας, βλάβης, ὧν δʼ εἰς τὸ σῶμʼ ὑβρίσθαι φημί, ὕβρεως,3 οὐ μὰ Δίʼ οὐχὶ δημοσίᾳ κρίνειν αὐτὸν καὶ τίμημʼ ἐπάγειν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.

首先,从他私下向某些人详细阐述而被转告给我的内容来看,他显然将要提出如下论调:如果我当真遭受了我所说的那样的事情,我理应向他提起私人诉讼——针对毁坏斗篷和金冠以及对歌队的一切骚扰提起损害赔偿之诉,针对我声称人身遭受侮辱提起暴行之诉——而绝不该(指宙斯起誓)对他进行公开审判,并开列出他应当承受或赔偿的刑罚。

§26

ἐγὼ δʼ ἓν μὲν ἐκεῖνʼ εὖ οἶδα, καὶ ὑμᾶς δʼ εἰδέναι χρή, ὅτι εἰ μὴ προὐβαλόμην αὐτόν, ἀλλʼ ἐδικαζόμην, οὑναντίος ἧκεν ἂν εὐθύς μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει καὶ παρʼ αὐτὰ τἀδικήματα τὴν τιμωρίαν ποιεῖσθαι· ὅ τε γὰρ χορὸς ἦν τῆς πόλεως, ἥ τʼ ἐσθὴς τῆς ἑορτῆς εἵνεκα πᾶσα παρεσκευάζετο, ἐγώ θʼ ὁ πεπονθὼς ταῦτα χορηγὸς ἦν· τίς ἂν οὖν ἑτέραν εἵλετο τιμωρίαν ἢ τὴν ἐκ τοῦ νόμου κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὖσαν;

然而我深知这一件事,你们也应当知晓:如果我当时没有对他提起公开告发,而是提起私人诉讼,那么一种截然相反的说辞就会立刻朝我迎面而来,即:如果这些事情有任何属实之处,我就本应提起公开告发,并在罪行发生之时立即施加惩罚;因为歌队是属于城邦的,服饰也完全是为节日所筹备的,而遭受这些事情的我乃是歌队筹办人;那么,针对节日期间的违法者,谁会选择由法律所规定的惩罚之外的其他惩罚呢?

§27

ταῦτʼ εὖ οἶδʼ ὅτι πάντʼ ἂν ἔλεγεν οὗτος τότε. φεύγοντος μὲν γάρ, οἶμαι, καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν,4 δικαστῶν δέ γε σωφρόνων τούτοις τε μὴ προσέχειν καὶ ὃν ἂν λάβωσιν ἀσελγαίνοντα κολάζειν.

我深知他当时必定会说出所有这些话。因为我认为,身为作恶受审之人,其常态便是通过声称应当采取另一种不复存在的追责方式,来逃避眼下的受罚方式;而明智的审判官的职责,则是既不理会这类说辞,又对他们所拿获的行凶放肆之人予以严惩。

§28

μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δίδωσʼ ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γάρ· ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκα, ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην, καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς. εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας, καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί, χάριν, οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν.

因此,绝不要任由他说这一点,即法律同样给予我私人诉讼和暴行公诉之权;法律确实给予了。但他应当证明的是:我所指控的事他并未做过,或者即便做了,也并非在节日期间犯下不法行为;因为这正是我对他提起公开告发的原因,也是你们现在将要就此投票裁决的事项。如果我放弃了私人诉讼中的利益,将惩罚权让渡给城邦,并选择了这场我自己无法从中获取任何收益的诉讼,那么理所当然地,这必定会为我从你们那里带来感激,而不是损害。

语法注4 条
  1. 21πάντων οὖν ἁθρόων ἓν τίμημα ποιήσασθε

    πάντων ἁθρόων 为部分属格或估价属格,修饰 ποιήσασθε 的直接宾语 ἓν τίμημα,意为“将所有这些罪行合在一起,评定一个刑罚”,旨在防止被告将多项罪名拆分处理以减轻处罚。

  2. 24τοῦ δικαίαν καὶ εὔορκον θέσθαι τὴν ψῆφον ὁ κωλύσας ἐξαπατηθῆναι λόγος ὑμᾶς οὗτος αἴτιος ἔσται

    倒装与超步法(hyperbaton)结构:置于句首的定冠词不定式属格短语 τοῦ ... θέσθαι τὴν ψῆφον 依存于句末的表语形容词 αἴτιος。主语为 ὁ ... λόγος οὗτος,中间嵌入分词短语 κωλύσας ἐξαπατηθῆναι ὑμᾶς。主干为:“防止你们受骗的这番言辞,将是使你们投出公正且合乎誓言的选票的原因”。

  3. 25βλάβης, ὧν δʼ εἰς τὸ σῶμʼ ὑβρίσθαι φημί, ὕβρεως

    βλάβης 与 ὕβρεως 均为罪名属格,用以具体规定前文出现的 δίκας ἰδίας(私人诉讼)。先前的 τῶν μὲν ἱματίων ... τῆς διαφθορᾶς 则是说明该侵权行为对象的属格。整句意指:“针对衣物的毁坏提起损害赔偿私诉,针对人身受辱提起暴行之私诉”。

  4. 27φεύγοντος μὲν γάρ, οἶμαι, καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν

    特征属格(predicate genitive of characteristic)句式:φεύγοντος καὶ ἠδικηκότος ἐστί 意为“身为被告与作恶者的特性就是……”。全句的真正主语是定冠词不定式 τὸ ... λέγειν。λέγειν 的宾语是省略了名词的名词化分词 τὸν οὐκ ὄνθʼ(即 τὸν τρόπον τὸν οὐκ ὄντα),后接 ὡς ἔδει γενέσθαι,意为“主张那个并不存在的追责途径才是本应采取的方式”。后半句的 δικαστῶν δέ γε σωφρόνων 形成对称的特征属格呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:21-28