- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:212-219
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄摩西尼告诫陪审官绝不能因梅狄亚斯富有的朋党求情而背弃誓言,并重申民众最初的极大愤慨与弹劾定罪的经过,要求立即予以严惩。
ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων, ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν,1 πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι;
然而,如果他们确实是他的朋友,并且认为梅狄亚斯若不能保有财富便是一件骇人之事,那么他们自己本身就极为富有——这也很好——他们尽可从自己的腰包里拿出钱来给他,以便你们能恪守进门时所起誓言公正地投票,而他们也能凭自己的财力施恩,不至于让你们蒙受耻辱。但是,如果他们手握巨资尚且不愿舍弃钱财,你们抛弃自己的誓言又怎算得上光彩呢?
πλούσιοι πολλοὶ συνεστηκότες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλʼ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφʼ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφʼ ἧς νῦν ἐστέ.
雅典的男人们,许多富人结成一党,凭借丰厚的家资赢得了俨然有头有脸的声望,如今正走上前来向你们哀求。雅典的男人们,绝不要把我出卖给这些人中的任何一个;正像他们每个人都会为了自己的私利以及为了这人极力奔走一样,你们也同样应当为了你们自己、为了法律,以及为了我这个前来向你们寻求庇护的人竭尽全力,并坚定地守住你们如今所持的立场。
καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν ἡ προβολή, τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι.
因为,雅典的男人们,如果在当初进行初步弹劾审理时,民众听取了他所犯下的劣迹后投票宣告梅狄亚斯无罪,那倒还不至于同样可怕;因为人们还可以有很多理由自我安慰,比如事情并未发生,或者这些罪行并非关涉节庆等等。
νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ2 παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες, ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτʼ ἀνεκράγετε, ὡς, τοῦτʼ ἐκεῖνο,3 χρήματά μου ληψομένου, ὥστε μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντʼ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτʼ ἀπαντῶντες ὅπως ἐπέξει4 τῷ μιαρῷ καὶ μὴ διαλύσει· θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι τοιαῦτα λέγοντες· ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμʼ εἶναι, ἐν ἱερῷ δʼ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δʼ ἐγὼ καὶ οὐ προὔδωκʼ οὔθʼ ὑμᾶς οὔτʼ ἐμαυτόν, τηνικαῦτʼ ἀποψηφιεῖσθʼ ὑμεῖς.
然而在眼下,这对我而言将是所有事情中最可怕的厄运:如果在罪行刚刚发生之际,大家全都如此愤怒、痛恨、愤愤不平,以至于当涅奥普托勒莫斯、姆涅萨基德斯、腓力皮得斯以及这些巨富当中的某个人向我和你们苦苦哀求时,你们高声呼喊绝不放过他;当钱庄老板布勒派奥斯向我走近时,你们大声疾呼,仿佛——看哪!——我真要收取贿赂一样,以至于,雅典的男人们,我因害怕你们的怒吼而扔掉了外袍,在逃脱拽着我的那个人的拉扯时,身上几乎只剩下一件内衣赤身裸体;在此之后,遇到我的人都纷纷说道: “务必严惩那个恶棍,绝不要私了;雅典人正看着你的一举一动呢”——如果在这一行为已经被投票判定属于凌辱之举,负责审判此类案件的人在圣地就座并作出了断定,而我自己也坚守到底、既没有背叛你们也没有背叛我自己之后,你们却在此时此刻投票宣告他无罪。
μηδαμῶς· πάντα γὰρ τὰ αἴσχιστʼ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δʼ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότʼ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν ὁ δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν.
绝不可以!因为这件事情中包含了所有最可耻的要素。我不该在你们手中承受这样的对待——雅典的男人们,这怎么可能呢?——我是在起诉一个无论外表还是实质都残暴专横、在公众盛典中犯下肆无忌惮之罪行的人,他不仅让你们,而且让所有客居于此的希腊人都成了他狂悖行径的见证人。民众听取了这人所犯的作为。结果如何呢?民众投票判定他有罪,将他交给了你们。
οὐ τοίνυν οἷόν τʼ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδʼ ἀνεξέταστον εἶναι τί ποθʼ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε· ἀλλʼ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δʼ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδʼ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλʼ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκʼ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερʼ οὖν τούτου γενομένου κρεῖττον αὖθις ἢ νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν· κοινὴ γὰρ ἡ κρίσις, καὶ τἀδικήματα πάντʼ ἐφʼ οἷς νῦν κρίνεται κοινά.
因此,你们的判决绝不可能掩人耳目,也不可能不为人知,更不可能在案件来到你们面前时,你们所作的裁断无人查考。如果你们惩罚他,你们将被视为明智、高尚且嫉恶如仇之人;而如果你们放过他,你们就会被认为是屈服于某种别的东西。因为他受审并非出于政治原因,也不像阿里斯托丰退还花冠便化解了弹劾那样,而是因为凌辱之罪,因为他对自己所犯下的任何行径都无法挽回,才接受审判。既然事情已经发生,那么是日后惩罚好,还是眼下惩罚好呢?我认为是眼下;因为这场审判关乎公众,而他如今受审的所有罪行也都关乎公众。
ἔτι δʼ οὐκ ἔμʼ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδʼ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷʼ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθʼ ὅτι οὐδʼ ἐχορηγεῖθʼ ἅμα πάντες, οὐδὲ δύναιτʼ ἄν ποθʼ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι.
再者,雅典的男人们,这人在当时做出那样的行径时,他在心意上不仅是在殴打我一个人,也不仅是在凌辱我一个人,而是在凌辱凡是被认为比我更没有能力为自己伸张正义的所有人。如果你们并非所有人都在担任歌队领队时遭到殴打或横遭刁难,你们当然也明白这一点:你们也并非在同一时刻全部担任歌队领队,而且任何人也绝不可能仅凭一只手一次性侮辱你们所有人。
- 212μὴ πρόοιντʼ ἄν
在 εἰ 引导的条件从句前件中使用了 ἄν 搭配希求法,用于在条件假设本身中融入潜在可能或主观意愿(“如果他们根本不可能舍弃”)。
- 215νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ
长大的破格句结构(anacoluthon)。主节用潜在希求法引出“这对我将是最可怕的事”(τοῦτο... ἄν μοι δεινότατον συμβαίη),其后的 εἰ 从句因插入了对民众当年义愤的详细描绘(ὥστε... ἐβοᾶτε... ὥστε... γενέσθαι... λέγοντες)以及后续事态(ἐπειδὴ...)而大幅延展,最终以直陈式将来时 τηνικαῦτʼ ἀποψηφιεῖσθʼ ὑμεῖς 收尾。
- 215τοῦτʼ ἐκεῖνο
俗语定型短语,意为“看哪!”或“果然如此!”。在此形象地再现了人群看到钱庄老板布勒派奥斯接近狄摩西尼时起哄喧哗、以为他要接受私了贿赂的场面。
- 216ὅπως ἐπέξει
由 ὅπως 搭配直陈式将来时构成的独立句,省略了 ὅρα 或 ὁρᾶτε 等主节祈使动词,在口语中表示强烈的告诫或命令(“务必……”)。此处以直接引语的形式再现了民众对狄摩西尼的喊话。
