← 狄摩西尼

控诉美狄亚斯

§220-227

法律对公民安全的维护与严惩梅狄亚斯的要求

演说者指出若任由单个受害者沉冤莫白,全体公民的安全都将受到威胁,强调陪审员的权威与社会治安皆维系于法律的力量,因而敦促陪审法官惩处梅狄亚斯以儆效尤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§220

ἀλλʼ ὅταν εἷς ὁ παθὼν μὴ λάβῃ δίκην, τόθʼ ἕκαστον αὐτὸν χρὴ προσδοκᾶν τὸν πρῶτον μετὰ ταῦτʼ ἀδικησόμενον γενήσεσθαι, καὶ μὴ παρορᾶν τὰ τοιαῦτα, μηδʼ ἐφʼ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι. μισεῖ Μειδίας ἴσως ἐμέ, ὑμῶν δέ γʼ ἕκαστον ἄλλος τις. ἆρʼ οὖν συγχωρήσαιτʼ ἂν τοῦτον, ὅστις ἐστὶν ἕκαστος ὁ μισῶν, κύριον γενέσθαι τοῦ ταῦθʼ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι;1 ἐγὼ μὲν οὐκ οἶμαι. μὴ τοίνυν μηδʼ ἔμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε τούτῳ.

然而,只要有一个受害人未能讨回公道,那时每个人就应当预料到,自己就会是此后紧接着遭受不法侵害的下一个人;大家绝不应漠视此类事情,也不应坐等灾祸降临到自己头上,而应尽可能在最远的距离防患于未然。梅狄亚斯或许憎恨我,但对你们每个人而言,也同样另有其人怀揣敌意。难道你们会容许这个人——无论每一个怀恨者是谁——掌握大权,把这人加诸于我的恶行原原本本地施加到你们每个人身上吗?我绝不这样认为。因此,雅典的男人们,绝不要把我出卖给这个人。

§221

ὁρᾶτε δέ· αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδʼ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτʼ εἰ φίλος οὔτʼ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γʼ εἰ μέγας ἢ μικρός, ἰσχυρὸς ἢ ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. τί δήποτε; ὅτι τῇ ψυχῇ τοῦτʼ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδένʼ ἕλξειν μηδʼ ὑβριεῖν μηδὲ τυπτήσειν.

请看:就在眼前,审判庭一旦休庭,你们当中的每一个人,有的或许走得快些,有的走得慢些,都将径自回家,毫无挂虑,既不用回头张望,也不必担忧碰上的是朋友还是仇敌,更无须害怕对方是身材魁梧还是矮小、强壮还是孱弱,抑或有诸如此类的任何顾虑。这究竟是为什么呢?因为他在心底里深知这一点,感到安心并坚决信任城邦体制,深信绝不会有人对自己拉扯、凌辱或殴打。

§222

εἶτʼ ἐφʼ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτʼ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότʼ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτʼ ἐμὲ μήθʼ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους.

那么,你们自己行进在这样的安全保障之中,难道在离开时却不曾为我巩固这同样的保障吗?如果你们如今对我坐视不管,承受了这般遭遇的我又该怀着怎样的心境苟全性命呢?“放心吧,凭宙斯起誓,”有人或许会说,“因为你再也不会遭受任何凌辱了。”可是,万一我再次受辱,在如今放过了他的情况下,你们到那时才会愤怒吗?陪审法官们,万万不可,绝不要背叛我,也不要背叛你们自己和法律。

§223

καὶ γὰρ αὐτὸ τοῦτʼ εἰ ʼθέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ2 καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θʼ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθʼ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτʼ ἄν, οὔτε τῷ τὰ σώματʼ ἄριστʼ ἔχειν καὶ μάλιστʼ ἰσχύειν, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.

因为,如果你们愿意考量并探究这件事情本身——即城邦无论指派两百人、一千人还是任何数目,你们当中历次担任审判官的人究竟是凭借什么在城邦的一切事务中拥有力量并掌握至高权威的——你们就会发现,这绝不是因为你们在所有公民中独自身披武装列队,也不是因为你们体魄最健壮、气力最充沛,也不是因为你们年纪最轻,或因诸如此类的任何缘由,而仅仅是因为法律具有力量。

§224

ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμένʼ ἐστί, καὶ οὐχὶ δύναιντʼ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτʼ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θʼ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις.

那么,法律的力量何在呢?难道如果你们中有人遭受侵害而大声呼救,法律就会奔跑过来从旁相助吗?不会的;因为它们不过是书写下来的文字,绝不可能做到这一点。那么它们的力量究竟是什么呢?就在于你们去确立它们,并始终为有需要的人使其保持权威效力。因此,法律因你们而强大,你们也因法律而强大。

§225

δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφʼ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι,3 διʼ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην.

所以,人们必须像在自己遭受侵害时那样挺身捍卫法律,必须把践踏法律的行为视为共同的祸患,无论该行为是在谁身上被发觉;并且绝不应容许找到任何公益捐输、任何怜悯、任何人或任何手段,使任何以身试法之人逃脱惩罚。

§226

ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντʼ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθʼ ἃ μίσους ἐστὶ σημεῖʼ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρʼ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθʼ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθʼ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ· ἐπειδὴ δʼ ἐξελήλεγκται, καὶ προκατέγνωκεν ὁ δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντʼ ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετʼ ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις; πάντων οὖν εἵνεκα τῶν εἰρημένων, καὶ μάλιστα τοῦ θεοῦ χάριν περὶ οὗ τὴν ἑορτὴν ἀσεβῶν οὗτος ἑάλωκεν, τὴν ὁσίαν καὶ δικαίαν θέμενοι ψῆφον τιμωρήσασθε τοῦτον.

你们当中在酒神节观戏的人,当这人步入剧场时,曾对他报以嘘声和嘲弄,做出了所有表达憎恨的举动,尽管当时你们还不曾从我这里听说关于他的任何事情。随后,在事情尚未查明之前,你们愤慨不已,催促受害者前去复仇,并在我在公民大会上弹劾他时为我热烈鼓掌;而如今,案情已被彻查水落石出,民众就座于圣地也已对他作出了初步定罪裁决,这个恶棍所犯下的其余恶行也均已受到附带查验,你们亦通过抽签获得了审判权,只需投下一票便能在你们手中成就一切,难道在此时此刻,你们反而会犹豫不决,不肯援救我、顺应民意、警诫他人,并通过将这人树立为他人的戒鉴,使你们自己在今后长享安宁吗? 因此,为了上述的一切缘由,尤其是为了那个这人因亵渎其节庆而被判定有罪的神明,请投下你们神圣而公正的一票,严惩此人吧。

语法注3 条
  1. 220κύριον γενέσθαι τοῦ ταῦθʼ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι

    属格冠词不定式短语(τοῦ ... ποιῆσαι)充当形容词 κύριον 的补足语。在其内部,动词 ποιῆσαι 支配双宾格:受影响的人(ὑμῶν ἕκαστον)与所施加的行为(ταῦθʼ ἅπερ οὗτος ἐμέ),关系从句内部省略了谓语动词 ἐποίησεν。

  2. 223τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ

    τῷ 是疑问代词 τίς 的手段或原因与格形式,引导作为 σκοπεῖν καὶ ζητεῖν 宾语的间接疑问从句。后文接连出现的与格冠词不定式(οὔτε τῷ... οὔτε τῷ... ἀλλὰ τῷ...)与该疑问词 τῷ 严格呼应并构成其解答。

  3. 225μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι

    完成体被动态不定式 εὑρῆσθαι 受句首无人称动词 δεῖ 支配(δεῖ τοίνυν ... εὑρῆσθαι),与前文的 βοηθεῖν 和 νομίζειν 形成并列,表达绝不容许找到任何借口或手段让违法者逃脱制裁的严正要求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:220-227