← 狄摩西尼

控诉美狄亚斯

§205-211

批判尤布鲁斯等权贵的干涉与维护法治

德摩斯梯尼揭露了为梅狄亚斯求情的尤布鲁斯等权贵阶层的私怨与特权心理,呼吁审判官坚守民主政体下的法律公正,坚决拒绝特权者的施压。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§205

καὶ βοηθοῦσιν οἱ λέγοντες ὑπὲρ αὐτοῦ, οὐχ οὕτω τούτῳ χαρίσασθαι μὰ τοὺς θεοὺς βουλόμενοι, ὡς ἐπηρεάζειν ἐμοὶ διὰ τὴν ἰδίαν ἔχθραν, ἣν οὗτος αὑτῷ πρὸς ἐμέ, ἄν τʼ ἐγὼ φῶ ἄν τε μὴ φῶ, φησὶν εἶναι καὶ βιάζεται, οὐκ ὀρθῶς· ἀλλὰ κινδυνεύει τὸ λίαν εὐτυχεῖν ἐνίοτʼ ἐπαχθεῖς ποιεῖν· ὅπου γὰρ ἐγὼ μὲν οὐδὲ πεπονθὼς κακῶς ἐχθρὸν εἶναί μοι τοῦτον ὁμολογῶ, οὗτος δʼ οὐδʼ ἀφιέντʼ ἀφίησιν, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγῶσιν ἀπαντᾷ καὶ νῦν ἀναβήσεται μηδὲ τῆς κοινῆς τῶν νόμων ἐπικουρίας ἀξιῶν ἐμοὶ μετεῖναι, πῶς οὐχ οὗτος ἐπαχθής ἐστιν ἤδη καὶ μείζων ἢ καθʼ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει;1

至于那些为他辩护并前来相助的人,凭众神起誓,他们与其说是为了讨好此人,不如说是出于个人的私怨要对我进行排挤与报复;无论我承认与否,此人一口咬定并强硬坚称他与我之间存在这种私怨,这完全是不正当的。然而,过分的亨通有时往往使人变得专横傲慢。因为试看,我即便遭到了伤害,尚且不承认他是我的仇敌,他却在我放过他时也不肯放过我,不仅在他人涉及的诉讼中与我为敌,如今更要登上讲坛,认为我甚至连法律的共同保护都不配享有;既然如此,此人岂非早已专横跋扈,其势头早已大到超出我们每个人的利益所能容忍的限度了吗?

§206

ἔτι τοίνυν παρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καθῆτʼ Εὔβουλος ἐν τῷ θεάτρῳ, ὅθʼ ὁ δῆμος κατεχειροτόνησε Μειδίου, καὶ καλούμενος ὀνομαστὶ καὶ ἀντιβολοῦντος τούτου καὶ λιπαροῦντος, ὡς ὑμεῖς ἴστε, οὐκ ἀνέστη. καὶ μὴν εἰ μὲν μηδὲν ἠδικηκότος ἡγεῖτο τὴν προβολὴν γεγενῆσθαι, τότʼ ἔδει τόν γε φίλον δήπου συνειπεῖν καὶ βοηθῆσαι· εἰ δὲ καταγνοὺς ἀδικεῖν τότε, διὰ ταῦτʼ οὐχ ὑπήκουσεν, νῦν δʼ, ὅτι προσκέκρουκεν ἐμοί, διὰ ταῦτα τοῦτον ἐξαιτήσεται, ὑμῖν οὐχὶ καλῶς ἔχει χαρίσασθαι·

再者,雅典的男人们,当民众通过对梅狄亚斯不利的表决时,尤布鲁斯本人就在剧场里坐着;正如你们所知,尽管有人直呼其名,梅狄亚斯也对他苦苦哀求、再三恳请,他却没有站起身来。然而,如果他当时认为这项弹劾指控是针对一个毫无过错的人发起的,那么作为朋友,他当时理当站出来为之辩护并予以协助;但如果他当时判定梅狄亚斯有罪,并因此没有理会,而如今只因他与我起了冲突,就为了这个缘故要为梅狄亚斯求情免罪,那么你们满足他的意愿就是不正当的。

§207

μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ τηλικοῦτος, ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι.2 ἀλλʼ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν, Εὔβουλε, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ἀνθʼ ὅτου, δύνασαι μὲν καὶ πολιτεύει, κατὰ τοὺς νόμους δʼ ἥντινα βούλει παρʼ ἐμοῦ δίκην λάμβανε, ὧν δʼ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην, μή μʼ ἀφαιροῦ τὴν τιμωρίαν. εἰ δʼ ἀπορεῖς ἐκείνως με κακῶς ποιῆσαι, εἴη ἂν καὶ τοῦτο σημεῖον τῆς ἐμῆς ἐπιεικείας, εἰ τοὺς ἄλλους ῥᾳδίως κρίνων ἐμὲ μηδὲν ἔχεις ἐφʼ ὅτῳ τοῦτο ποιήσεις.

因为在民主政体之下,绝不应有任何人拥有如此巨大的权势,以至于仅凭出面辩护,就能让一方蒙受凌辱,而让另一方免受制裁。但是尤布鲁斯,如果你真想伤害我——凭众神起誓,我实在不知究竟是何缘由——既然你有权有势,参与城邦政务,那么请依据法律从我这里索取你想要的任何惩罚,但不要剥夺我对遭到的违反法律的凌辱所应得的报应。如果你无法通过那种合法途径来伤害我,那么,连你在轻易起诉其他人时,却抓不到任何借口对我这样做,这也正好证明了我的正直清白。

§208

πέπυσμαι τοίνυν καὶ Φιλιππίδην καὶ Μνησαρχίδην καὶ Διότιμον τὸν Εὐωνυμέα καὶ τοιούτους τινὰς πλουσίους καὶ τριηράρχους ἐξαιτήσεσθαι καὶ λιπαρήσειν παρʼ ὑμῶν αὐτόν, αὑτοῖς ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην. περὶ ὧν οὐδὲν ἂν εἴποιμι πρὸς ὑμᾶς φλαῦρον ἐγώ (καὶ γὰρ ἂν μαινοίμην)· ἀλλʼ ἃ θεωρεῖν ὑμᾶς, ὅταν οὗτοι δέωνται, δεῖ καὶ λογίζεσθαι, ταῦτʼ ἐρῶ.

此外,我获悉腓力皮得斯、姆涅萨基德斯、欧奥纽蒙区的狄奥提穆斯,以及诸如此类的一些富人和三列桨座战船统领,也准备向你们求情,苦苦哀求放过他,认为应当看在他们自己的面子上给予这项人情。对于他们,我绝不会对你们说任何不敬之辞(因为那等于是发疯了);但是当他们提出请求时,你们应当考察和思考什么,我将如实相告。

§209

ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, εἰ γένοιντο (ὃ μὴ γένοιτʼ οὐδʼ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθʼ οἷα Μειδίας εἰς ἐμέ, ἀλλʼ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης ἢ τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γʼ ἂν χαρίσαιντο, οὐ γάρ; ἢ δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλʼ οὐκ ἂν εὐθέως εἴποιεν τὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ;3 ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;

审判官先生们,请你们设想一下:如果这些人(但愿绝不发生,也绝不可能发生)同梅狄亚斯及其同类之辈一起成为城邦政权的主宰,而你们这些属于平民大众的一员触犯了他们当中的某一位——不是像梅狄亚斯对我做的那样严重,而是任何其他哪怕微小的过失——然后走进一个由他们这些人组成的法庭,你们以为能得到怎样的宽恕,或者能得到怎样的申辩机会呢?他们会很快大发慈悲,是吗?抑或是平民中有人祈求时,他们会予以理会,而不是立刻厉声斥道: “这个搬弄是非的小人,这个灾星!他竟然敢侮辱人,竟然还敢喘气!如果有人留他一条活命,他就该感恩戴德了!”

§210

μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν4 ἄλλως πως ἔχεθʼ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλʼ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθʼ ἐστίν, ἃ τούτους οὐδεὶς κωλύει κεκτῆσθαι· μὴ τοίνυν μηδʼ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι.

因此,雅典的男人们,对于这些一旦得势就会如此对待你们的人,你们绝不要另眼相待,更不要去崇拜他们的财富或名望,而应当自尊自重。他们拥有许多财富,没有任何人阻止他们占有这些;那么,他们也绝不该阻碍我们享有法律作为共同财产所提供给我们的安全保障。

§211

οὐδὲν δεινὸν οὐδʼ ἐλεινὸν Μειδίας πείσεται, ἂν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, οὓς νῦν ὑβρίζει καὶ πτωχοὺς ἀποκαλεῖ, ἃ δὲ νῦν περιόντʼ αὐτὸν ὑβρίζειν ἐπαίρει, περιαιρεθῇ. οὐδʼ οὗτοι δήπου ταῦθʼ ὑμῶν εἰσι δίκαιοι δεῖσθαι, μὴ κατὰ τοὺς νόμους δικάσητʼ, ἄνδρες δικασταί· μὴ βοηθήσητε τῷ πεπονθότι δεινά· μὴ εὐορκεῖτε· ἡμῖν δότε τὴν χάριν ταύτην. ταῦτα γάρ, ἄν τι δέωνται περὶ τούτου, δεήσονται, κἂν μὴ ταῦτα λέγωσι τὰ ῥήματα.

梅狄亚斯即使落得与你们大多数人拥有同等的财产——那些如今被他肆意侮辱并蔑称为乞丐的人——并且被剥夺了如今多余的、驱使他胡作非为的财富,他也绝不会遭受什么可怕或可怜的下场。他们这些人当然也无权向你们提出这样的请求: “审判官先生们,请不要依法判决;不要救助遭受非人待遇的人;不要恪守誓言;请把这份人情赐予我们吧。” 因为只要他们为这人提出任何请求,即便他们口中没有说出这些原话,其实质也就是在提出这样的请求。

语法注4 条
  1. 205μείζων ἢ καθʼ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει

    比较级 μείζων 之后接连词 ἤ 与介词短语 καθʼ ὅσον(意为“在……的限度内”)。该结构意为“超出对我们每个人有益的限度”,用来描述某个人的权势膨胀到了危及公民同胞利益的程度。

  2. 207ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι

    在由 ὥστε 引导的结果从句中,主格分词 συνειπών 与从句主语一致,修饰不定式 ποιῆσαι。不定式 ποιῆσαι 带有使役含义,支配两个平行的“对格+不定式”结构(τὸν μέν... ὑβρίσθαι 和 τὸν δέ... μὴ δοῦναι δίκην),对比表明“造成一方遭受凌辱却无处伸冤、另一方逍遥法外”的双重不公后果。

  3. 209τὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ;

    表示激愤的感叹句式。前半句 τὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον 是表达鄙夷的感叹对格(accusative of exclamation);后半句 τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ 则是表达愤慨的“对格+不定式”感叹结构(“这家伙竟然敢侮辱人,竟然还敢喘气!”),生动模拟了寡头特权阶层对待平民大众时傲慢不屑的口吻。

  4. 210τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν

    与格分词 χρησαμένοις 附带助词 ἄν,相当于条件句的归结从句,表示潜在的假设情态(“若是得势便会如此对待你们的人”)。这与前文假设从句中的不定过去式希求法 εἰ γένοιντο... κύριοι 相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:205-211