- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:197-204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼揭露梅狄亚斯见风使舵地先后告发远征骑兵和留守民众,指出他在遭受弹劾初审后非但不自省反而更加嚣张,并趁国家遭逢不幸时践踏民众,呼吁审判官切勿被其虚伪眼泪所蒙蔽,应依法严惩。
ὅταν οὖν τοῦτο ποιῇ, ἐνθυμεῖσθε παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, ὅτι οὗτος τῶν μεθʼ ἑαυτοῦ στρατευσαμένων ἱππέων, ὅτʼ εἰς Ὄλυνθον διέβησαν, ἐλθὼν πρὸς ὑμᾶς εἰς τὴν ἐκκλησίαν κατηγόρει. πάλιν νῦν μείνας πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου κατηγορήσει. πότερον οὖν ὑμεῖς, ἐάν τε μένητε ἐάν τʼ ἐξίητε, ὁμολογήσετʼ εἶναι τοιοῦτοι οἵους Μειδίας ὑμᾶς ἀποφαίνει, ἢ τοὐναντίον τοῦτον ἀεὶ καὶ πανταχοῦ θεοῖς ἐχθρὸν καὶ βδελυρόν; ἐγὼ μὲν οἶμαι τοῦτον τοιοῦτον· ὃν γὰρ οὐχ ἱππεῖς, οὐ συνάρχοντες, οὐ φίλοι δύνανται φέρειν, τί τοῦτον εἴπῃ τις;
因此,审判官先生们,每当他做出这种事时,你们心里要好好想想:此人在与他一同服役的骑兵们渡海前往奥林苏斯时,曾来到你们面前,来到公民大会上告发他们。如今他自己留守在后方,又要在那些出征的人面前告发民众。那么,无论你们是留守还是出征,你们究竟是会承认自己就是梅狄亚斯所描绘的那种人,还是相反,认清此人在任何时间、任何地点都是神所厌恶的丑恶之徒呢?我自己认为他就是这样的人;因为一个连同僚骑兵、同僚官员和朋友都无法忍受的人,人们还能对他说些什么呢?
ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν (εἰρήσεται γάρ, εἴτʼ ἄμεινον εἴτε μή,) ὅθʼ οὗτος ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει, ἔνδηλοί τινες ἦσαν ἀχθόμενοι τῶν πάνυ τούτῳ λαλούντων ἡδέως. καὶ νὴ Δίʼ αὐτοῖς πολλὴ συγγνώμη· οὐ γάρ ἐστι φορητὸς ἅνθρωπος, ἀλλὰ καὶ πλουτεῖ μόνος καὶ λέγειν δύναται μόνος, καὶ πάντες εἰσὶ τούτῳ καθάρματα καὶ πτωχοὶ καὶ οὐδʼ ἄνθρωποι.
凭宙斯、阿波罗和雅典娜起誓——无论说出来是好是坏,我都要说——当此人四处散布谣言,编造说我已经与他和解时,甚至连那些平日里极乐意与他交谈的人,也有几位显露出反感的神色。凭宙斯起誓,他们完全值得宽恕;因为这人实在令人难以忍受,他以为唯有他富足,唯有他能言善辩,而其他人对他来说全都是人渣、乞丐,甚至连人都算不上。
τὸν οὖν ἐπὶ ταύτης τῆς ὑπερηφανίας ὄντα, νῦν ἐὰν ἀποφύγῃ, τί ποιήσειν οἴεσθε; ἐξ ὅτου δὲ τοῦτʼ ἂν εἰδείητʼ ἐγὼ φράσω· εἰ τοῖς μετὰ τὴν χειροτονίαν τεκμηρίοις θεωρήσαιτε.1 τίς γάρ ἐστιν ὅστις καταχειροτονηθὲν αὐτοῦ,2 καὶ ταῦτʼ ἀσεβεῖν περὶ τὴν ἑορτήν, εἰ καὶ μηδεὶς ἄλλος ἐπῆν ἀγὼν ἔτι μηδὲ κίνδυνος, οὐκ ἂν ἐπʼ αὐτῷ τούτῳ κατέδυ καὶ μέτριον παρέσχεν ἑαυτὸν τόν γε δὴ μέχρι τῆς κρίσεως χρόνον, εἰ καὶ μὴ πάντα; οὐδεὶς ὅστις οὐκ ἄν.
那么,处于如此狂妄境地的人,如果现在脱罪逃脱制裁,你们以为他会做出什么事来?你们怎样才能明白这一点,我来告诉你们:只要你们考察一下表决之后的证据。因为试问有谁,当不利于他的初步弹劾表决已经通过——而且还是关于玷污节日的渎神罪——哪怕此外再无别的诉讼或危险临头,难道不会仅仅因为这件事而退隐自敛,至少在判决之前这段时间里表现得收敛得体,即便无法一生都如此?绝没有任何人不会这样做。
ἀλλʼ οὐ Μειδίας, ἀλλʼ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλʼ ἐνδεικνύμενος ἢ ὅτι ἐγὼ οὐδὲν πέπονθʼ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικʼ οὐδὲ φοβοῦμαι τὸν μέλλοντʼ ἀγῶνα.
但梅狄亚斯却没有。从那一天起,他照样演讲、谩骂、大喊大叫。某处在进行选举,阿纳吉鲁斯的梅狄亚斯就被提名为候选人。他担任普鲁塔科斯的代理人,深知国家机密,整个城邦都容不下他了。他做这一切,显然只是为了表明: “我没有因为那场不利于我的表决而蒙受任何损害,我对即将到来的审判既不畏惧,也不害怕。”
ὃς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὲν ὑμᾶς δεδιέναι δοκεῖν αἰσχρὸν ἡγεῖται, τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν νεανικόν, τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει; οὐδὲ γὰρ ἕξειν ὑμᾶς ὅ τι χρήσεσθʼ αὐτῷ νομίζει. πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής, —ποῦ ληφθήσεται, νῦν ἐὰν διακρούσηται;
雅典的男人们,一个人把显得畏惧你们视作耻辱,把对你们满不在乎视作勇敢有魄力,难道这样的人不配死上十次吗?因为他甚至认定你们对他束手无策。一个富有、蛮横、傲慢自大、嗓门洪亮、暴戾、厚颜无耻的人——如果现在让他滑脱了,还能在哪里制伏他?
ἀλλʼ ἔγωγε, εἰ μηδενὸς εἵνεκα τῶν ἄλλων, τῶν γε δημηγοριῶν ὧν ἑκάστοτε δημηγορεῖ, καὶ ἐν οἷς καιροῖς, τὴν μεγίστην ἂν αὐτὸν δικαίως οἶμαι δίκην δοῦναι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι, ἂν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τῇ πόλει καὶ τοιοῦτον οἷον εὐφρᾶναι πάντας, οὐδαμοῦ πώποτε Μειδίας τῶν συνηδομένων οὐδὲ τῶν συγχαιρόντων ἐξητάσθη τῷ δήμῳ, ἂν δέ τι φλαῦρον, ὃ μηδεὶς ἂν βούλοιτο τῶν ἄλλων, πρῶτος ἀνέστηκεν εὐθέως καὶ δημηγορεῖ, ἐπεμβαίνων τῷ καιρῷ καὶ τῆς σιωπῆς ἀπολαύων ἣν ἐπὶ τῷ περὶ τῶν συμβεβηκότων ἄχθεσθαι ποιεῖσθʼ ὑμεῖς· τοιοῦτοι γάρ ἐστʼ, ὦ ἄνδρες Ἀθηναῖοι· οὐ γὰρ ἐξέρχεσθε, οὐδʼ οἴεσθε δεῖν χρήματʼ εἰσφέρειν. εἶτα θαυμάζετʼ εἰ κακῶς τὰ πράγμαθʼ ὑμῖν ἔχει; ἔμʼ οἴεσθʼ ὑμῖν εἰσοίσειν, ὑμεῖς δὲ νεμεῖσθαι; ἔμʼ οἴεσθε τριηραρχήσειν, ὑμεῖς δʼ οὐκ ἐμβήσεσθαι;
但我个人认为,即便不为了别的任何事情,单凭他每次发表的公民大会演说以及他发言的时机,他也理当受到最严厉的惩罚。因为你们想必深知这一点:如果有任何城邦所需的喜讯传来,足以令大家欢欣鼓舞,梅狄亚斯绝不会出现在与民众一同高兴、一同欢庆的人群之中;但如果有任何坏事发生,任何其他人都不愿见到的事情,他必定第一个立刻站起来发表演说,践踏危局,利用你们因对所发生的事故悲痛而保持的沉默: “雅典的男人们,因为你们就是这样的人:你们既不出征,也不认为应当缴纳特别财产税。然后你们还奇怪自己的事务为何一团糟吗?难道你们以为我会交纳税款,而你们坐地分赃?难道你们以为我会出任三列桨座战船统领,而你们却拒不上船?”
τοιαῦθʼ ὑβρίζων καὶ τὴν ἀπὸ τῆς ψυχῆς πικρίαν καὶ κακόνοιαν, ἣν κατὰ τῶν πολλῶν ὑμῶν ἔχων ἀφανῆ παρʼ ἑαυτῷ περιέρχεται, φανερὰν ἐπὶ τοῦ καιροῦ καθιστάς. δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς οὕτω νῦν, ὅταν ἐξαπατῶν καὶ φενακίζων ὀδύρηται καὶ κλάῃ καὶ δέηται, ταῦθʼ ὑποβάλλειν αὐτῷ· τοιοῦτος γὰρ εἶ, Μειδία· ὑβριστὴς γὰρ εἶ, οὐκ ἐθέλεις ἔχειν παρὰ σεαυτῷ τὼ χεῖρε.3 εἶτα θαυμάζεις εἰ κακὸς κακῶς ἀπολεῖ; ἀλλὰ νομίζεις ἡμᾶς μὲν ἀνέξεσθαί σου, αὐτὸς δὲ τυπτήσειν; καὶ ἡμᾶς μὲν ἀποψηφιεῖσθαί σου, σὺ δʼ οὐ παύσεσθαι;
他就这样肆意凌辱,将自己平时暗藏于心、四处走动时对你们大众所怀的怨恨与恶意,趁机彻底暴露出来。因此,雅典的男人们,现在当他企图欺骗、愚弄你们而哀伤、哭泣、祈求时,你们也必须同样用这些话回敬他: “因为你就是这样的人,梅狄亚斯:你是个目无法纪的施暴者,不肯管束好自己的双手。然后你还奇怪身为恶人的你为何会落得悲惨下场吗?难道你以为我们会容忍你,而你继续动手打人?难道你以为我们会判你无罪,而你却永不休止?”
- 199ἐξ ὅτου δὲ τοῦτʼ ἂν εἰδείητʼ ἐγὼ φράσω· εἰ τοῖς μετὰ τὴν χειροτονίαν τεκμηρίοις θεωρήσαιτε.
间接疑问从句 ἐξ ὅτου ... εἰδείητʼ(带 ἄν 的潜能希求语气)充当主动词 φράσω 的宾语。随后的条件从句 εἰ ... θεωρήσαιτε(希求语气)没有直接的归结主句,而是作为对前文疑问从句所提“凭何知晓”的补充说明(一种略结式结构)。
- 199καταχειροτονηθὲν αὐτοῦ
中性单数分词 καταχειροτονηθέν 构成非人称的绝对宾格结构(accusative absolute),意为“针对他的不利表决既已做出”。其中的属格 αὐτοῦ 是复合动词 καταχειροτονέω 所要求的表示不利对象的属格。整句在语意上带有让步色彩。
- 204οὐκ ἐθέλεις ἔχειν παρὰ σεαυτῷ τὼ χεῖρε
使用了阴性名词 χείρ 的双数宾格形式 τὼ χεῖρε(冠词与名词皆为双数)的习惯表达。字面意思是“不肯把两只手放在自己身边”,意指“管不住自己的双手,不肯克制暴力行为”。
