← 狄摩西尼

控诉美狄亚斯

§189-196

辩护准备的正当性与警惕伪善的眼泪

德摩斯梯尼坦承自己周密准备了演讲,反驳称正是梅狄亚斯的恶行才促成了这篇演说,并揭露梅狄亚斯此前曾肆意侮辱公民大会与民众,告诫审判官绝不要被他虚伪的眼泪所蒙蔽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§189

καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δʼ, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτʼ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμʼ ἂν οὔτʼ ἀπαρνοῦμαι τοῦτο τοὔνομα· εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δʼ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφʼ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· εἴληφα μὲν γὰρ οὐδʼ ὁτιοῦν παρʼ ὑμῶν, τὰ δʼ ὄντʼ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντʼ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρʼ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφʼ οἷς ἐλῃτούργουν ὑβρίζειν.

而且,他或许在发言中会指着我说:“此人是个演说家。”但就我而言,如果所谓的演说家,是指无论何时只要提出他认为对你们有利的建议,且以绝不烦扰、强迫你们为限度的人,那我既不逃避也不否认这个称谓;然而,如果演说家是指我和你们所见到的那些发言者中的某些人——厚颜无耻且靠搜刮你们而致富之流——那我绝不是这样的人。因为我未曾从你们那里拿过分毫,除了极少数之外,我已将自己所有的财产都耗费在你们身上。退一步讲,即便我是这些人中最邪恶的一个,他也理当依法向我讨取正义,而不是趁我履行公共公益役时对我施加傲慢暴行。

§190

ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται. καὶ οὐδενὶ μέμφομαι· οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτʼ εἶπον, ἀλλʼ ἁπλῶς κατʼ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι. ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθʼ ἐφεξῆς. καίτοι πῶς ἐστι δίκαιον, τοὔνομα μὲν τοῦθʼ ὡς ὄνειδος προφέρειν ἐμοί, διὰ τούτων δʼ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι;

再者,在那些常发言的人当中,没有一个人在此诉讼中协助我。我并不责怪任何人;因为我自己也从未为了他们中任何人的利益而在你们面前说过任何话,而只是独自决意,无论何事,只要我认为对你们有利,我就去说、去做。但在他那一侧,你们即刻就会看到所有的演说家一个接一个整齐地列队出现。然而,把这个称呼当作耻辱砸在我头上,自己却要求通过这些人来得救,这难道公正吗?

§191

τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτʼ ἐρεῖ, ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν. ἐγὼ δʼ ἐσκέφθαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς·

此外,他或许还会说出诸如此类的话:我如今所讲的一切都是经过深思熟虑和周密准备的。然而,雅典的男人们,我承认我确实深思熟虑过,我绝不否认这一点,并且我已经尽我所能进行了充分的演练;因为如果我遭受了并且仍在遭受着这样的暴行,却忽视了将要就这些事向你们陈述的言辞,那我真是一个可怜虫了。

§192

γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν·1 ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατʼ ἂν ταύτην ἔχοι τὴν αἰτίαν, οὐχ ὁ ἐσκεμμένος οὐδʼ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν. ἐγὼ μὲν οὖν τοῦτο ποιῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὐτὸς ὁμολογῶ· Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτʼ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν· εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτʼ αὐτῷ σκοπεῖν, οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος.

不过,替我写下这篇演说的恰恰是梅狄亚斯。因为提供了这些言辞所涉及的事实作为素材的人,最理所应当承担这一责任,而不是现在深思熟虑、费心讲出正义之言的人。因此,雅典的男人们,我自己也承认我做了这番准备;然而,梅狄亚斯在一生中从未思考过任何正义之事,这也是理所当然的;因为只要他哪怕稍稍动念考虑过此类事情,他就绝不会把事情错得如此离谱。

§193

οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου κατηγορεῖν ὀκνήσειν οὐδὲ τῆς ἐκκλησίας, ἀλλʼ ἅπερ τότʼ ἐτόλμα λέγειν ὅτʼ ἦν ἡ προβολή, ταῦτα καὶ νῦν ἐρεῖν, ὡς ὅσοι δέον ἐξιέναι κατέμενον καὶ ὅσοι τὰ φρούριʼ ἦσαν ἔρημα λελοιπότες, ἐξεκλησίασαν, καὶ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν οἳ κατεχειροτόνησαν αὐτοῦ.

因此我认为,他甚至不会吝于指责民众和公民大会,而是会把弹劾案初审时他胆敢说出的那些话如今又搬出来,说什么那些本该出征却留在后方的人,以及那些擅离职守弃守堡垒的人出席了大会,而投票判定他有罪的都是些歌队演员、外邦人以及类似之流。

§194

εἰς γὰρ τοῦτο θράσους καὶ ἀναιδείας τότʼ ἀφίκετʼ, ὦ ἄνδρες δικασταί, ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν, ὥστε κακῶς λέγων καὶ ἀπειλῶν καὶ βλέπων εἰς τὸν ἀεὶ θορυβοῦντα τόπον τῆς ἐκκλησίας καταπλήξειν ᾤετο τὸν δῆμον ἅπαντα. ᾗ καὶ γελοῖʼ εἶναι τὰ νῦν, οἶμαι, δάκρυʼ εἰκότως ἂν αὐτοῦ δοκοίη.

审判官先生们,正如你们中在场的人所知,他当时达到了如此狂妄和厚颜无耻的地步,以至于他通过辱骂、威胁,并怒视着公民大会中每次起哄的那片区域,以为自己能吓住全体民众。正因如此,我认为,他如今流下的眼泪理当显得十分可笑。

§195

τί λέγεις, ὦ μιαρὰ κεφαλή; σὺ τὰ σαυτοῦ παιδίʼ ἀξιώσεις ἐλεεῖν ἢ σὲ τούσδε, ἢ σπουδάζειν εἰς τὰ σά, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους; σὺ μόνος τῶν ὄντων ἀνθρώπων ἐπὶ μὲν τοῦ βίου τοσαύτης ὑπερηφανίας πλήρης ὢν ἔσει φανερώτατος, ὥστε καὶ πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα, λυπεῖσθαι2 τὴν σὴν θρασύτητα καὶ φωνὴν καὶ σχῆμα καὶ τοὺς σοὺς ἀκολούθους καὶ πλοῦτον καὶ ὕβριν θεωροῦντας, ἐν δὲ τῷ κρίνεσθαι παραχρῆμʼ ἐλεηθήσει;

你在说什么呢,你这个该死的恶棍?难道你要指望这些曾被你在公众面前肆意践踏羞辱的人,来怜悯你的孩子或你自己,或者为你的利益奔走效劳吗?难道你要成为全人类中唯一这样一个在生活中极其傲慢无礼以至于人尽皆知——甚至那些与你毫无瓜葛的人,看到你的嚣张、声音、体态、随从、财富和狂妄,都会感到愤慨不快——而在受审时却能当场获得怜悯的人吗?

§196

μεγάλην μέντἂν ἀρχήν, μᾶλλον δὲ τέχνην, εἴης εὑρηκώς, εἰ δύο τἀναντιώταθʼ ἑαυτοῖς ἐν οὕτω βραχεῖ χρόνῳ περὶ σαυτὸν δύναιο3 ποιεῖσθαι, φθόνον ἐξ ὧν ζῇς, καὶ ἐφʼ οἷς ἐξαπατᾷς ἔλεον. οὐκ ἔστιν οὐδαμόθεν σοι προσήκων ἔλεος οὐδὲ καθʼ ἕν, ἀλλὰ τοὐναντίον μῖσος καὶ φθόνος καὶ ὀργή· τούτων γὰρ ἄξια ποιεῖς. ἀλλʼ ἐπʼ ἐκεῖνʼ ἐπάνειμι, ὅτι τοῦ δήμου κατηγορήσει καὶ τῆς ἐκκλησίας.

如果你能在如此短暂的时间内,围绕自己制造出两件最截然相反的事情——从你的生活方式中激起嫉恨,又因你的欺骗而激起同情——那你就真算得上找到了某种伟大的统治权,或者更确切地说,某种高超的伎俩了。绝没有任何根据或任何理由表明你理应得到同情,相反,仇恨、嫉妒和愤怒才属于你;因为你的所作所为配得上这些。不过,我还是要回到刚才那一点:他必将指责民众和公民大会。

语法注3 条
  1. 192γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν

    在带不定式的宾格结构中,不定式 γεγραφέναι 的逻辑主语是宾格的 Μειδίαν,与格 μοι 表示利益与格(dativus commodi)。针对对方可能指责其发言经过预先撰写(代撰演说)的抨击,德摩斯梯尼反讽地宣称,正是梅狄亚斯提供了作为演讲素材的恶行,因此梅狄亚斯才是这篇演说的真正“撰写者”。

  2. 195ὥστε καὶ πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα, λυπεῖσθαι

    这是由 ὥστε 引导带有不定式 λυπεῖσθαι 的结果从句。关系分句 πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα 所修饰的先行词(如 τούτους)被省略,这一省略的成分充当了不定式 λυπεῖσθαι 的逻辑主语。后面的分词 θεωροῦντας 在性数格上与这一省略的阳性复数主语保持一致。

  3. 196μεγάλην μέντἂν ἀρχήν, μᾶλλον δὲ τέχνην, εἴης εὑρηκώς, εἰ ... δύναιο

    这是一个潜在条件句(optative condition),其主句使用了带有 μέντἂν(μέντοι + ἄν)的迂回完成时能动态祈愿气 εἴης εὑρηκώς,从句则为 εἰ 搭配现在时祈愿气 δύναιο。德摩斯梯尼用这种假设表达(“如果你能……那你就算是掌握了绝技”)来辛辣地嘲讽梅狄亚斯既奢靡傲慢又企图博取同情的前后矛盾与荒谬欺瞒。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:189-196