← 狄摩西尼

控诉美狄亚斯

§182-188

严惩的先例与拒绝伪善哀求

演说者列举皮罗斯及违宪提案者受严惩的先例,告诫陪审员切勿优待富人,并指出终生积累傲慢的梅狄亚斯理应得到同等的回报。他呼吁陪审员不要被对方携子乞怜的伪善表演所蒙蔽,而应站在同在法庭的法律一边,作出公正的判决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§182

ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἐτεοβουτάδην, ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ,1 θανάτῳ ζημιῶσαί τινες ὑμῶν ᾤοντο χρῆναι, καὶ τέθνηκεν ἁλοὺς παρʼ ὑμῖν· καίτοι τοῦτο τὸ λῆμμα διʼ ἔνδειαν, οὐ διʼ ὕβριν λαμβάνειν ἐπεχείρησεν ἐκεῖνος. καὶ πολλοὺς ἂν ἑτέρους ἔχοιμι λέγειν, ὧν οἱ μὲν τεθνᾶσιν, οἱ δʼ ἠτιμωμένοι διὰ πολλῷ τούτων εἰσὶν ἐλάττω πράγματα. ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Σμίκρῳ δέκα ταλάντων ἐτιμήσατε καὶ Σκίτωνι τοσούτων ἑτέρων, δόξαντι παράνομα γράφειν, καὶ οὔτε παιδίʼ οὔτε φίλους οὔτε συγγενεῖς οὔθʼ ὁντινοῦν ἠλεήσατε τῶν παρόντων ἐκείνοις.

然而,雅典的男人们,厄忒俄布塔代氏族的皮罗斯在被指控作为国库债务人担任审判官时,你们中有人认为理应处以死刑,而他在你们面前定罪后确实被处死了;然而那个人试图获取这笔报酬是出于贫困,而不是出于傲慢。我还能列举出许多其他人,他们因远比这微不足道的事情,有的被处死,有的被剥夺了公民权。雅典的男人们,你们曾对斯弥克罗斯处以十塔兰同的罚金,对被判定提出违宪法案的斯喀通也处以同样数额的罚金,你们既没有怜悯他们的孩子、朋友、亲戚,也没有怜悯当时在场的任何一个人。

§183

μὴ τοίνυν, ἐὰν μὲν εἴπῃ τις παράνομα, οὕτως ὀργιζόμενοι φαίνεσθε, ἐὰν δὲ ποιῇ, μὴ λέγῃ, πράως διάκεισθε. οὐδὲν γὰρ ῥῆμʼ οὐδʼ ὄνομʼ οὕτως ἐστὶ τοῖς πολλοῖς ὑμῶν χαλεπόν, ὡς ὅσʼ ὑβρίζων τις τὸν ἐντυχόνθʼ ὑμῶν διαπράττεται. μὴ τοίνυν αὐτοὶ καθʼ ὑμῶν αὐτῶν δεῖγμα τοιοῦτον ἐξενέγκητʼ, ἄνδρες Ἀθηναῖοι, ὡς ἄρʼ ὑμεῖς, ἂν μὲν τῶν μετρίων τινὰ καὶ δημοτικῶν λάβηθʼ ὁτιοῦν ἀδικοῦντα, οὔτʼ ἐλεήσετʼ οὔτʼ ἀφήσετε, ἀλλʼ ἀποκτενεῖτʼ ἢ ἀτιμώσετε, ἂν δὲ πλούσιος ὤν τις ὑβρίζῃ, συγγνώμην ἕξετε. μὴ δῆτα· οὐ γὰρ δίκαιον· ἀλλʼ ἐπὶ πάντων ὁμοίως ὀργιζόμενοι φαίνεσθε.

因此,绝不要表现得似乎某人若是说了违宪的言辞你们就如此愤慨,而若是落实到行动而非仅仅口说,你们反倒温和相待。因为任何字句或措辞,都比不上某人傲慢地加害于你们中任何一个遭逢者所造成的暴行那样令你们大多数人难以忍受。所以,雅典的男人们,绝不要在针对你们自己时树立这样一种坏榜样,仿佛若是抓到温和守法的普通平民犯了任何过错,你们既不怜悯也不放过,定要处死或剥夺其公民权,而如果某人因富有而行使傲慢暴行,你们反倒予以宽恕。万万不可;因为这并不正义;相反,你们应当对所有人表现出同等的愤怒。

§184

ἃ τοίνυν οὐδενὸς τῶν εἰρημένων ἧττον ἀναγκαῖον εἶναι νομίζω πρὸς ὑμᾶς εἰπεῖν, ταῦτʼ εἰπὼν ἔτι καὶ βραχέα περὶ τούτων διαλεχθεὶς καταβήσομαι. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλη τοῖς ἀδικοῦσιν ἅπασι μερὶς καὶ πλεονεξία ἡ τῶν ὑμετέρων τρόπων πραότης. ὅτι δὴ ταύτης οὐδʼ ὁτιοῦν ὑμῖν μεταδοῦναι τούτῳ προσήκει, ταῦτʼ ἀκούσατέ μου. ἐγὼ νομίζω πάντας ἀνθρώπους ἐράνους φέρειν παρὰ πάντα τὸν βίον αὑτοῖς, οὐχὶ τούσδε μόνους οὓς συλλέγουσί τινες καὶ ὧν πληρωταὶ γίγνονται, ἀλλὰ καὶ ἄλλους.

因此,对于我认为向你们陈述绝不亚于此前所言之必要性的事情,在讲完这些并就此稍作讨论之后,我便走下讲坛。雅典的男人们,你们性格中的温和,对所有行不义之人而言都是一份巨大的便利和可乘之机。请听我说明为何你们绝不该将这种温和分给他分毫。我认为,所有人在其一生中都在为自己缴纳相互扶助的会费,不仅包括某些人筹集并作为认缴人的那种金钱互助金,还包括其他的付出。

§185

οἷον ἔστι μέτριος καὶ φιλάνθρωπός τις ἡμῶν καὶ πολλοὺς ἐλεῶν· τούτῳ ταὐτὸ δίκαιον ὑπάρχειν παρὰ πάντων, ἄν ποτʼ εἰς χρείαν καὶ ἀγῶνʼ ἀφίκηται. ἄλλος οὑτοσί τις ἀναιδὴς καὶ πολλοὺς ὑβρίζων, καὶ τοὺς μὲν πτωχούς, τοὺς δὲ καθάρματα, τοὺς δʼ οὐδʼ ἀνθρώπους ὑπολαμβάνων· τούτῳ τὰς αὐτὰς δίκαιον ὑπάρχειν φοράς, ἅσπερ αὐτὸς εἰσενήνοχε τοῖς ἄλλοις. ἂν τοίνυν ὑμῖν ἐπίῃ σκοπεῖν, τούτου πληρωτὴν εὑρήσετε Μειδίαν ὄντα τοῦ ἐράνου, καὶ οὐκ ἐκείνου.

例如,我们当中有人温和博爱,怜悯众人;如果此人有朝一日陷入困窘和争讼,理应从所有人那里获得同样的对待。而这里的另一个人厚颜无耻,傲慢对待许多人,把一些人看作乞丐,把另一些人看作人渣,甚至把其他人不当人看;对于此人,理应将他自己向他人缴纳的同样款项返还给他。因此,如果你们愿意考察一下,就会发现梅狄亚斯正是后一种互助金的认缴者,而不是前一种。

§186

οἶδα τοίνυν ὅτι τὰ παιδίʼ ἔχων ὀδυρεῖται, καὶ πολλοὺς λόγους καὶ ταπεινοὺς ἐρεῖ, δακρύων καὶ ὡς ἐλεινότατον ποιῶν ἑαυτόν. ἔστι δʼ, ὅσῳ περ ἂν αὑτὸν νῦν ταπεινότερον ποιῇ, τοσούτῳ μᾶλλον ἄξιον μισεῖν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι εἰ μὲν μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι οὕτως ἀσελγὴς καὶ βίαιος ἦν ἐπὶ τοῦ παρεληλυθότος βίου, τῇ φύσει καὶ τῇ τύχῃ, διʼ ἣν τοιοῦτος ἐγένετο, ἄξιον ἦν ἄν τι τῆς ὀργῆς ἀνεῖναι·2 εἰ δʼ ἐπιστάμενος μέτριον παρέχειν αὑτὸν ὅταν βούληται τὸν ἐναντίον ἢ τοῦτον τὸν τρόπον3 εἵλετο ζῆν, εὔδηλον δήπου τοῦθʼ ὅτι καὶ νῦν ἂν διακρούσηται, πάλιν αὐτὸς ἐκεῖνος ὃν ὑμεῖς ἴστε γενήσεται.

我知道,他届时会带着孩子们哀泣,说出许多卑躬屈膝的话,痛哭流涕,把自己装扮得极尽可怜。然而,雅典的男人们,他现在把自己表现得越是卑微,他就越该被痛恨。为什么呢?因为如果他完全无法表现得卑微,因此在过去的生涯中才如此放肆和暴虐,那么看在他的天性以及使他变成这样的命运份上,本该可以宽宥一部分愤怒;但如果他懂得只要自己愿意就能表现得谦逊,却偏偏选择以与此相反的方式生活,那么显而易见,如果他现在侥幸脱罪,他必将再次变成你们所熟知的那个人。

§187

οὐ δεῖ δὴ προσέχειν, οὐδὲ τὸν παρόντα καιρόν, ὃν οὗτος ἐξεπίτηδες πλάττεται, κυριώτερον οὐδὲ πιστότερον τοῦ παντός, ὃν αὐτοὶ σύνιστε, χρόνου ποιήσασθαι. ἐμοὶ παιδίʼ οὐκ ἔστιν, οὐδʼ ἂν ἔχοιμι ταῦτα παραστησάμενος κλάειν καὶ δακρύειν ἐφʼ οἷς ὑβρίσθην. διὰ τοῦτʼ ἄρα τοῦ πεποιηκότος ὁ πεπονθὼς ἔλαττον ἕξω παρʼ ὑμῖν;

因此,绝不该听信他,也不该将他刻意伪装的眼前这一刻,看得比你们亲身共知的他的整个人生更为权威或更为可信。我没有孩子,我也无法把孩子们立在身边,为自己所遭受的侮辱哭泣流泪。难道因此,作为受害者的我反而在你们面前要比施害者处于更不利的地位吗?

§188

μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι, τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ·4 καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.

绝非如此;相反,每当此人带着孩子要求你们看在孩子们的份上投票时,你们应当设想我正携带着法律站在你们身旁,恳请并呼吁你们每个人为法律投票。在诸多方面,你们倒向法律要远比倒向此人正义得多;因为雅典的男人们,你们已经宣誓要服从法律,你们正是通过法律才享有平等的权利,你们所拥有的一切福祉都是通过法律而存在的,绝不是因为梅狄亚斯,也不是因为梅狄亚斯的孩子们。

语法注4 条
  1. 182ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ

    连环分词结构。被动态不定过去时分词 ἐνδειχθέντα 修饰宾格宾语 Πύρρον,并统辖不定式 δικάζειν 以说明告发(endeixis)的内容;随后的分词 ὀφείλοντα 作表语性(或伴随状况)使用,表明违法的实质依据:“在尚欠国库债务(因而丧失相应公民权)的情况下”。

  2. 186ἄξιον ἦν ἄν τι τῆς ὀργῆς ἀνεῖναι

    非人称短语 ἄξιον ἦν 连同语气小词 ἄν 构成的非真实条件句归结从句。表示义务或适宜性的未完成过去时往往可单独表示与事实相反,但此处添加 ἄν 进一步明确了假想色彩。τι 作状语性宾格(“在一定程度上”),τῆς ὀργῆς 则是受不定式 ἀνεῖναι(“减免、缓解”)支配的部分属格。

  3. 186τὸν ἐναντίον ἢ τοῦτον τὸν τρόπον

    带有比较级意味的 ἐναντίον ἤ 结构。形容词 ἐναντίος 带有比较含义并与连词 ἤ(“比……”)连用,意为“与此相反的生活方式”。τοῦτον τὸν τρόπον 指代前文的 μέτριον παρέχειν αὑτόν(“表现得谦逊”),以此与他实际选择的傲慢生活方式形成对立。

  4. 188οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ

    关系代词 οἷς 的先行词是前文的 τοὺς νόμους,作为动词 πρόσθοισθε(προστίθημι 的中动态不定过去时祈愿式,意为“倒向、支持、投赞成票”)的与格补足语。它与比较短语 ἢ τούτῳ(“比起倒向此人”)相对照,表明陪审员支持法律远比偏袒此人正当得多。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:182-188