← 狄摩西尼

控诉美狄亚斯

§174-181

梅狄亚斯的公职失职与节庆侵犯先例

德摩斯梯尼揭露了梅狄亚斯在担任帕拉洛斯号司库和骑兵长官期间的失职与吝啬,随后援引以往因在节日期间违法而受严惩乃至死刑的判例(尤安德罗斯、执政官助手、克忒西克勒斯),以此论证毫无任何借口的梅狄亚斯所犯下的傲慢暴行远比这些前例更为恶劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§174

καὶ τῆς μὲν Παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθʼ ὑμεῖς, δώδεκα τῆς πόλεως τάλαντʼ ἀναλίσκειν ταχθείς, ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν, ἀλλʼ ἤδη τῶν σπονδῶν γεγονυιῶν, ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις, ἧκεν. καὶ τόθʼ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς· οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει. ἱππαρχῶν τοίνυν, τί οἴεσθε τἄλλα; ἀλλʼ ἵππον, ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι, ἀλλʼ ἐπʼ ἀλλοτρίου τὰς πομπὰς ἡγεῖτο, τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου· καὶ ταῦτα πάντες ἴσασιν οἱ ἱππεῖς. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ βούλομαι τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅσων ἤδη καταχειροτονήσαντος τοῦ δήμου περὶ τὴν ἑορτὴν ἀδικεῖν ὑμεῖς κατεγνώκατε, εἰπεῖν, καὶ δεῖξαι τί πεποιηκότες αὐτῶν ἔνιοι τίνος ὀργῆς τετυχήκασι παρʼ ὑμῶν, ἵνα ταῦτα πρὸς τὰ τούτῳ πεπραγμένʼ ἀντιθῆτε. πρῶτον μὲν τοίνυν, ἵνα πρώτης τῆς τελευταίας γεγονυίας μνησθῶ καταγνώσεως, περὶ τὰ μυστήριʼ ἀδικεῖν Εὐάνδρου κατεχειροτόνησεν ὁ δῆμος τοῦ Θεσπιῶς, προβαλλομένου αὐτὸν Μενίππου, Καρός τινος ἀνθρώπου. ἔστι δʼ ὁ αὐτὸς νόμος τῷδε τῷ περὶ τῶν Διονυσίων ὁ περὶ τῶν μυστηρίων, κἀκεῖνος ὕστερος τοῦδʼ ἐτέθη.

当他当时担任帕拉洛斯号司库时,正值你们进军优卑亚岛对抗底比斯人之际,他受命支用城邦的十二塔兰同款项,然而当你们要求他出航护送士兵时,他却未予救援,反而在狄奥克勒斯与底比斯人订立的停战协定已经达成之后才姗姗来迟。而且即便在那时,他在航行中也落后于一艘民用三列桨战船——他把这艘圣船整备得可真是好啊!至于他担任骑兵长官时,你们以为还能有别的什么情况吗?这位光鲜富有的先生竟连一匹马、一匹马都舍不得买,而是骑着别人的马——派阿尼亚区的菲洛墨洛斯的马——来引领游行;骑兵们对此无人不知。为了证明我所言属实,请为我也传唤关于这些事实的证人。证人 因此,雅典的男人们,我还想告诉你们,在民众已就涉及节日的违法行为进行初步投票予以谴责之后,你们究竟对多少人作出了有罪判决,并向你们展示他们之中的某些人究竟因何种作为而招致了你们怎样的怒火,以便你们能将这些事例与此人的所作所为加以对照。首先,为了先提及最近发生的一起判决:民众因特斯庇埃人尤安德罗斯在密仪期间违法而通过初步投票对他予以谴责,这是由一个卡里亚人梅尼普斯对他提起的指控。关于密仪的法令与关于狄奥尼索斯节的这项法令性质相同,且是在本法之后制定的。

§176

τί οὖν ποιήσαντος, ὦ ἄνδρες Ἀθηναῖοι, κατεχειροτονήσατε τοῦ Εὐάνδρου; τοῦτʼ ἀκούσατε. ὅτι δίκην ἐμπορικὴν καταδικασάμενος τοῦ Μενίππου, οὐκ ἔχων πρότερον λαβεῖν αὐτόν, ὡς ἔφη, τοῖς μυστηρίοις ἐπιδημοῦντος ἐπελάβετο. κατεχειροτονήσατε μὲν διὰ ταῦτα, καὶ οὐδʼ ὁτιοῦν ἄλλο προσῆν, εἰσελθόντα δʼ εἰς τὸ δικαστήριον ἐβούλεσθε μὲν θανάτῳ κολάσαι, τοῦ δὲ προβαλλομένου πεισθέντος τὴν δίκην τε πᾶσαν ἀφεῖναι ἠναγκάσατʼ αὐτόν, ἣν ᾑρήκει πρότερον (ἦν δὲ δυοῖν αὕτη ταλάντοιν), καὶ προσετιμήσατε τὰς βλάβας, ἃς ἐπὶ τῇ χειροτονίᾳ μένων1 ἐλογίζεθʼ αὑτῷ γεγενῆσθαι πρὸς ὑμᾶς ἅνθρωπος.

那么,雅典的男人们,尤安德罗斯究竟做了什么,以至于你们通过初步投票谴责了他?请听这个:他在一场商业诉讼中胜诉了梅尼普斯,正如他所声称的,由于此前未能抓获对方,他便在梅尼普斯前来参加密仪逗留期间将其拘捕。你们正是为此通过初步投票谴责了他,并没有附加任何其他罪名;当他出庭受审时,你们本想处他以死刑,但在指控人同意和解后,你们强迫他放弃此前胜诉所赢得的全部判决款项(那可是整整两塔兰同),并且你们还追加判定了那个人〔梅尼普斯〕因初步投票而逗留期间向你们陈报所蒙受的损失。

§177

εἷς μὲν οὗτος ἐξ ἰδίου πράγματος, οὐδεμιᾶς ὕβρεως προσούσης, ὑπὲρ αὐτοῦ τοῦ παραβῆναι τὸν νόμον τοσαύτην ἔδωκε δίκην. εἰκότως· τοῦτο γάρ ἐσθʼ ὃ φυλάττειν ὑμᾶς δεῖ, τοὺς νόμους, τὸν ὅρκον· ταῦτʼ ἔχεθʼ ὑμεῖς οἱ δικάζοντες ἀεὶ παρὰ τῶν ἄλλων ὡσπερεὶ παρακαταθήκην, ἣν ἅπασιν, ὅσοι μετὰ τοῦ δικαίου πρὸς ὑμᾶς ἔρχονται, σῶν ὑπάρχειν δεῖ.

这样,单单此人一人,仅因私事且毫无任何傲慢暴行存在,仅仅为了违犯法律本身就承受了如此严厉的惩罚。理当如此;因为这正是你们应当捍卫的——法律与誓言;你们作为审判者,始终从其他公民手中接过这些,就如同接管信托之物一样,对于所有心怀正义来到你们面前的人,这信托之物都必须保持完好无损。

§178

ἕτερος ἀδικεῖν ποτʼ ἔδοξεν ὑμῖν περὶ τὰ Διονύσια, καὶ κατεχειροτονήσατʼ αὐτοῦ παρεδρεύοντος ἄρχοντι τῷ υἱεῖ, ὅτι θέαν τινὸς καταλαμβάνοντος ἥψατο, ἐξείργων ἐκ τοῦ θεάτρου· ἦν δʼ οὗτος ὁ τοῦ βελτίστου πατὴρ Χαρικλείδου, τοῦ ἄρξαντος.

另一个人曾被你们判定在狄奥尼索斯节期间违法,当他在其担任执政官的儿子身边充当助手时,你们通过初步投票谴责了他,因为当有人占座时,他在将其驱逐出剧场之际动手碰了那人;此人便是曾任执政官的贤达之士卡里克雷德斯的父亲。

§179

καὶ μέγα γʼ ὑμῖν τοῦτʼ ἐδόκει δίκαιον ἔχειν ὁ προβαλλόμενος λέγειν, εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ὁ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδʼ οὕτω πείθομαι· ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί· πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι.2 ταῦτʼ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δʼ ὑμεῖς· οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλʼ ἐτελεύτησεν πρότερον.

指控人所说的这番话,在你们看来显得极具正当性: “喂,如果我占了座,如果我真如你所说没有遵从宣令,根据法律,你以及执政官本人究竟有什么权力?应当吩咐差役驱逐,而不是你自己动手殴打!哪怕我仍不遵从,也应处以罚款——除了自己亲自动手触碰,做任何事都行!因为法律在任何人的身体遭受傲慢侮辱之前,已经设立了许多防范措施。” 那人陈述了这些,而你们通过初步投票予以谴责;不过此人并未出庭受审,而是在此之前去世了。

§180

ἑτέρου τοίνυν ὅ τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις.

再者,全体民众曾对另一人因在节日期间违法而通过初步投票予以谴责,当他出庭受审时,你们将此人处死——这就是克忒西克勒斯,因为他手持皮鞭参加游行,并在醉酒状态下用鞭子抽打了一个平日与他结怨的人;因为人们认定他是出于傲慢而非出于醉酒而打人,他是以游行和醉酒为借口而行不法之事,把自由民当作奴隶对待。

§181

ἁπάντων τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων, ὧν ὁ μὲν ὧν εἷλεν ἀποστάς, ὁ δὲ καὶ θανάτῳ ζημιωθεὶς φαίνεται,3 πολλῷ δεινότερʼ εὖ οἶδʼ ὅτι πάντες ἂν εἶναι φήσειαν τὰ Μειδίᾳ πεπραγμένα· οὔτε γὰρ πομπεύων οὔτε δίκην ᾑρηκὼς οὔτε παρεδρεύων οὔτʼ ἄλλην σκῆψιν ἔχων οὐδεμίαν πλὴν ὕβριν, τοιαῦτα πεποίηκεν οἷʼ οὐδεὶς ἐκείνων. καὶ τούτους μὲν ἐάσω.

因此,雅典的男人们,与所有这些人相比——他们中显然有的放弃了已经胜诉所得,有的甚至被处以死刑——我深知所有人都会说,梅狄亚斯的所作所为要恶劣得多;因为他既不是在参加游行,也不是赢得了诉讼,既不是充当助手,除了傲慢之外也没有任何其他借口,却干下了他们中谁也没有干过的勾当。关于那些人,我就说到这里。

语法注3 条
  1. 176ἐπὶ τῇ χειροτονίᾳ μένων

    分词 μένων(等待、停留)与介词短语 ἐπὶ τῇ χειροτονίᾳ 结合,表示“在初步投票(谴责)的状态下等待庭审”。该短语指明了指控人主张自身蒙受损失(βλάβας)的时间跨度与法律处境。

  2. 179πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι

    介词 πρό 支配带有否定词 μή 的冠词不定词短语(πρὸ τοῦ μὴ... ὑβρίζεσθαι),字面意为“在任何人的身体遭受凌辱之前/以防其身体受辱”。此处 πρό 含有预防性、屏障性的意味,指法律在任何直接的人身侵害发生之前,早已预设了诸如宣令、罚款等多重中间步骤(πολλά)。

  3. 181ἁπάντων τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων, ὧν ὁ μὲν ὧν εἷλεν ἀποστάς, ὁ δὲ καὶ θανάτῳ ζημιωθεὶς φαίνεται

    句首的 ἁπάντων... τούτων 是由后文比较级 πολλῷ δεινότερα 所支配的比较属格。其后的关系代词 ὧν 为部分属格,并通过主格分词短语(ὁ μὲν... ἀποστάς, ὁ δὲ... ζημιωθείς)以“整体与部分同位”(schema kath' holon kai meros)的结构具体展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:174-181