- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:167-173
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼通过证人证言揭露梅狄亚斯利用舰长之职运送私人物品谋取私利,指出即使履行了公共奉献也绝不能成为任意施暴免责的特权,并谴责他已享受城邦授予的诸多官职与荣耀却依旧作恶多端。
καὶ γὰρ αὖ τοῦτο. τῶν ἄλλων ἁπάντων τῶν ἐπιδόντων τριηράρχων παραπεμπόντων ὑμᾶς ὅτε δεῦρʼ ἀπεπλεῖτʼ ἐκ Στύρων, μόνος οὗτος οὐ παρέπεμπεν, ἀλλʼ ἀμελήσας ὑμῶν χάρακας καὶ βοσκήματα καὶ θυρώμαθʼ ὡς αὑτὸν καὶ ξύλʼ εἰς τὰ ἔργα τὰ ἀργύρειʼ ἐκόμιζεν, καὶ χρηματισμός, οὐ λῃτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τούτῳ. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω σύνιστε μὲν τὰ πολλὰ τούτων, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ. ΜΑΡΤΥΡΕΣ "Κλέων Σουνιεύς, Ἀριστοκλῆς Παιανιεύς, Πάμφιλος, Νικήρατος Ἀχερδούσιος, Εὐκτήμων Σφήττιος, καθʼ ὃν καιρὸν ἐκ Στύρων ἀπεπλέομεν δεῦρο τῷ στόλῳ παντί, ἐτύχομεν τριηραρχοῦντες καὶ αὐτοὶ καὶ Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν. παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει,1 καὶ τῶν τριηράρχων ἐχόντων παράγγελμα μὴ χωρίζεσθαι ἕως ἂν δεῦρο καταπλεύσωμεν, Μειδίας ὑπολειφθεὶς τοῦ στόλου, καὶ γεμίσας τὴν ναῦν ξύλων καὶ χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν, κατέπλευσεν εἰς Πειραιᾶ μόνος μεθʼ ἡμέρας δύο, καὶ οὐ συγκατέστησε τὸν στόλον μετὰ τῶν ἄλλων τριηράρχων."
再者,还有这样一件事:当所有其他捐资的舰长在你们从斯图拉乘船返回此地时执行护航时,唯独此人没有护航,反而置你们于不顾,为了自己运送篱笆桩、牲畜和门扇,并为银矿工场运送木材,以至于三列桨战船舰长之职对这个可憎之徒而言成了牟利的手段,而非公共职务。其实,这些事中的大多数,你们都知晓我所说的是实情,但我仍要为你们传唤证人。 证人“苏尼翁区的克勒翁、派阿尼亚区的阿里斯托克勒斯、潘菲洛斯、阿刻耳杜斯区的尼克拉托斯、斯费托斯区的尤克特蒙作证:当我们随整支舰队从斯图拉乘船返回此地之际,我们自己与如今受我们为其作证的德摩斯梯尼起诉的梅狄亚斯恰好都担任舰长。尽管全舰队列队航行,且各舰长都接到指令在返抵此地之前不得脱离,梅狄亚斯却落后于舰队,将木材、篱笆桩、牲畜及其他若干物品装满船只,两天后独自驶入比雷埃夫斯港,并未同其他舰长一起率舰队归航。”
εἰ τοίνυν ὡς ἀληθῶς, ἄνδρες Ἀθηναῖοι, οἷάπερ φήσει καὶ καταλαζονεύσεται πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα, τοιαῦτʼ ἦν αὐτῷ τὰ λελῃτουργημένα καὶ πεπραγμένα, καὶ μὴ τοιαῦθʼ οἷʼ ἐγὼ δεικνύω, οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν.2 ἐγὼ γὰρ οἶδʼ ὅτι πολλοὶ πολλὰ κἀγάθʼ ὑμᾶς εἰσιν εἰργασμένοι, οὐ κατὰ τὰς Μειδίου λῃτουργίας, οἱ μὲν ναυμαχίας νενικηκότες, οἱ δὲ πόλεις εἰληφότες, οἱ δὲ πολλὰ καὶ καλὰ ὑπὲρ τῆς πόλεως στήσαντες τρόπαια· ἀλλʼ ὅμως οὐδενὶ πώποτε τούτων δεδώκατε τὴν δωρειὰν ταύτην οὐδʼ ἂν δοίητε, ἐξεῖναι τοὺς ἰδίους ἐχθροὺς ὑβρίζειν αὐτῶν ἑκάστῳ, ὁπότʼ ἂν βούληται καὶ ὃν ἂν δύνηται τρόπον. οὐδὲ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι· τούτοις γὰρ δὴ μέγισται δέδονται δωρειαὶ παρʼ ὑμῶν καὶ ὑπὲρ μεγίστων. οὐδʼ ἂν ἠνέσχεσθε, εἰ προσέγραψέ τις ἐν τῇ στήλῃ ἐξεῖναι δὲ καὶ ὑβρίζειν αὐτοῖς ὃν ἂν βούλωνται· ὑπὲρ γὰρ αὐτοῦ τούτου τὰς ἄλλας ἔλαβον δωρειάς, ὅτι τοὺς ὑβρίζοντας ἔπαυσαν.
因此,雅典的男人们,即便他的公共奉献和作为当真如他稍后将向你们夸夸其谈吹嘘的那样,而非如我所揭露的那般,即使在那种情况下,他也绝没有理由凭借公共奉献来逃脱因其傲慢罪行所应受的惩罚。因为我知道,许多人曾为你们立下无数丰功伟绩,绝非梅狄亚斯这些奉献所能相比:有人赢得了海战,有人攻克了城邦,有人为城邦树立了许多光辉的战功纪念碑;然而,你们从未向他们之中的任何人赐予过、也绝不会赐予这种特权:允许他们每一个人在自己愿意的任何时候、以自己所能的任何方式对其个人仇敌施加傲慢暴行。甚至对哈尔摩狄奥斯和阿里斯托革顿亦是如此;要知道,你们为他们最伟大的功绩赐予了最崇高的奖赏。但如果有人在石碑上补写上: “并准许他们无论想对谁,也都可对其施加傲慢暴行”;你们也绝不会容忍。因为他们之所以获得其他奖赏,恰恰就是因为他们制止了行凶施暴者。
ὅτι τοίνυν καὶ κεκόμισται χάριν, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν, οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν (μικρὰ γὰρ αὕτη γέ τις ἦν), ἀλλὰ καὶ τῶν μεγίστων, καὶ τοῦτο βούλομαι δεῖξαι, ἵνα μηδʼ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν, ὄντα τοιοῦτον οἷός ἐστι, καὶ πάλιν ἵππαρχον, ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον, καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην, καὶ τὰ τοιαῦτα δή.
雅典的男人们,因此我还想向你们证明:他从你们那里获得的报偿,不仅足以抵偿他自己所承担的那些公共奉献(那些原本就微不足道),甚至抵得上最重大的奉献,免得你们以为还欠这个可憎之徒什么。因为,雅典的男人们,尽管他是这样一个劣迹斑斑的人,你们却选任他为帕拉洛斯号的司库;又选他为骑兵长官,尽管他在游行中甚至连骑马穿过集市都做不到;还选他为密仪监督官、祭牲官、购牛官等等。
εἶτα πρὸς τῶν θεῶν τὸ τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν καὶ πονηρίαν ταῖς παρʼ ὑμῶν ἀρχαῖς καὶ τιμαῖς καὶ χειροτονίαις ἐπανορθοῦσθαι μικρὰν ὑπολαμβάνετʼ εἶναι δωρειὰν καὶ χάριν; καὶ μὴν εἴ τις αὐτοῦ ταῦτʼ ἀφέλοιτο ἱππάρχηκα, τῆς Παράλου ταμίας γέγονα, τίνος ἔστʼ ἄξιος οὗτος;
那么以众神的名义,他那生性中的恶劣、怯懦与卑鄙,凭借你们所授予的官职、荣耀与票选而得到洗刷和弥补,难道你们认为这是一份微不足道的赏赐和恩惠吗?若是有人剥夺了他口中的这些资本: “我曾任骑兵长官,我曾任帕拉洛斯号司库”,此人究竟还能值几何?
ἀλλὰ μὴν κἀκεῖνό γʼ ἐπίστασθε, ὅτι τῆς μὲν Παράλου ταμιεύσας Κυζικηνῶν ἥρπασε πλεῖν ἢ πέντε τάλαντα, ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην, πάντα τρόπον περιωθῶν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκεν, τὰ χρήματα δʼ αὐτὸς ἔχει· ἵππαρχος δὲ χειροτονηθεὶς λελύμανται τὸ ἱππικὸν ὑμῶν, τοιούτους θεὶς νόμους οὓς πάλιν αὐτὸς ἔξαρνος ἦν μὴ τεθεικέναι.3
况且你们也深知这一点:当他担任帕拉洛斯号司库时,曾从基济科斯人手中掠夺了五塔兰同以上的财物,为了免受惩罚,他千方百计地排挤和逼迫那些人,践踏司法协定,使得那座城邦成了我们城邦的敌人,而钱财却留在了他自己手中;在他当选骑兵长官后,他败坏了你们的骑兵队伍,制定了那样一些法令,以至于后来他自己都矢口否认曾制定过它们。
- 168παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει
属格独立结构中的按意义一致(constructio ad sensum):单数集合名词 τοῦ στόλου 与复数分词 πλεόντων 搭配,意指组成舰队的各个船只和乘员。
- 169οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν
使用了人称句构(δίκαιος ἂν ἦν + 不定词 ἐκφυγεῖν,意为“他理应得不到……的豁免”)来替代常见的无人称句构(οὐκ ἂν δίκαιον ἦν)。此外,ὧν ὕβρικεν 为关系代词内宾格的吸引同化现象(源自 τούτων ἃ ὕβρικεν)。
- 173ἔξαρνος ἦν μὴ τεθεικέναι
在表示否认含义的词组(ἔξαρνος εἶναι)之后的补足不定词前,带有赘余否定词 μή。按照希腊语惯用语法,否定/否认动词后常加 μή,但所否认的内容本身是肯定的(即“否认自己曾制定”,而非“否认自己没制定”)。
