- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:159-166
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼揭露梅狄亚斯私人的奢靡对城邦大众毫无益处,其自诩的捐献战船之举不过是为了逃避前往塔密奈的骑兵战役,并通过与其他兼顾公共捐助与人身兵役的体弱公民进行对比,谴责其卑劣的临阵脱逃行为。
ἐγὼ δʼ ὅσα μὲν τῆς ἰδίας τρυφῆς εἵνεκα Μειδίας καὶ περιουσίας κτᾶται, οὐκ οἶδʼ ὅ τι τοὺς πολλοὺς ὑμῶν ὠφελεῖ· ἃ δʼ ἐπαιρόμενος τούτοις ὑβρίζει, ἐπὶ πολλοὺς καὶ τοὺς τυχόντας ἡμῶν ἀφικνούμενʼ ὁρῶ. οὐ δεῖ δὴ τὰ τοιαῦθʼ ἑκάστοτε τιμᾶν οὐδὲ θαυμάζειν ὑμᾶς, οὐδὲ τὴν φιλοτιμίαν ἐκ τούτων κρίνειν, εἴ τις οἰκοδομεῖ λαμπρῶς ἢ θεραπαίνας κέκτηται πολλὰς ἢ σκεύη, ἀλλʼ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ,1 ὧν ἅπασι μέτεστι τοῖς πολλοῖς ὑμῶν· ὧν οὐδὲν εὑρήσετε τούτῳ προσόν.
至于梅狄亚斯为了个人奢靡与排场而购置的那些财物,我不知道对你们大众有何益处;但我却看到,他因这些财物而自鸣得意所施加的傲慢暴行,落到了我们许多人、甚至是普通人身上。因此,你们绝不应当在每次都对这类事物表示尊崇或赞叹,也不应根据某人是否建造了华丽的宅邸、拥有众多的女仆或器具,来评判其对城邦的荣誉心;相反,你们应当尊崇的,是在你们大众所有人都能分享的事项上显现出卓越与慷慨的人——而在这些方面,你们会发现他毫无建树。
ἀλλὰ νὴ Δία τριήρη ἐπέδωκεν· ταύτην γὰρ οἶδʼ ὅτι θρυλήσει, καὶ φήσει ἐγὼ ὑμῖν τριήρη ἐπέδωκα. οὑτωσὶ δὴ ποιήσατε. εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλοτιμίας εἵνεκα ταύτην ἐπέδωκεν, ἣν προσήκει τῶν τοιούτων ἔχειν χάριν, ταύτην ἔχετʼ αὐτῷ καὶ ἀπόδοτε, ὑβρίζειν δὲ μὴ δῶτε· οὐδενὸς γὰρ πράγματος οὐδʼ ἔργου τοῦτο συγχωρητέον. εἰ δὲ δὴ καὶ δειλίας καὶ ἀνανδρίας εἵνεκα δειχθήσεται τοῦτο πεποιηκώς, μὴ παρακρουσθῆτε. πῶς οὖν εἴσεσθε; ἐγὼ καὶ τοῦτο διδάξω· ἄνωθεν δέ, βραχὺς γάρ ἐσθʼ ὁ λόγος, λέξω.
“但是凭宙斯起誓,他捐助了一艘三列桨座战船!”因为我知道他定会翻来覆去念叨这件事,并且会说: “我给你们捐献了一艘三列桨战船。” 那么,请你们就这样做:雅典的男人们,如果他是出于荣誉心捐献了这艘船,那就请你们对他心存感激并回报这种行径理应获得的谢意,但绝不要纵容他横行霸道;因为绝不能为了任何功绩或作为而容许这种非分之举。可是,如果事实证明他做出此举完完全全是出于胆怯与懦弱,你们就不要受他蒙骗。那么,你们怎样才能明晓真相呢?我将把这一点也向你们讲明;因为事情并不复杂,我就从头说起。
ἐγένοντʼ εἰς Εὔβοιαν ἐπιδόσεις παρʼ ὑμῖν πρῶται· τούτων οὐκ ἦν Μειδίας, ἀλλʼ ἐγώ, καὶ συντριήραρχος ἦν μοι Φιλῖνος ὁ Νικοστράτου. ἕτεραι δεύτεραι μετὰ ταῦτʼ εἰς Ὄλυνθον· οὐδὲ τούτων ἦν Μειδίας. καίτοι τόν γε δὴ φιλότιμον πανταχοῦ προσῆκεν ἐξετάζεσθαι. τρίται νῦν αὗται γεγόνασιν ἐπιδόσεις· ἐνταῦθʼ ἐπέδωκεν. πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων παρὼν οὐκ ἐπεδίδου τότε· ἐπειδὴ δὲ πολιορκεῖσθαι τοὺς ἐν Ταμύναις στρατιώτας ἐξηγγέλλετο, καὶ πάντας ἐξιέναι τοὺς ὑπολοίπους ἱππέας, ὧν εἷς οὗτος ἦν, προεβούλευσεν ἡ βουλή, τηνικαῦτα φοβηθεὶς τὴν στρατείαν ταύτην εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν, πρὶν καὶ προέδρους καθέζεσθαι, παρελθὼν ἐπέδωκεν. τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν,2 ὅτι τὴν στρατείαν φεύγων, οὐ φιλοτιμίᾳ, τοῦτʼ ἐποίησεν; τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ.
起初,在你们之中举行了针对埃维亚的第一次自愿捐献;梅狄亚斯不在这些捐资者之列,而我却在,当时尼科斯特拉托斯之子菲利诺斯与我共同担任舰长。后来,又针对奥林索斯举行了第二次捐献;梅狄亚斯同样不在其列。然而,一个真正热爱荣誉的人本应当在任何场合都经得起检验。现在,进行了这第三次捐献;在这时他捐了。他是怎样捐的呢?当五百人议事会举行自愿捐献时,他当时在场却没有捐献;然而,当传来在塔密奈的士兵遭到围困的消息,并且议事会通过预案决定所有剩余的骑兵(此人便是其中之一)全数出征时,他畏惧这次战役,于是在接下来的公民大会上,趁着主席团甚至还没就座,就抢步上前宣布捐献。究竟根据什么可以昭然若是,以至于他本人都无法反驳他是为了逃避兵役而非出于荣誉心才这么做的呢?正是根据他后来的所作所为。
τὸ μὲν γὰρ πρῶτον, ὡς οὐκ ἐδόκει, προϊούσης τῆς ἐκκλησίας καὶ λόγων γιγνομένων, τῆς τῶν ἱππέων βοηθείας ἤδη δεῖν, ἀλλʼ ἀνεπεπτώκει τὰ τῆς ἐξόδου, οὐκ ἀνέβαινʼ ἐπὶ τὴν ναῦν ἣν ἐπέδωκεν, ἀλλὰ τὸν μέτοικον ἐξέπεμψε τὸν Αἰγύπτιον, Πάμφιλον, αὐτὸς δὲ μένων ἐνθάδε τοῖς Διονυσίοις διεπράττετο ταῦτʼ ἐφʼ οἷς νυνὶ κρίνεται· ἐπειδὴ δʼ ὁ στρατηγὸς Φωκίων μετεπέμπετο τοὺς ἐξ Ἀργούρας ἱππέας ἐπὶ τὴν διαδοχὴν καὶ κατείληπτο σοφιζόμενος,3 τόθʼ ὁ δειλὸς καὶ κατάρατος οὑτοσὶ λιπὼν τὴν τάξιν ταύτην ἐπὶ τὴν ναῦν ᾤχετο, καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρʼ ὑμῖν ἱππέων, τούτοις οὐ συνεξῆλθεν. εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν, εἰς τὴν γῆν δῆλον ὅτι ᾤχετʼ ἄν.
因为起初,随着公民大会的进行和各种发言的展开,似乎并不急需骑兵的增援,出征之事随之搁置,这时他便不愿登上自己所捐的那艘战船,反而派遣了外邦侨民、埃及人潘菲洛斯去,而他自己则留在此地,并在狄奥尼索斯节期间犯下了如今正接受审判的这些罪行;可是,当将领福基翁从阿尔古拉召集骑兵前往接替,而他的算计被当场识破时,这个怯懦而该诅咒的家伙便丢下骑兵的阵位逃到了船上,对于你们之中他自认为有资格统领的那些骑兵,他并未随同出征。如果海上有什么危险,显然他早就会逃向陆地了。
οὐ μὴν Νικήρατός γʼ οὕτως ὁ τοῦ Νικίου, ὁ ἀγαπητός, ὁ ἄπαις, ὁ παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων ὁ τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος ὁ τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ ὁ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.
然而尼客阿斯之子尼克拉托斯绝不是这样做的——那个备受爱戴、无子嗣、身体极其羸弱的人;艾西翁之子尤克特蒙不是这样做的;斯特拉托克勒斯之子尤梯德穆斯也不是这样做的。他们每个人都自愿捐献了三列桨战船,却并未借此逃避兵役,而是一方面作为恩惠与礼物将战船提供给城邦航行,另一方面在法律要求的地方,自愿亲身服役履行职责。
ἀλλʼ οὐχ ὁ ἵππαρχος Μειδίας, ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν λιπών, οὗ δίκην ὀφείλει τῇ πόλει δοῦναι, τοῦτʼ ἐν εὐεργεσίας ἀριθμήσει μέρει. καίτοι τὴν τοιαύτην τριηραρχίαν, ὢ πρὸς θεῶν, πότερον τελωνίαν καὶ πεντηκοστὴν καὶ λιποτάξιον καὶ στρατείας ἀπόδρασιν καὶ πάντα τὰ τοιαῦθʼ ἁρμόττει καλεῖν, ἢ φιλοτιμίαν; οὐδένα γὰρ τρόπον ἄλλον ἐν τοῖς ἱππεῦσιν αὑτὸν ἀτελῆ ποιῆσαι στρατείας δυνάμενος ταύτην εὕρηκε Μειδίας καινὴν ἱππικήν τινα πεντηκοστήν.
然而骑兵长官梅狄亚斯却并非如此;他擅离法律所规定的岗位,本该为此向城邦承担罪责,如今却企图将此列入立功受奖之列。以众神的名义,这样的三列桨战船舰长职役,究竟应当被称为包税、百分之二税、临阵脱逃和躲避兵役等诸如此类的行径,还是应当被称为荣誉心呢?因为梅狄亚斯别无他法让自己免除骑兵的兵役,便发明了这样一种新型的“骑兵百分之二税”。
- 159ἀλλʼ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ
承接前文的 οὐ δεῖ ... ὑμᾶς, οὐδὲ ... κρίνειν,在 ἀλλά 之后省略了主句谓语(如 [τοῦτον δεῖ τιμᾶν / θαυμάζειν])。带有 ὅς ἄν 的关系从句引导泛指条件,自身包含先行词,在此充当相当于宾格的成分,意为“[你们应当赞赏/评判]凡是在……中展现出卓越与慷慨的人”。
- 162τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν
τῷ 是疑问代词 τίς 的单数与格形式(τίνι 的紧缩形),用作手段/根据与格,表示“依据什么得以明了”。紧随其后的 τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ 同样以与格形式给出直接回答,构成设问辞格(hypophora)。此外,在 ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν 中,ἔχω 接不定词表示能力(“能够反驳”)。
- 164καὶ κατείληπτο σοφιζόμενος
动词 καταλαμβάνω 与分词连用表示“做某事时被当场捉住/被看穿”。过去完成时被动态 κατείληπτο 表现出其诡计已被当场识破并陷入困境的状态。主格分词 σοφιζόμενος 直接补充说明主语(梅狄亚斯),意为“在耍花招/施展狡计之际被当场抓个正着”。
