← 狄摩西尼

控诉美狄亚斯

§151-158

揭露梅狄亚斯在公役与纳税上的虚伪夸耀

德摩斯梯尼披露梅狄亚斯的同伙曾以其公共捐助和财富为由劝诱和解并寻求轻判,随后通过对比自己与对方的年龄、公役、战船指挥及纳税记录,揭露了梅狄亚斯的夸耀纯属虚伪与虚荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§151

τοσούτων τοίνυν καὶ τοιούτων ὄντων ἃ τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ βεβίωται,1 ἔνιοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, τῶν χρωμένων αὐτῷ, παραινοῦντες ἀπαλλαγῆναι καὶ καθυφεῖναι τὸν ἀγῶνα τουτονί, ἐπειδή με μὴ πείθοιεν,2 ὡς μὲν οὐ πολλὰ καὶ δεινὰ πεποίηκεν οὗτος καὶ δίκην ἡντινοῦν ἂν δοίη δικαίως τῶν πεπραγμένων, οὐκ ἐτόλμων λέγειν, ἐπὶ ταῦτα δʼ ἀπήντων ὡς ἑάλωκεν ἤδη καὶ κατεψήφισται· τίνος τιμήσειν αὐτῷ προσδοκᾷς τὸ δικαστήριον; οὐχ ὁρᾷς ὅτι πλουτεῖ καὶ τριηραρχίας ἐρεῖ καὶ λῃτουργίας; σκόπει δὴ μὴ τούτοις αὑτὸν ἐξαιτήσηται, καὶ ἐλάττω πολὺ τῇ πόλει καταθεὶς ἢ ὅσα σοι δίδωσι καταγελάσῃ.

既然这个可鄙且无耻之徒所做下的恶行是如此之多、性质如此恶劣,审判官先生们,与他交往的某些人便来找我,劝我同他和解并撤销这场诉讼;当他们无法说服我时,他们不敢说此人没有做过许多可怕的事,也不敢说他对所作所为受任何惩罚不是罪有应得,而是用这样一番话来应对: “他如今已然被判定有罪,等同于被定罪了;你指望法庭会判他什么样的罚金呢?难道你看不出他富有,而且会搬出三列桨座战船指挥职役和公共公益捐助吗?所以你当心,免得他借此求得赦免,并在向城邦缴纳了远少于他要给你的数额之后,反过来嘲笑你。”

§152

ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγιγνώσκω, οὐδʼ ὑπολαμβάνω τιμήσειν οὐδὲν ἐλάττονος τούτῳ ἢ ὅσον καταθεὶς οὗτος παύσεται τῆς ὕβρεως· τοῦτο δʼ ἐστὶ μάλιστα μὲν θάνατος, εἰ δὲ μή, πάντα τὰ ὄντʼ ἀφελέσθαι. ἔπειθʼ ὑπὲρ τῶν τούτου λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν τοιούτων λόγων ὡδὶ γιγνώσκω.

然而首先,我对你们绝无卑下不敬的看法,也不认为你们会判处他少于足以让他停止傲慢狂妄的任何罚金;而这最好的惩罚是死刑,如果不是,就是没收其全部财产。其次,关于他的公共捐助、战船指挥职役以及这类说辞,我的看法如下。

§153

εἰ μέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ λῃτουργεῖν τοῦτο, τὸ ἐν ὑμῖν λέγειν ἐν ἁπάσαις ταῖς ἐκκλησίαις καὶ πανταχοῦ ἡμεῖς οἱ λῃτουργοῦντες, ἡμεῖς οἱ προεισφέροντες ὑμῖν, ἡμεῖς οἱ πλούσιοί ἐσμεν, εἰ τὸ τὰ τοιαῦτα λέγειν, τοῦτʼ ἔστιν λῃτουργεῖν, ὁμολογῶ Μειδίαν ἁπάντων τῶν ἐν τῇ πόλει λαμπρότατον γεγενῆσθαι· ἀποκναίει γὰρ ἀηδίᾳ δήπου καὶ ἀναισθησίᾳ καθʼ ἑκάστην τὴν ἐκκλησίαν ταῦτα λέγων.

雅典的男人们,如果所谓的公共捐助就是指在每一次公民大会上以及所有地方当着你们的面这样宣称: “我们是履行公益职役的人,我们是为你们垫付特别战争税的人,我们是富人,”如果说出这样的话就等同于履行公益职役,那我承认梅狄亚斯成了城邦中最显赫耀眼的人物;因为他在每次公民大会上说这些话,着实以他的令人作呕和愚钝麻木把大家折磨得够呛。

§154

εἰ μέντοι τί ποτʼ ἐστὶν ἃ λῃτουργεῖ τῇ ἀληθείᾳ δεῖ σκοπεῖν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· καὶ θεάσασθʼ ὡς δικαίως αὐτὸν ἐξετάσω, πρὸς ἐμαυτὸν κρίνων. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, γεγονὼς ἔτη περὶ πεντήκοντʼ ἴσως ἢ μικρὸν ἔλαττον οὐδὲν ἐμοῦ πλείους λῃτουργίας ὑμῖν λελῃτούργηκεν, ὃς δύο καὶ τριάκοντʼ ἔτη γέγονα. κἀγὼ μὲν κατʼ ἐκείνους τοὺς χρόνους ἐτριηράρχουν, εὐθὺς ἐκ παίδων ἐξελθών, ὅτε σύνδυʼ ἦμεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντʼ ἐκ τῶν ἰδίων καὶ τὰς ναῦς ἐπληρούμεθʼ αὐτοί· οὗτος δέ, ὅτε μὲν κατὰ ταύτην τὴν ἡλικίαν ἦν ἣν ἐγὼ νῦν, οὐδέπω λῃτουργεῖν ἤρχετο, τηνικαῦτα δὲ τοῦ πράγματος ἧπται, ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους πεποιήκατε συντελεῖς ὑμεῖς, παρʼ ὧν εἰσπραττόμενοι τάλαντον ταλάντου μισθοῦσι τὰς τριηραρχίας οὗτοι, εἶτα πληρώμαθʼ ἡ πόλις παρέχει καὶ σκεύη δίδωσιν, ὥστʼ αὐτῶν ἐνίοις τῇ ἀληθείᾳ τὸ μηδὲν ἀναλῶσαι καὶ δοκεῖν λελῃτουργηκέναι καὶ τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι περίεστιν.3

但是,如果必须考察他在事实上究竟履行了哪些捐助,我将告诉你们;请看我将他与我自己作对比来评判,是何等公正地审视他。雅典的男人们,此人如今大概五十岁,或者稍小一点,但他为你们承担的公益捐助绝不比我这个三十二岁的人更多。而我在当年刚脱离少年时期就担任了战船指挥,那时我们是由两人合任战船指挥,所有的费用都出自私囊,船员也是我们自己招募;而他呢,当他处于我现在的年纪时,甚至都还没有开始履行任何公益捐助,直到这样的时候才插手这项事务:首先,你们已经设立了一千二百名联合纳税人,这些人从联合纳税人那里征收一个塔兰同,并以一个塔兰同的价格将战船指挥职役转包出去;其次,城邦提供船员并配备装备,以至于对他们中的某些人而言,实际上的余利竟是一文不花,却博得了履行公益捐助的名声,并得以免除其他公共职役。

§156

ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοῖς κεχορήγηκέ ποθʼ οὗτος, ἐγὼ δʼ αὐληταῖς ἀνδράσιν. καὶ ὅτι τοῦτο τἀνάλωμʼ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου. κἀγὼ μὲν ἐθελοντὴς νῦν, οὗτος δὲ καταστὰς ἐξ ἀντιδόσεως τότε, οὗ χάριν οὐδεμίαν δήπου δικαίως ἄν τις ἔχοι. τί ἔτι; εἱστίακα τὴν φυλὴν ἐγὼ καὶ Παναθηναίοις κεχορήγηκα, οὗτος δʼ οὐδέτερα.

而且,还有什么呢?他曾为悲剧担任过合唱队主持,而我是为男子吹笛手担任主持;这笔开销远大于那一笔花费,想必无人不知。况且我这一次是出于自愿,而他当年是通过财产交换的诉讼被迫就任的,对此想必任何人都绝不会理所当然地心存感激。还有什么呢?我曾宴请过我所在的部落,并曾在泛雅典娜节担任过合唱队主持,而这两件事他一件都没做过。

§157

ἡγεμὼν συμμορίας ὑμῖν ἐγενόμην ἐγὼ ἔτη δέκα, ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ καὶ Καλλαίσχρῳ καὶ τοῖς πλουσιωτάτοις, εἰσφέρων οὐκ ἀφʼ ὑπαρχούσης οὐσίας (ὑπὸ γὰρ τῶν ἐπιτρόπων ἀπεστερήμην), ἀλλʼ ἀπὸ τῆς δόξης ὧν ὁ πατήρ μοι κατέλιπεν4 καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα κομίσασθαι. ἐγὼ μὲν οὖν οὕτως ὑμῖν προσενήνεγμαι, Μειδίας δὲ πῶς; οὐδέπω καὶ τήμερον συμμορίας ἡγεμὼν γέγονεν, οὐδὲν τῶν πατρῴων ἀποστερηθεὶς ὑπʼ οὐδενός, ἀλλὰ παρὰ τοῦ πατρὸς πολλὴν οὐσίαν παραλαβών.

我曾为你们担任过纳税集团的领袖长达十年,与福尔米昂、吕西特伊得斯、卡莱斯克罗斯以及最富有的人缴纳同等的税额,不是从现有的财产中支付(因为我的财产被监护人们剥夺了),而是根据我父亲留给我的遗产、以及我通过成年资格审查后本该合法获得的财产声誉来预估纳税的。我对待你们是如此,但梅狄亚斯又是怎样的呢?他从未被任何人剥夺过任何祖产,而是从父亲那里继承了丰厚的家财,直到今天却连纳税集团的领袖都未曾担任过。

§158

τίς οὖν ἡ λαμπρότης, ἢ τίνες αἱ λῃτουργίαι καὶ τὰ σέμνʼ ἀναλώματα τούτου; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ, πλὴν εἰ ταῦτά τις θεωρεῖ· οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τοσαύτην ὥστε πᾶσιν ἐπισκοτεῖν τοῖς ἐν τῷ τόπῳ, καὶ εἰς μυστήρια τὴν γυναῖκʼ ἄγει, κἂν ἄλλοσέ ποι βούληται, ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος, καὶ τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων διὰ τῆς ἀγορᾶς σοβεῖ, κυμβία καὶ ῥυτὰ καὶ φιάλας ὀνομάζων οὕτως ὥστε τοὺς παριόντας ἀκούειν.

那么,他的显赫究竟在哪里?或者他的那些公益职役和令人肃然起敬的巨额开销又在何处呢?反正我是看不出来的,除非有人把以下这些算在内:他在埃琉西斯建造了一座巨大的宅邸,甚至遮挡了当地所有建筑的采光;他用一双产自西库昂的白马拉着马车,送妻子去参加秘仪,或者去她想去的任何别处;他自己带着三四个侍从在阿哥拉广场上趾高气扬地大步昂首走过,大声报出各种高脚酒杯、来通角杯和浅盘的名字,以至于让过路的人都能听得清清楚楚。

语法注4 条
  1. 151ἃ τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ βεβίωται

    在由完成时被动态动词 βεβίωται 构成的从句中,τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ 是行为者与格(dative of agent),关系代词 ἃ(先行词为 τοσούτων καὶ τοιούτων)作语法主语,字面意为“被这个可鄙无耻之徒所度过/做出的事情”。

  2. 151ἐπειδή με μὴ πείθοιεν

    在连词 ἐπειδή 引导的从句中,使用祈愿语气 πείθοιεν 表示过去时间里的重复或反复行为(past general optative),意为“每当他们无法说服我时”或“当他们屡次劝说我不成时”。

  3. 155ὥστʼ αὐτῶν ἐνίοις τῇ ἀληθείᾳ τὸ μηδὲν ἀναλῶσαι καὶ δοκεῖν λελῃτουργηκέναι καὶ τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι περίεστιν

    在由 ὥστε 引导的结果从句中,主动词是带有“结余/得利”之意的 περίεστιν,与格 αὐτῶν ἐνίοις 表示受益者。主语是由定冠词 τὸ 统领的三个并列不定式短语(μηδὲν ἀναλῶσαι, δοκεῖν λελῃτουργηκέναι, 以及 τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι),骨架为“结果对他们中的某些人而言,实际上一文不花、却博得履行公役的名声并免除其他公役,反倒成了一种赢余”。

  4. 157ἀπὸ τῆς δόξης ὧν ὁ πατήρ μοι κατέλιπεν

    关系代词 ὧν 受被省略的先行词 τούτων(依存于 δόξης 的属格)的影响,从原本宾格 ἃ 发生格吸引(attraction)变为属格,相当于 ἀπὸ τῆς δόξης τούτων ἃ...。此处指依据其父所遗留财产的估值声誉来评定税额。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:151-158