← 狄摩西尼

控诉美狄亚斯

§143-150

惩处阿尔基比亚德斯的前例与梅狄亚斯的狂妄

演说者回顾了先祖们因阿尔基比亚德斯的狂妄而严加惩处的前例,指出即使是功勋卓著的名门贵族亦不得肆意妄为,因此对于毫无功绩、出身卑微且生性野蛮的梅狄亚斯绝不可予以宽恕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§143

λέγεται τοίνυν ποτʼ ἐν τῇ πόλει κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων καὶ ποίων τινῶν πρὸς τὸν δῆμον πῶς ἐχρήσανθʼ1 ὑμῶν οἱ πρόγονοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι. καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος τούτου μέμνημαι τοῦ λόγου (οὐχ οὕτως εἴμʼ ἄφρων οὐδʼ ἀπόπληκτος ἐγώ), ἀλλʼ ἵνʼ εἰδῆθʼ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶθʼ ὅτι οὐδὲν οὔτʼ ἔστιν οὔτʼ ἔσται, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, ὅ τι τοῖς πολλοῖς ὑμῖν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν.

据说,昔日在那段古老的繁荣时期,城邦里曾有一位名叫阿尔基比亚德斯的人物。请你们看一看,他在对民众拥有何等深厚、何等重大的功绩的情况下,当他认为自己可以肆无忌惮地胡作非为、横行霸道时,你们的先祖是如何对待他的。我提及这段往事,绝不是要把梅狄亚斯比作阿尔基比亚德斯(我还不至于如此愚蠢或神志不清),而是为了让你们雅典的男人们明白并认识到:无论出身、财富还是权势,只要伴随着傲慢暴戾,就绝没有任何东西是值得身为大多数的你们去容忍的,现在没有,将来也不会有。

§144

ἐκεῖνος γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγεται πρὸς πατρὸς μὲν Ἀλκμεωνιδῶν εἶναι (τούτους δέ φασιν ὑπὸ τῶν τυράννων ὑπὲρ τοῦ δήμου στασιάζοντας ἐκπεσεῖν, καὶ δανεισαμένους χρήματʼ ἐκ Δελφῶν ἐλευθερῶσαι τὴν πόλιν καὶ τοὺς Πεισιστράτου παῖδας ἐκβαλεῖν), πρὸς δὲ μητρὸς Ἱππονίκου καὶ ταύτης τῆς οἰκίας ἧς ὑπάρχουσι πολλαὶ καὶ μεγάλαι πρὸς τὸν δῆμον εὐεργεσίαι.

雅典的男人们,据说那个男人的父系出自阿尔克迈翁家族(人们说这个家族当年为了民众与僭主抗争而被驱逐,从德尔斐借得钱财解放了城邦,并将珀伊西斯特拉托斯的儿子们赶逐出去),母系则出自希波尼科斯以及那个对民众有着诸多重大恩德的名门望族。

§145

οὐ μόνον δὲ ταῦθʼ ὑπῆρχεν αὐτῷ, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα δὶς μὲν ἐν Σάμῳ, τρίτον δʼ ἐν αὐτῇ τῇ πόλει, τῷ σώματι τὴν εὔνοιαν, οὐ χρήμασιν οὐδὲ λόγοις ἐνεδείξατο τῇ πατρίδι. ἔτι δʼ ἵππων Ὀλυμπίασιν ἀγῶνες ὑπῆρχον αὐτῷ καὶ νῖκαι καὶ στέφανοι, καὶ στρατηγὸς ἄριστος, καὶ λέγειν ἐδόκει πάντων, ὥς φασιν, εἶναι δεινότατος.

他不仅拥有这些出身优势,而且他自己也曾为了民众两度在萨摩斯、第三次在城邦本土拿起武器,用自己的身躯而非金钱或言辞向祖国表明忠诚。此外,他在奥林匹亚拥有赛马竞技的荣誉、胜利和冠冕,是一位极优秀的将领,而且正如人们所说,被公认为最善言辞之人。

§146

ἀλλʼ ὅμως οἱ κατʼ ἐκεῖνον ὑμέτεροι πρόγονοι οὐδενὸς τούτων αὐτῷ συνεχώρησαν ὑβρίζειν αὑτούς,2 ἀλλὰ ποιήσαντες φυγάδʼ ἐξέβαλον· καὶ Λακεδαιμονίων ὄντων ἰσχυρῶν τότε, καὶ Δεκέλειαν ἑαυτοῖς ἐπιτειχισθῆναι καὶ τὰς ναῦς ἁλῶναι καὶ πάνθʼ ὑπέμειναν, ὁτιοῦν ἄκοντες παθεῖν κάλλιον εἶναι νομίζοντες ἢ ἑκόντες ὑβρίζεσθαι συγχωρῆσαι.

然而,当时的你们的先祖并没有因这其中的任何一件而容许他侮辱他们,反而将他定罪流放,逐出境外;尽管当时斯巴达人势力强大,先祖们宁可忍受德凯莱亚被筑垒封锁、战舰被俘以及一切苦难,因为他们认为,违背意愿承受任何遭遇,也比自愿容忍被人侮辱要高尚得多。

§147

καίτοι τί τοσοῦτον ἐκεῖνος ὕβρισεν, ἡλίκον οὗτος νῦν ἐξελήλεγκται; Ταυρέαν ἐπάταξε χορηγοῦντʼ ἐπὶ κόρρης. ἔστω ταῦτα, ἀλλὰ χορηγῶν γε χορηγοῦντα τοῦτʼ ἐποίησεν, οὔπω τόνδε τὸν νόμον παραβαίνων· οὐ γὰρ ἔκειτό πω. εἷρξεν Ἀγάθαρχον τὸν γραφέα· καὶ γὰρ ταῦτα λέγουσιν. λαβὼν γέ τι πλημμελοῦνθʼ ὥς φασιν· ὅπερ οὐδʼ ὀνειδίζειν ἄξιον. τοὺς Ἑρμᾶς περιέκοπτεν. ἅπαντα μέν, οἶμαι, τἀσεβήματα τῆς αὐτῆς ὀργῆς δίκαιον ἀξιοῦν· τὸ δʼ ὅλως ἀφανίζειν ἱερὰ ἔσθʼ ὅ τι τοῦ κόπτειν διαφέρει· οὐκοῦν οὗτος ἐξελήλεγκται τοῦτο ποιῶν.

然而,那个男人所犯下的暴行,又何尝能与此人如今被证实的罪行相比呢?他打了合唱队主持者陶瑞阿斯的耳光。就算有这回事吧,但他这样做是以合唱队主持者的身份对另一位合唱队主持者所为,并没有触犯这条法律,因为当时法律尚未订立。他关押了画家阿伽塔尔科斯;确实人们也这么说,但人们说是因为抓到了他做错事的把柄——这根本不值一提。他毁损了赫尔墨斯神像。我认为,将一切不敬神之举视为配得同等的愤怒固然是公正的;但将圣物彻底毁灭与毁损神像难道有什么不同吗?而此人如今正是被证实做下了这种彻底毁灭圣物的事。

§148

ἀντιθῶμεν δὴ τίς ὢν καὶ τίσι ταῦτʼ ἐνδεικνύμενος. μὴ τοίνυν ὑμῖν, πρὸς τῷ μὴ καλόν, μηδὲ θεμιτὸν νομίζετʼ, ἄνδρες δικασταί, μηδʼ ὅσιον εἶναι τοιούτων ἀνδρῶν οὖσιν ἀπογόνοις, πονηρὸν καὶ βίαιον καὶ ὑβριστὴν λαβοῦσιν ἄνθρωπον καὶ μηδένα μηδαμόθεν, συγγνώμης ἢ φιλανθρωπίας ἢ χάριτός τινος ἀξιῶσαι. τίνος γὰρ εἵνεκα; τῶν στρατηγιῶν· ἀλλʼ οὐδὲ καθʼ αὑτὸν στρατιώτης οὗτος οὐδενός ἐστʼ ἄξιος, μή τί γε τῶν ἄλλων ἡγεμών.3 ἀλλὰ τῶν λόγων· ἐν οἷς κοινῇ μὲν οὐδὲν πώποτʼ εἶπʼ ἀγαθόν, κακῶς δʼ ἰδίᾳ πάντας ἀνθρώπους λέγει.

让我们来对比一下,他是何等样人,又是对什么样的人施加这些行径的。因此,审判官先生们,对于身为那些杰出人士后代的你们来说,在拿获了一个邪恶、暴戾、狂妄之徒——一个不知从何而来的无名小卒时,绝不要认为宽恕他、施以人情或恩惠除了不光彩之外还是合法且合乎神意的。究竟为了什么缘故呢?为了他的将才吗?可是他连作为一名普通士兵都不值一文,更不用说指挥他人了。还是为了他的言辞呢?然而他在公共场合从未说过一句有益的话,在私下里却把所有人都骂了个遍。

§149

γένους εἵνεκα νὴ Δία· καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους, ὥσπερ ἐν τραγῳδίᾳ, τὰς τούτου γονάς; ᾧ δύʼ ἐναντιώτατα συμβέβηκεν εἶναι· ἡ μὲν γὰρ ὡς ἀληθῶς μήτηρ, ἡ τεκοῦσʼ αὐτόν, πλεῖστον ἁπάντων ἀνθρώπων εἶχε νοῦν, ἡ δὲ δοκοῦσα καὶ ὑποβαλομένη πασῶν ἦν ἀνοητοτάτη γυναικῶν. σημεῖον δέ· ἡ μὲν γὰρ ἀπέδοτʼ εὐθὺς γενόμενον, ἡ δʼ ἐξὸν αὐτῇ βελτίω πρίασθαι τῆς αὐτῆς τιμῆς τοῦτον ἠγόρασεν.

指着宙斯发誓,难道是为了他的门第吗?你们当中有谁不知道他那如同悲剧剧情般不可告人的身世呢?在他身上发生了两件截然相反的事:他的亲生母亲,也就是生他的女人,是所有人中最有心智的;而那个被当作他母亲、将他收养为子的女人,却是所有女人中最愚蠢的。这就是证据:前者在他刚出生时就将他卖掉了,而后者明明可以用同样的价格买一个更好的孩子,却买下了他。

§150

καὶ γάρ τοι διὰ τοῦτο τῶν οὐ προσηκόντων ἀγαθῶν κύριος γεγονώς, καὶ πατρίδος τετυχηκὼς ἣ νόμοις τῶν ἁπασῶν πόλεων μάλιστʼ οἰκεῖσθαι δοκεῖ, οὐδένʼ οἶμαι τρόπον φέρειν οὐδὲ χρῆσθαι τούτοις δύναται, ἀλλὰ τὸ τῆς φύσεως ὡς ἀληθῶς βάρβαρον καὶ θεοῖς ἐχθρὸν ἕλκει καὶ βιάζεται, καὶ φανερὸν ποιεῖ τοῖς παροῦσιν ὥσπερ ἀλλοτρίοις, ὅπερ ἔστιν, αὐτὸν χρώμενον.

正是由于这个缘故,他得到了自己本不配享有的财富,并获得了一个被公认为所有城邦中最为遵法而治的祖国,但我认为,他根本无法承担也无法驾驭这些,而是他那真正野蛮且为神所憎恶的天性在牵引并驱使着他,并清楚地表明:正如实情那样,他把现有的东西当作别人的东西一样使用。

语法注3 条
  1. 143ᾧ σκέψασθε τίνων ὑπαρχόντων καὶ ποίων τινῶν πρὸς τὸν δῆμον πῶς ἐχρήσανθʼ

    关系代词 ᾧ(与格)充当从句中动词 ἐχρήσαντο 的与格补足语,却被前置到句首,中间插入了祈使动词 σκέψασθε 以及独立属格短语 τίνων ὑπαρχόντων...(倒装/超步法 hyperbaton)。全句意为:“请审视在他身上,在对民众拥有何等深厚功绩的情况下,你们的先祖是如何对待他的”。

  2. 146οὐδενὸς τούτων αὐτῷ συνεχώρησαν ὑβρίζειν αὑτούς

    属格短语 οὐδενὸς τούτων 充当原因或交换/代价属格,意为“没有因这其中的任何一件而容许他侮辱他们”。动词 συγχωρέω 支配与格(αὐτῷ)和不定式(ὑβρίζειν),属格短语则表示让步或容忍的依据/条件。

  3. 148μή τί γε τῶν ἄλλων ἡγεμών

    成语性短语 μή τί γε(字面为“更不用说”)跟在否定句后,表示“更不用说……”、“遑论……”。接在前面的“作为普通士兵也毫无价值”之后,强力排除了他成为他人指挥官的可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:143-150