← 狄摩西尼

控诉美狄亚斯

§134-142

攻击骑兵队与勾结伪证团伙滥用权势

演说者谴责梅狄亚斯指控全体骑兵的狂妄行径及其倚仗财富和权势的横暴,揭露其串通假证人的团伙及受害者未能起诉的原由,并要求将其作为城邦公敌予以惩处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§134

εἶτα, εἴ σʼ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων ἤ τις ἄλλος, πάντας ἤλαυνες; εἰ μὲν γὰρ ἐποίεις ταῦτʼ, ὦ Μειδία, ἃ σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ,1 δικαίως κακῶς ἤκουες· καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες. εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου, οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων, ἀλλὰ σοὶ ἐπέχαιρον, δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτʼ ἀκούειν· σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν, οὐκ ἐκείνους διαβάλλειν.

既然如此,如果阿尔克提翁或其他什么人因为这些事嘲弄了你,你就要攻击所有人吗?因为如果你真的做了那些事,梅狄亚斯,就是你的骑兵同伴们所说、而你又指控他们谈论你的那些事,那么你遭受非议完全是咎由自取;因为你不仅侵害并羞辱了他们,侵害并羞辱了在座的诸位审判官,而且侵害并羞辱了整个城邦。但如果你并没有做,而是某些人造谣中伤你,而其余的士兵不仅不责备那些人,反而对你幸灾乐祸,显而易见,这是由于你平素的生活为人让他们觉得你配得上遭受这样的恶评;因此,你本该把自己表现得更为节制,而不是去诽谤他们。

§135

σὺ δʼ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας· τοὺς ἄλλους ἀξιοῖς ὅ τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς ὅ τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον· τοσούτων ἀνθρώπων, ὦ μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, ὃ τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων;

可是你却威胁所有人,攻击所有人;你要求别人考虑你所期望的,你自己却不考虑怎样行事才不会伤害别人。而在我看来,这是狂妄之极的最大明证:你这卑劣的家伙,竟然走上前去,一口气控告了这么一大群人,其他人当中有谁不会因做出这种事而胆战心惊呢?

§136

τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις, ὦ ἄνδρες δικασταί, ἓν μὲν ἢ δύʼ ὄντα τἀδικήμαθʼ ἃ κατηγορεῖται, λόγους δʼ ἀφθόνους τοιούτους ὑπάρχοντας τίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον; τίς ὑμῶν ἐμὲ ταῦθʼ ἑόρακε ποιοῦντα; οὐκ ἔστιν, ἀλλʼ οὗτοι διʼ ἔχθραν καταψεύδονταί μου, καταψευδομαρτυροῦμαι, τὰ τοιαῦτα· τούτῳ δʼ αὖ τἀναντία τούτων.

审判官先生们,我看到所有其他受审的人,被指控的罪行不过是一两件,而他们手头却有大量这样的辩词: “你们当中有谁知道我做过这种事?你们当中有谁见过我干这些?绝无此事,这分明是他们出于仇怨在捏造事实诬陷我,我遭受了伪证,”诸如此类;而对此人而言,情况却完全相反。

§137

πάντας γὰρ ὑμᾶς εἰδέναι νομίζω τὸν τρόπον καὶ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν τοῦ βίου, καὶ πάλαι θαυμάζειν ἐνίους οἴομαι ὧν αὐτοὶ μὲν ἴσασιν, οὐκ ἀκηκόασι δὲ νῦν ἐμοῦ. πολλοὺς δὲ τῶν πεπονθότων οὐδὲ πάνθʼ ὅσʼ ἠδίκηνται μαρτυρεῖν ἐθέλοντας ὁρῶ, τὴν βίαν καὶ τὴν φιλοπραγμοσύνην ὁρῶντας τὴν τούτου καὶ τὴν ἀφορμήν, ἥπερ ἰσχυρὸν ποιεῖ καὶ φοβερὸν τὸν κατάπτυστον τουτονί.

因为我相信,你们所有人都熟知他一生的性情、放肆与傲慢,而且我想,有些人早已对那些他们自己明明知晓、如今却未曾听我提及的事感到诧异。但我看到,许多受害之人甚至不愿为自己所遭受的全部不公作证,因为他们看到了此人的暴力、好管闲事以及他的资财——正是这些东西让这个可鄙的家伙变得强大而令人生畏。

§138

τὸ γὰρ ἐπʼ ἐξουσίας καὶ πλούτου πονηρὸν εἶναι καὶ ὑβριστὴν τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν,2 ἐπεὶ περιαιρεθεὶς οὗτος τὰ ὄντα ἴσως μὲν οὐκ ἂν ὑβρίζοι, εἰ δʼ ἄρα, ἐλάττονος ἄξιος ἔσται τοῦ μικροτάτου παρʼ ὑμῖν· μάτην γὰρ λοιδορήσεται καὶ βοήσεται, δίκην δʼ, ἂν ἀσελγαίνῃ τι, τοῖς ἄλλοις ἡμῖν ἐξ ἴσου δώσει.

因为凭借权势和财富去作恶行暴,就成了一座壁垒,使他免于因突遭打击而受到任何惩罚;因为一旦剥夺了他的财产,他或许就不会再如此狂妄,即便狂妄,他也将比你们当中最微不足道的人还要不值一提;因为他只会白白地辱骂和叫嚣,一旦有任何放肆之举,他就将和我们其余人一样平等地领受惩罚。

§139

νῦν δʼ, οἶμαι, τούτου προβέβληται Πολύευκτος, Τιμοκράτης, Εὐκτήμων ὁ κονιορτός· τοιοῦτοί τινές εἰσι μισθοφόροι περὶ αὐτόν, καὶ πρὸς ἔθʼ ἕτεροι τούτοις, μαρτύρων συνεστῶσʼ ἑταιρεία, φανερῶς μὲν οὐκ ἐνοχλούντων ὑμῖν, σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστʼ ἐπινευόντων. οὓς μὰ τοὺς θεοὺς οὐδὲν ὠφελεῖσθαι νομίζω παρὰ τούτου· ἀλλὰ δεινοί τινές εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, φθείρεσθαι πρὸς τοὺς πλουσίους καὶ παρεῖναι καὶ μαρτυρεῖν.

但如今,我想,波吕欧克托斯、提摩克拉泰斯和“尘埃”欧克泰蒙都被推到他面前充当护牌;他周围就是这样一帮受雇之人,此外还有由证人结成的同伙,他们并不公开惹恼你们,而是在沉默中极轻易地对谎言点头赞同。指着诸神发誓,我认为他们并未从他那里获得任何好处;但是,雅典的男人们,他们极擅长依附富人、到场相伴并作证。

§140

πάντα δὲ ταῦτʼ, οἶμαι, φοβέρʼ ἐστὶ τῶν ἄλλων ὑμῶν ἑκάστῳ καθʼ ἑαυτὸν ὅπως δύναται ζῶντι. οὗπερ εἵνεκα συλλέγεσθʼ ὑμεῖς, ἵνʼ, ὧν καθʼ ἕνʼ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων ἢ φίλοις ἢ τοῖς οὖσιν ἢ τῶν ἄλλων τινί, τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε3 καὶ παύητε τὴν ὕβριν.

我认为,这一切对于你们其余每位尽其所能度日的人来说,都是可怕的。而这正是你们聚集在一起的原因:为了对于你们每个人单独在朋友、财富或其他任何方面有所不如的那些人,通过聚集起来能够压倒他们每一个人,并制止这种狂妄。

§141

τάχα τοίνυν καὶ τοιοῦτός τις ἥξει πρὸς ὑμᾶς λόγος, τί δὴ τὰ καὶ τὰ πεπονθὼς ὁ δεῖνʼ οὐκ ἐλάμβανεν δίκην παρʼ ἐμοῦ; ἢ τί δὴ πάλιν ἄλλον ἴσως τινὰ τῶν ἠδικημένων ὀνομάζων. ἐγὼ δὲ διʼ ἃς μὲν προφάσεις ἕκαστος ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ, πάντας ὑμᾶς εἰδέναι νομίζω· καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη καὶ τὸ μὴ δύνασθαι λέγειν καὶ ἀπορία καὶ μυρίʼ ἐστὶν αἴτια·

因此,或许还会有这样一种说辞呈现在你们面前: “那么,某某人遭受了这样那样的对待,为何没有向我索求惩处呢?” 或者,“那么,为什么……” 他可能会指名道姓地提及另一个受害者。但我相信你们全都知道,每个人究竟是出于何种借口而放弃自卫的;因为无暇顾及、怕惹是非、不善言辞、穷困匮乏,有着数不胜数的缘由。

§142

προσήκειν μέντοι τούτῳ μὴ ταῦτα λέγειν ἡγοῦμαι νυνί, ἀλλʼ ὡς οὐ πεποίηκέ τι τούτων ὧν αὐτοῦ κατηγόρηκα διδάσκειν, ἐὰν δὲ μὴ δύνηται, διὰ ταῦτʼ ἀπολωλέναι πολὺ μᾶλλον, εἰ γὰρ τηλικοῦτός τίς ἐστιν ὥστε τοιαῦτα ποιῶν δύνασθαι καθʼ ἕνʼ ἕκαστον ἡμῶν ἀποστερεῖν τοῦ δίκης παρʼ αὐτοῦ τυχεῖν, κοινῇ νῦν, ἐπειδήπερ εἴληπται, πᾶσιν ὑπὲρ ἁπάντων ἐστὶ τιμωρητέος ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ.

然而我认为,他现在不应当说这些,而应当证明我所控告他的那些事一件也没有做过;如果他无法证明,就更应当因此而遭毁灭。因为如果他是如此强横的一个人,以至于行事如此还能剥夺我们每个人向他讨回公道的权利,那么现在既然他已被拿获,他就应当作为整个体制的共同公敌,由全体人为了全体人而共同予以惩处。

语法注3 条
  1. 134καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ

    这是由关系代名词 ἃ 所引导的从句内部并列的动词短语,与前面的动词共享 ἃ 作为宾语,意为“你指控他们在谈论你的那些事”。从句中的 λέγοιεν 是间接引语中的斜格祈愿语气,用来引述骑兵们被指称的言论。

  2. 138πρὸς τὸ μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν

    介词 πρός 后接带有冠词的不定式 τὸ ... παθεῖν 表示目的或结果,其中加入虚辞 ἄν 表示潜在语气,意为“使他免于因突遭打击而可能受到任何(惩罚或伤害)”,含有条件性的潜在意味。

  3. 140ὧν καθʼ ἕνʼ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων ἢ φίλοις ἢ τοῖς οὖσιν ἢ τῶν ἄλλων τινί, τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε

    此句结构较为复杂,先行词 τούτων 置于关系从句 ὧν ... 之后,并附有 ἑκάστου。从句中的 ὧν(阳性复数)受比较级 ἐλάττων 支配,充当比较属格(“你们每个人单独有所不如的那些人”,而 φίλοις 等为限制与格),主句的 τούτων ἑκάστου 同样为受 κρείττους 支配的比较属格,表示在聚集起来之后能够胜过他们中的每一个人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:134-142