- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:127-133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼论证梅狄亚斯的罪行亵渎了整个城邦秩序,宣读其侵害众公民的罪行备忘录,并指责其在军事出征中的傲慢与懦弱表现。
δεῖ δὴ τούς γε βουλομένους ὀρθῶς τὴν κατʼ ἀξίαν τῶν πεπραγμένων παρὰ τούτου δίκην λαμβάνειν, οὐχ ὡς ὑπὲρ ἐμοῦ μόνον ὄντος τοῦ λόγου τὴν ὀργὴν ἔχειν, ἀλλʼ ὡς ἐν ταὐτῷ τῶν νόμων, τοῦ θεοῦ, τῆς πόλεως, ὁμοῦ πάντων ἠδικημένων, οὕτω ποιεῖσθαι τὴν τιμωρίαν, καὶ τοὺς βοηθοῦντας καὶ τοὺς συνεξεταζομένους μετὰ τούτου μὴ συνηγόρους μόνον, ἀλλὰ καὶ δοκιμαστὰς τῶν τούτῳ πεπραγμένων ὑπολαμβάνετʼ εἶναι.1
因此,凡是希望根据此人的所作所为依法向其索取应得惩罚的人,决不可心怀愤怒仿佛这番言论只关乎我一人,而应当把法律、神明以及城邦视同在一处全遭侵害,以此来执行惩戒,并且你们应当认定,那些出面支援他、与他站在一起的人,不仅是他的辩护者,更是他所犯罪行的认可者。
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμʼ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγʼ ἀτύχημʼ ἂν ἐμαυτοῦ τοῦθʼ ἡγούμην, ἔπειτʼ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμʼ ὕβρικεν δοῦναι.
雅典的男人们,假若梅狄亚斯在其他一切方面都表现得清醒克制,未曾侵害过任何其他公民,而仅仅是对我一人如此残暴凶狠,那么起初我自己定会认为这是我不幸的遭遇,继而我又会担忧,他会借由展现自己其余人生的克制与仁爱,从而逃脱为侮辱我而承担的惩罚。
νυνὶ δὲ τοσαῦτʼ ἐστὶ τἄλλʼ ἃ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείνʼ ἑτέρους ἀκούηθʼ ὑπʼ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃ τί οὖν; σὺ δεινότερʼ ἢ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς; πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτʼ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτʼ ἂν ὑμεῖς ὑπομείναιτʼ ἀκούειν, οὐδʼ, εἰ τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τʼ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν·2 ἃ δʼ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτʼ ἐρῶ.
但事实是,他对你们当中许多人犯下的其他罪行如此繁多且恶劣,以至于我已经摆脱了这种忧虑,但我反过来又担忧另一种相反的情况:当你们听到其他人遭受他诸多可怕的侵害时,你们心中可能会产生这样一种盘算:“那又如何?难道你觉得自己遭受的苦难比其他任何一个人更可怕,以至于如此义愤填膺吗?” 确实,此人所做的一切恶行,我既无法尽数向你们道来,你们也无法耐住性子全盘听完;即便把属于我们双方后续的水钟之水全部算上,将我的和他的加在一起,也绝不够用;因此,我将只陈述那些最重大、最昭彰的事实。
μᾶλλον δʼ ἐκεῖνο ποιήσω· ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δʼ ὅ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν ᾖ, τοῦτο πρῶτον, εἶθʼ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν ᾧ τοῦτον οὐ θανάτου πεποιηκότʼ ἄξια πόλλʼ εὑρήσετε. ΥΠΟΜΝΗΜΑΤΑ ΤΩ͂Ν ΜΕΙΔΙΟΥ ΑΔΙΚΗΜΑΤΩΝ ὅσα μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντʼ αὐτῷ πεποίηκεν, ταῦτʼ ἐστίν. καὶ παραλέλοιφʼ ἕτερα· οὐ γὰρ ἂν δύναιτʼ οὐδεὶς εἰσάπαξ εἰπεῖν ἃ πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δʼ ἰδεῖν ἐφʼ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι.3 οὐ γὰρ ἡγεῖθʼ, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδʼ ἄξιον ἑαυτοῦ ὅ τι ἄν τις πρὸς ἕνʼ εἷς διαπράττηται, ἀλλʼ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμʼ ἐλᾷ, ἀβίωτον ᾤετʼ ἔσεσθαι τὸν βίον αὑτῷ.
或者我更愿意这样做:我将把我自己记录下来的全部备忘录向你们宣读,你们若愿意先听哪一件,我就先讲哪一件,然后再讲另一件,其余各项依此类推,只要你们愿意听下去。这些恶行种类繁多,既有诸多狂暴侮辱之举,也有针对亲属的恶行,更有对神明的不敬罪,你们绝找不到任何领域是此人未曾犯下大量应处死刑之罪的。 梅狄亚斯罪行备忘录审判官先生们,他无论何时对所撞见的任何人犯下的罪行,正是这些。而且我还略去了其他事,因为没有任何人能够一次性讲完此人长期以来贯穿一生不断以傲慢肆虐所犯下的勾当。值得注意的是,由于这些恶行未曾受到任何惩处,他如今已经狂妄到了何种地步。因为在我看来,他并不认为一个人对另一个人所能做出的任何勾当算得上辉煌、英勇或配得上他的身份,除非把整个部族、议事会和某一阶层都踩在泥泞里,把你们当中许多人一并驱赶,否则他就会觉得自己的生活了无生趣。
καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρίʼ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷʼ ἐδημηγόρησε παρʼ ὑμῖν, ὅθʼ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει· καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπʼ οὐδενὶ τηλικαύτην ἀράμενον4 πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν;
尽管我有成千上万的事可说,其余的我且保持沉默,但关于一同出征阿尔戈乌拉的骑兵们,想必你们全都知道他在从哈尔基斯返回后,在你们面前发表了何种演说,指控并宣称这支军队的出征是城邦的耻辱;你们也记得他就这些事对克拉提诺斯所施加的辱骂——而据我所知,那人如今正打算为他提供协助。对于一个无缘无故对如此众多的公民结下如此巨大仇怨的人,我们究竟应当认为他是凭着何等的邪恶与狂妄做出这些事的呢?
καίτοι πότερʼ εἰσὶν ὄνειδος, ὦ Μειδία, τῇ πόλει οἱ διαβάντες ἐν τάξει καὶ τὴν σκευὴν ἔχοντες ἣν προσῆκε τοὺς ἐπὶ τοὺς πολεμίους ἐξιόντας καὶ συμβαλουμένους τοῖς συμμάχοις, ἢ σὺ ὁ μηδὲ λαχεῖν εὐχόμενος τῶν ἐξιόντων ὅτʼ ἐκληροῦ, τὸν θώρακα δʼ οὐδεπώποτʼ ἐνδύς, ἐπʼ ἀστράβης δʼ ὀχούμενος ἀργυρᾶς τῆς ἐξ Εὐβοίας, χλανίδας δὲ καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνονθʼ οἱ πεντηκοστολόγοι; ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἀπηγγέλλετο· οὐ γὰρ εἰς ταὐτὸν ἡμεῖς τούτοις διέβημεν.
然而梅狄亚斯啊,究竟哪一方才是城邦的耻辱:是那些列队渡海、携带着出征迎敌并与盟友会师者应有装备的人,还是抽签时甚至祈祷自己不要抽中出征之列、从未披上胸甲、却骑着从优卑亚带来的银饰骡鞍、携带着被征税官扣押的精致斗篷、饮杯和酒罐的你?因为这些事情全都被通报给了身为重装步兵的我们;毕竟,我们渡海前往的地点与这些人并不相同。
- 127ὑπολαμβάνετʼ εἶναι
在句首非人称动词 δεῖ 所支配的一系列不定式(τὴν ὀργὴν ἔχειν, ποιεῖσθαι)之后,抄本中的 ὑπολαμβάνετʼ 既可解释为直接针对听众的现在时祈使语气第二人称复数(ὑπολαμβάνετε),也可视为依赖 δεῖ 的不定式 ὑπολαμβάνειν 的讹误。此处作为修辞上直接面向审判官的祈使语气(“你们应当认定……”)来解读。
- 129οὐδʼ, εἰ τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τʼ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν
由 οὐδέ 与主句动词前的 οὐκ 构成的双重否定结构。在古希腊语中,否定词的重叠并不相互抵消,而是起强调整体否定的作用,表示强烈的潜在断定(ἄν 搭配希求法),即“即便……也绝不够用”。
- 131τῷ τούτων δίκην μηδενὸς δεδωκέναι
由定冠词与格 τῷ 与完成时不定式 δεδωκέναι 结合构成的定冠词不定式结构,在此充当表示原因的与格(causal dative),用以说明前面的动词 προελήλυθε 的原因,意为“因这些事无一受到惩处”。
- 132τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπʼ οὐδενὶ τηλικαύτην ἀράμενον
宾格分词短语(τὸν ... ἀράμενον)被置于句首,充当后续疑问句中不定式 πράττειν 的逻辑主语(受 χρὴ νομίζειν 统辖)。这是一种先取性的宾格倒置结构,通过在句首凸显被告人的敌对行径以吸引听众注意。
