← 狄摩西尼

控诉美狄亚斯

§121-126

梅狄亚斯的背信与财富对公民权利的侵害

德摩斯梯尼宣读证人证言以证实梅狄亚斯阳奉阴违的险恶阴谋,告诫人们富人滥用财富恐吓合法申诉者的行径危及全体公民的言论平等与自由,并强调梅狄亚斯所犯下的暴行实质上侵害了部族、城邦法律以及诸神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§121

ὅτι τοίνυν καὶ ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ "Λυσίμαχος Ἀλωπεκῆθεν, Δημέας Σουνιεύς, Χάρης Θορίκιος, Φιλήμων Σφήττιος, Μόσχος Παιανιεύς, καθʼ οὓς καιροὺς ἡ εἰσαγγελία ἐδόθη εἰς τὴν βουλὴν ὑπὲρ Ἀριστάρχου τοῦ Μόσχου, ὅτι εἴη Νικόδημον ἀπεκτονώς, οἴδαμεν Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἐλθόντα πρὸς τὴν βουλὴν καὶ λέγοντα μηδένα ἕτερον εἶναι τὸν Νικοδήμου φονέα, ἀλλʼ Ἀρίσταρχον, καὶ τοῦτον αὐτοῦ γεγονέναι αὐτόχειρα, καὶ συμβουλεύοντα τῇ βουλῇ βαδίζειν ἐπὶ τὴν οἰκίαν τὴν Ἀριστάρχου καὶ συλλαμβάνειν αὐτόν. ταῦτα δʼ ἔλεγε πρὸς τὴν βουλὴν τῇ προτεραίᾳ μετʼ Ἀριστάρχου καὶ μεθʼ ἡμῶν συνδεδειπνηκώς. οἴδαμεν δὲ καὶ Μειδίαν, ὡς ἀπῆλθεν ἀπὸ τῆς βουλῆς τούτους τοὺς λόγους εἰρηκώς, εἰσεληλυθότα πάλιν ὡς Ἀρίσταρχον καὶ τὴν δεξιὰν ἐμβεβληκότα καὶ ὀμνύοντα κατʼ ἐξωλείας μηδὲν κατʼ αὐτοῦ πρὸς τὴν βουλὴν εἰρηκέναι φαῦλον, καὶ ἀξιοῦντα Ἀρίσταρχον ὅπως ἂν διαλλάξῃ αὐτῷ Δημοσθένην."

为了证明我在这些事上所说的同样属实,请为我传唤涉及这些事的证人。 证人 “阿罗佩刻区的吕西马库斯、苏尼翁区的德墨阿斯、托里库斯区的卡雷斯、斯斐托斯区的菲勒蒙、派阿尼亚区的莫斯库斯证明:当议事会收到针对莫斯库斯之子阿里斯塔库斯的弹劾书,指控他杀害了尼科德穆斯之时,我们知道,此刻正被我们作证支持的德摩斯梯尼提起审判的梅狄亚斯,曾走上议事会宣称尼科德穆斯的杀人凶手绝非旁人,恰是阿里斯塔库斯,且正是他亲手行凶,并建议议事会前往阿里斯塔库斯家中将其逮捕。而他在对议事会说这番话之前的前一天,才刚刚与阿里斯塔库斯以及我们一同共进晚餐。我们还知道,梅狄亚斯在议事会发表这番言论离开之后,又再次进入阿里斯塔库斯家中,与其握手,发下彻底毁灭之誓称自己未在议事会前说过任何不利于他的坏话,并请求阿里斯塔库斯设法促成德摩斯梯尼与自己和解。”

§122

τίς οὖν ὑπερβολή, τίς ὁμοία τῇ τούτου γέγονʼ ἢ γένοιτʼ ἂν πονηρία; ὃς ἄνδρʼ ἀτυχοῦντα, οὐδὲν αὐτὸν ἠδικηκότα (ἐῶ γὰρ εἰ φίλον), ἅμα συκοφαντεῖν ᾤετο δεῖν καὶ πρὸς ἔμʼ αὑτὸν διαλύειν ἠξίου, καὶ ταῦτʼ ἔπραττε καὶ χρήματʼ ἀνήλισκεν ἐπὶ τῷ μετʼ ἐκείνου κἀμὲ προσεκβαλεῖν ἀδίκως.

那么,究竟有什么极端的恶行、有什么恶行能与此人的卑劣相比,或可能与之相比呢?面对一个身处不幸且未曾侵害过他的人(我且不提对方是否是其友人),他竟认为应当一方面加以诬告,另一方面又请求其出面促成与我和解,并且为了将我与那人一同不公正地驱逐流放,竟付诸这等行径并大肆耗费钱财。

§123

τοῦτο μέντοι τὸ τοιοῦτον ἔθος καὶ τὸ κατασκεύασμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς ὑπὲρ αὑτῶν ἐπεξιοῦσι δικαίως ἔτι πλείω περιιστάναι κακά, οὐκ ἐμοὶ μὲν ἄξιόν ἐστʼ ἀγανακτεῖν καὶ βαρέως φέρειν, ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον, ἐκλογιζομένοις καὶ θεωροῦσιν ὅτι τοῦ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾳδίως κακῶς παθεῖν ἐγγύταθʼ ὑμῶν εἰσιν οἱ πενέστατοι καὶ ἀσθενέστατοι, τοῦ δʼ ὑβρίσαι καὶ τοῦ ποιήσαντας μὴ δοῦναι δίκην, ἀλλὰ τοὺς ἀντιπαρέξοντας πράγματα μισθώσασθαι, οἱ βδελυροὶ καὶ χρήματʼ ἔχοντές.

然而,雅典的男人们,这种针对为自己合法寻求昭雪者施加更多灾祸的风气与诡计,绝非仅由我一人义愤填膺、沉重以对,而由你们其余的人袖手旁观即可,断然不是!相反,所有人都必须同样感到愤怒,并应当思量和审视:雅典的男人们,在你们之中最容易遭受伤害的,乃是最贫困和最弱小之人;而能够横行霸道,并且在行恶之后不必承担惩罚,反倒能雇佣宵小制造麻烦来抗衡正义的,则是那些可憎而富有之人。

§124

οὐ δὴ δεῖ παρορᾶν τὰ τοιαῦτα, οὐδὲ τὸν ἐξείργοντα δέει καὶ φόβῳ τὸ δίκην ὧν ἂν ἡμῶν ἀδικηθῇ τις λαμβάνειν1 παρʼ αὐτοῦ ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ τὰς τῆς ἰσηγορίας καὶ τὰς τῆς ἐλευθερίας ἡμῶν μετουσίας ἀφαιρεῖσθαι. ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην, καὶ ἄλλος τις ἄν, ψευδῆ λόγον καὶ συκοφαντίαν, καὶ οὐκ ἀνήρπασμαι· οἱ δὲ πολλοὶ τί ποιήσετε, ἂν μὴ δημοσίᾳ πᾶσιν φοβερὸν καταστήσητε τὸ εἰς ταῦτʼ ἀποχρῆσθαι τῷ πλουτεῖν;

绝不能对此类事情视而不见,也不能认为,通过恐吓与惧怕阻止我们当中受侵害之人向其讨回公道者,所做的事情与剥夺我们平等的发言权及自由权有任何两样。因为我或许,或者其他人也可能,击退了谎言与诬告而未被彻底毁灭;但你们广大民众若不在公法上令全城对滥用财富行此类勾当者深感恐惧,又将如何自处?

§125

δόντα λόγον καὶ ὑποσχόντα κρίσιν2 περὶ ὧν ἄν τις ἐγκαλῇ, τότʼ ἀμύνεσθαι τοὺς ἐφʼ αὑτὸν ἐλθόντας χρή, καὶ τότʼ, ἂν ἀδικοῦντας ὁρᾷ τις, οὐ προαναρπάζειν, οὐδʼ ἐπάγοντʼ αἰτίας ψευδεῖς ἄκριτον ζητεῖν ἀποφεύγειν, οὐδʼ ἐπὶ τῷ διδόναι δίκην ἀσχάλλειν, ἀλλὰ μὴ ποιεῖν ἐξ ἀρχῆς ἀσελγὲς μηδέν.

只有在对他人提出的指控做出交代并接受审判之后,那时才应当去抵抗起诉自己的人;即便在那时,也是在看出对方行事不义时〔去抵抗〕,而不应提前将人摧毁,不应通过罗织伪证企图未经审讯便逃脱法网,不应因承担惩罚而心怀愤懑,而应从一开始就不要做出任何暴虐不逊之事。

§126

ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμʼ ὑβρίσθην, καὶ πάντʼ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά· οὐ γὰρ ἴσως ῥᾴδιον πάντʼ εἰπεῖν. ἔχει δʼ οὕτως. οὐκ ἔστʼ ἐφʼ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλʼ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν ἡ φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δʼ οἷς ἔμʼ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, διʼ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν· ἐφʼ ἅπασι δὲ τούτοις ὁ θεός,3 ᾧ χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτʼ ἐστί, τὸ σεμνὸν καὶ τὸ δαιμόνιον.

雅典的男人们,关于我在公共劳役与人身两方面所遭受的侮辱,以及我如何在遭受全方位的阴谋陷害与侵害中侥幸逃脱,你们已经听到了。而且我还略过了许多事,因为要把一切全盘托出恐怕绝非易事。但实情正是如此:在所发生的一切恶行之中,没有任何一件是我孤身一人蒙受侵害;对于针对歌队的侵犯,全城十分之一的部族与我一同蒙受侵害;对于针对我的人身侮辱与阴谋,庇佑你们每一个人平安的法律受到了侵害;而在这一切之上,我受任为其歌队赞助官的神明,以及无论其本质为何的神圣法则的尊严与神圣性,都一同遭到了亵渎与践踏。

语法注3 条
  1. 124τὸ δίκην ὧν ἂν ἡμῶν ἀδικηθῇ τις λαμβάνειν

    中性定冠词 τὸ 将不定词短语 δίκην ... λαμβάνειν 名词化,作分词 τὸν ἐξείργοντα 的直接宾语(意为“阻止……讨回公道”)。短语内部的关系代词 ὧν 原本应为表示受害内容的同源宾格 ἅ,由于其先行词 τούτων 的省略而被吸引(attraction)至属格形式。

  2. 125δόντα λόγον καὶ ὑποσχόντα κρίσιν

    阳性单数宾格分词 δόντα 与 ὑποσχόντα 充当无人称动词 χρή 所统辖的不定词 ἀμύνεσθαι 的逻辑主语(泛指任何人,以宾格不定词结构呈现,意为“一个人应当在做出交代并经受审判之后,再去予以反击”)。

  3. 126ἐφʼ ἅπασι δὲ τούτοις ὁ θεός

    承接前文并列句(ἡ φυλὴ ... συνηδίκηται 及 οἱ νόμοι [ἠδίκηνται]),介词短语 ἐφʼ ἅπασι δὲ τούτοις(“在这一切之上”)引出主语 ὁ θεός 与中性冠词短语 τὸ τῆς ὁσίας ... τὸ σεμνὸν καὶ τὸ δαιμόνιον,其谓语被动态动词(如 ἠδίκηται 或 καθύβρισται)在文脉中承前省略,构成递进论证的最高潮。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:121-126