- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:114-120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼指出梅狄亚斯一方面诬告自己谋杀,另一方面却任由自己执行神圣公职的自相矛盾,并揭露梅狄亚斯在构陷阿里斯塔库斯前后仍与对方亲密交往并公然作伪誓的背信弃义与阴险狡诈。
οὕτω τοίνυν οὗτός ἐστʼ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων,1 ὥστʼ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμʼ ἐπαγαγών, εἴασε μέν μʼ εἰσιτητήριʼ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, εἴασε δʼ ἀρχεθεωροῦντʼ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντʼ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν2 καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρʼ ἄν, εἴ γʼ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατʼ ἐμοῦ, ταῦτʼ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μʼ ἐκβάλλειν ἐκ τῆς πατρίδος.
由此可见,此人是何等不敬神明与污秽不堪,他甘愿说出并做出任何事情,全然不分真伪,不顾针对的是仇敌还是朋友,抑或类似界限;以至于他在诬告我犯有谋杀罪并向我施加如此恶名之后,竟然还任由我代表议事会举行就任献祭、供奉牺牲,并代表你们和全城主持圣礼;他又任由我作为首席使节,代表城邦率领公共使团前往朝拜涅墨亚的宙斯,并且听任我作为全雅典人中入选的三人之一,担任尊严女神们的祭仪主持官并开启圣礼。如果说他针对我所捏造的那些构陷哪怕有一丝痕迹或暗影属实,他难道会容许这些事情发生吗?我绝不相信。因此,仅凭这些事实就已确凿地证明,他纯粹是出于狂妄悖理而图谋将我逐出国门。
ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμʼ οὐδὲ καθʼ ἕν, πανταχῇ στρέφων, οἷός τʼ ἦν ἀγαγεῖν ἐπʼ ἐμέ, φανερῶς ἤδη διʼ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ· τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτος ἀγνοεῖτʼ ἔφη ὦ βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρʼ ἔχοντες λέγων τὸν Ἀρίσταρχον μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε;
后来,由于他无论怎样百般罗织,也无法在任何一方面把那桩罪责扣到我头上,他便公然为了打击我而诬告阿里斯塔库斯。且不说其余的事,仅在议事会为此事就座审议之时,此人走上前来说道: “难道你们不知情吗,”他说,“议事会的各位,不知这桩实情?既然亲手行凶的罪犯就在你们手心,” ——他指的是阿里斯塔库斯—— “你们还在犹豫、调查、昏头昏脑吗?难道你们不处决他?难道你们不上门抄家?
οὐχὶ συλλήψεσθε; καὶ ταῦτʼ ἔλεγʼ ἡ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρʼ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτʼ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφʼ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτʼ ἔλεγεν, χρῆν μὲν οὐδʼ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεται)· ὅμως δʼ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθʼ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστʼ ἀπολωλέναι;
难道你们不将其逮捕吗?” 而说出这番话的,正是这个污秽而无耻之徒!要知道就在前一天,他刚从阿里斯塔库斯的家中出来,像其他人以往那样与他交往亲密;而且当阿里斯塔库斯景况顺遂时,还曾为了与此人和解之事烦扰我最多。倘若他是因为认定阿里斯塔库斯犯下了导致其覆灭的那些罪行,并听信了指控者的言论,才说出这些话,即便如此他本也不该这样做(因为向朋友追究的适度惩戒,即使朋友看似犯下了可怕的过错,也仅限于不再与之维系往后的友谊,至于复仇和起诉,则是留给受害者与仇敌的);然而哪怕如此,姑且也算他尚可原谅。但如果事实表明,他与阿里斯塔库斯攀谈并同处一室时仿佛对方未犯任何罪过,却偏偏为了诬陷我而言辞凿凿、肆加指控,那他岂不是理当被处死十次,甚或一万次吗?
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτʼ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτʼ ἐκείνῳ, τῇ δʼ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτʼ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδʼ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατʼ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατʼ ἐξωλείας μηδὲν εἰρηκέναι κατʼ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζʼ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμʼ αὑτῷ διʼ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας.
然而,为了证明我所说属实,证明他在发表那番言论的前一天确实曾登门与那人交谈,并且在次日又再次(雅典的男人们,这一举动实已达致污秽至极、无以复加的地步!)登门造访那人,在众人面前像这样挨着坐下,紧握其右手——就在议事会发表了指责阿里斯塔库斯为亲手行凶者并说出最可怕言辞的那番演说之后——,他以全家灭绝为誓发誓自己绝未讲过不利于他的坏话,对公然作伪誓毫不在乎,且是在知情者在场的情形下;他还要求通过那人来促成他与我之间的和解。对于这些事,我为你们传唤在场的证人。
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον δʼ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτʼ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δʼ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικʼ, ἀδικῶ· ἂν δʼ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μʼ ἀνηρπάσθαι. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δʼ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν·3 οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι.
雅典的男人们,指责他人为杀人犯,转头又起誓否认曾说过这些话;一面抨击其犯下谋杀,一面却又与之共处一室,这难道不是耸人听闻,甚至亵渎神明吗?若是我放过此人,背叛你们的预决投票,我似乎便毫无过错;而一旦我对之依法追究,我就是脱离了阵列,就是谋杀的同谋,就该被彻底毁灭。然而我恰恰认为完全相反:如果我放过了此人,雅典的男人们,我才是真正擅离了正义的战线,理当在自己身上招致谋杀公诉的惩罚;因为若做出此等事来,我断然已不配再苟活于世了。
- 114εἰ δʼ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων
连词 εἰ 引导没有限定动词的对比成分(ἀληθὲς ἢ ψεῦδος 等),后接带有强烈强调转折意味的 ἀλλʼ(“无论是真是假……全然不作任何区分”)。此处 ἀλλά 处于类似主句(归结分句)的位置,用以在让步性假定后极力强调随后的绝对否定 οὐδʼ ὁτιοῦν。
- 115τρίτον αὐτὸν
序数词搭配 αὐτός 的古希腊语惯用结构,意为“包括其本人在内的三人之一”或“连同他自己共三人”(将 αὐτός 本人计入序数词的总数之中)。
- 120φόνου δʼ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν
该不定式(带 ἄν)承接上文的 οἶμαι,在直接引语中相当于反事实过去的 εἰκότως ἂν ἔλαχον。法庭熟语 λαγχάνω [δίκην] φόνου 意为“提起谋杀诉讼”(省去了 δίκην),与格 ἐμαυτῷ 表示诉讼针对的对象(“对自己提起谋杀公诉”),是一种夸张表达,意谓自己本应作为凶手弹劾自身以谢天下。
