← 狄摩西尼

控诉美狄亚斯

§107-113

谋杀罪陷害中的行贿与富人的不当特权

德摩斯梯尼出示证人证言以证明梅狄亚斯曾企图收买死者家属诬告自己谋杀,朗读了反贿赂法律,并控诉了富人与普通公民在法律面前的不平等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§107

ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ προσεξείργασται ταῦτα τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ "Διονύσιος Ἀφιδναῖος, Ἀντίφιλος Παιανιεὺς διαφθαρέντος Νικοδήμου τοῦ οἰκείου ἡμῶν βιαίῳ θανάτῳ ὑπὸ Ἀριστάρχου τοῦ Μόσχου ἐπεξῇμεν τοῦ φόνου τὸν Ἀρίσταρχον. αἰσθόμενος δὲ ταῦτα Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἔπειθεν ἡμᾶς διδοὺς κέρματα1 τὸν μὲν Ἀρίσταρχον ἀθῷον ἀφεῖναι, Δημοσθένει δὲ τὴν γραφὴν τοῦ φόνου παραγράψασθαι." λαβὲ δή μοι τὸν περὶ τῶν δώρων νόμον.

然而,为了证明我所说的是实情,证明这个可恶而无耻之徒确实还犯下了这些罪行,也请为我传唤涉及这些事的证人。 证词 “阿菲德纳区的狄奥尼修斯、派阿尼亚区的安提菲鲁斯作证:当我们亲属尼科德穆斯被莫斯库斯之子阿里斯塔库斯暴虐致死时,我们本已着手对阿里斯塔库斯提起谋杀指控。然而,此刻正受到我们为其作证的德摩斯梯尼审判的梅狄亚斯察觉到此事,企图以金钱贿赂来劝诱我们放过阿里斯塔库斯使之免罪,而将谋杀的诉状转嫁到德摩斯梯尼头上。” 请为我取出关于贿赂的法律。

§108

ἐν ὅσῳ δὲ τὸν νόμον, ὦ ἄνδρες Ἀθηναῖοι, λαμβάνει, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν, δεηθεὶς ὑμῶν ἁπάντων πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί· περὶ πάντων ὧν ἂν ἀκούητε, τοῦθʼ ὑποθέντες ἀκούετε τῇ γνώμῃ, τί ἄν, εἴ τις ἔπασχε ταῦθʼ ὑμῶν, ἐποίει, καὶ τίνʼ ἂν εἶχεν ὀργὴν ὑπὲρ αὑτοῦ πρὸς τὸν ποιοῦντα. ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἐφʼ οἷς περὶ τὴν λῃτουργίαν ὑβρίσθην, ἔτι πολλῷ χαλεπώτερον, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς μετὰ ταῦτʼ ἐνήνοχα καὶ μᾶλλον ἠγανάκτηκα.

雅典的男人们,在书记取法律文本的间隙,我向宙斯和诸神恳求你们所有人之后,审判官们,我希望对你们说几句简短的话:关于你们所听到的一切,请在心中带着这样的预设来倾听——如果你们当中的任何人遭受了这些侵害,他会怎么做,他对那行恶之人又会为自己怀有怎样的愤怒?因为,如果说我此前因在公益服务期间遭受侮辱而感到难以忍受,那么对于其后发生的这些事,雅典的男人们,我承受起来更加痛苦得多,心中的义愤也更甚。

§109

τί γὰρ ὡς ἀληθῶς πέρας ἂν φήσειέ τις εἶναι κακίας καὶ τίνʼ ὑπερβολὴν ἀναιδείας καὶ ὠμότητος καὶ ὕβρεως, ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλʼ ἀδίκως τινά,2 ἀντὶ τοῦ ταῦτʼ ἀναλαμβάνειν καὶ μεταγιγνώσκειν, πολλῷ δεινότερʼ ὕστερον ἄλλα προσεξεργάζοιτο, καὶ χρῷτο τῷ πλουτεῖν μὴ ἐπὶ ταῦτʼ ἐν οἷς μηδένα βλάπτων αὐτὸς ἄμεινόν τι τῶν ἰδίων θήσεται, ἀλλʼ ἐπὶ τἀναντία, ἐν οἷς ἀδίκως ἐκβάλλων τινὰ καὶ προπηλακίσας αὑτὸν εὐδαιμονιεῖ τῆς περιουσίας;3

事实上,如果一个人在——指着宙斯起誓!——对某人犯下可怕且诸多不公的暴行之后,不但不去补救和悔过,反而在后来犯下其他远为可怕的罪行,并且运用自己的财富并非为了在不损害任何人的情况下把自己的私事安排得更好,而是为了相反的目的,即通过不公正地放逐某人并将他踩入泥淖来为自己的丰厚身家沾沾自喜,那么人们还能说什么是邪恶的尽头,什么又是无耻、残忍与狂暴的极致呢?

§110

ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα τούτῳ πέπρακται κατʼ ἐμοῦ. καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι φόνου ψευδῆ καὶ οὐδὲν ἐμοὶ προσήκουσαν, ὡς τὸ πρᾶγμʼ αὔτʼ ἐδήλωσεν, καὶ γραφὴν λιποταξίου μʼ ἐγράψατο τρεῖς αὐτὸς τάξεις λελοιπώς, καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων (τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μʼ εἰπεῖν),4 ἃ Πλούταρχος ὁ τούτου ξένος καὶ φίλος διεπράξατο, ὡς ἐγὼ αἴτιός εἰμι, κατεσκεύαζε πρὸ τοῦ τὸ πρᾶγμα γενέσθαι πᾶσιν φανερὸν διὰ Πλουτάρχου γεγονός.

雅典的男人们,这一切全都是此人针对我所犯下的罪行。实际上,正如此事本身所表明的,他对我提出了虚假且与我毫无相干的谋杀指控;他自己曾三次开小差脱离战列,却对我提起临阵脱逃的公诉;而在优卑亚的事态上(这件事故我也差点漏掉没说),那明明是由他的宾客兼密友普鲁塔库斯所惹下的祸端,他却在事件真相大白于众人、确系普鲁塔库斯所为之前,捏造栽赃说我是罪魁祸首。

§111

καὶ τελευτῶν βουλεύειν μου λαχόντος δοκιμαζομένου κατηγόρει, καὶ τὸ πρᾶγμʼ εἰς ὑπέρδεινόν μοι περιέστη· ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκεν ἐκινδύνευον. καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον τὸν τρόπον ὃν διεξέρχομαι νυνὶ πρὸς ὑμᾶς ἐλαυνόμενος, οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων οὔτε τῶν ἀπόρων κομιδῇ, οὐκ ἔχω, ὦ ἄνδρες Ἀθηναῖοι, τί χρὴ ποιῆσαι.

最后,当我抽中议事会成员并接受资格审查时,他又出面指控我,使事情对我而言陷入了极其可怕的境地:我不仅没有因为自己所遭受的暴行获得补偿,反而面临因与我毫无关联的罪名而接受惩罚的危险。遭遇了这些事,并在我此刻向你们详述的这种方式下遭到逼迫——尽管我既非全无依傍之人,也绝非赤贫之辈——雅典的男人们,我竟不知到底该如何是好了。

§112

εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν,5 οὐ μέτεστιν, οὔ· ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθʼ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρʼ ἀφικνεῖται, τῶν δʼ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθʼ ἡμῶν εὐτρεπεῖς· ἐμοὶ δʼ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτʼ ἐνίους.

因为如果现在也必须就此谈点什么的话,雅典的男人们,我们其余的人在面对富人时,根本无法享有平等或同等的待遇;绝不可能,绝没有!相反,让他们伏法受审的期限完全可以由他们自己任意挑选,他们的罪行提交到你们面前时已变得陈腐冷淡,而我们其余的人只要出事,却总是在热乎之时立即受审。他们随时备有证人,对付我们的辩护人也都准备就绪;而你们看,对于我而言,甚至有些人连出庭证明真相都不情愿。

§113

ταῦτα μὲν οὖν ἀπείποι τις ἄν, οἶμαι, θρηνῶν. τὸν δὲ νόμον μοι λέγʼ ἐφεξῆς, ὥσπερ ἠρξάμην. λέγε. ΝΟΜΟΣ "ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος, ἢ αὐτὸς διδῷ ἑτέρῳ, ἢ διαφθείρῃ τινὰς ἐπαγγελλόμενος, ἐπὶ βλάβῃ τοῦ δήμου ἢ ἰδίᾳ τινὸς τῶν πολιτῶν, τρόπῳ ἢ μηχανῇ ᾑτινιοῦν, ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου."

我想,人们对此若是哀叹起来,恐怕是永无休止的。请接着按我刚才的要求读法条。请读。 法律 “凡雅典人,若从任何人处受贿,或亲自贿赂他人,或以许诺腐化他人,意在损害民众利益或私下损害任何公民利益者,不论以何种方式或手段,其本人应被褫夺公民权,其子女及财产亦然。”

语法注5 条
  1. 107ἔπειθεν ἡμᾶς διδοὺς κέρματα

    未完成过去时 ἔπειθεν 表示未遂或企图动作(conative imperfect),意为“试图劝说/说服”;现在分词 διδοὺς 则伴随表示“企图提供金钱”的过程。

  2. 109ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλʼ ἀδίκως τινά

    主语 ἄνθρωπος 倒置提于条件连词 εἰ 之前(hyperbaton)。条件从句的主动词为祈愿语气(προσεξεργάζοιτο, χρῷτο),与主句中表示潜能的祈愿语气(πέρας ἂν φήσειέ τις εἶναι)相呼应。

  3. 109εὐδαιμονιεῖ τῆς περιουσίας

    τῆς περιουσίας 是附属于表示庆幸、羡慕或赞许的动词 εὐδαιμονιεῖ 的原因属格,意为“因自己的丰厚身家而自庆/自喜”。

  4. 110τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μʼ εἰπεῖν

    成语性用法:程度属格 μικροῦ(副词意“几乎、差一点”)修饰 παρῆλθέ με(“从我身边溜走/被我漏掉”),后接不定词 εἰπεῖν 表示“差点漏掉未说”。

  5. 112οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν

    无人称动词 μέτεστι 支配承受者的与格 τοῖς λοιποῖς ἡμῖν 和所分享之物的部分属格 τῶν ἴσων οὐδὲ τῶν ὁμοίων;介词短语 πρὸς τοὺς πλουσίους 则表示对比或关系的基准(“相较于富人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg021.humanitext-grc2:107-113